§29ἐκ πολλῶν μὲν τοίνυν τεκμηρίων οἶμαι ὑμῖν ἐπιδείξειν Πολυκλέα ὅτι οὔτε αὐτόθεν διενοεῖτο παραλαμβάνειν παρʼ ἐμοῦ τὴν ναῦν, οὔτε, ἐπειδὴ ὑφʼ ὑμῶν καὶ τοῦ ψηφίσματος τοῦ ὑμετέρου ἠναγκάσθη ἐπὶ τὴν ναῦν ἀπιέναι, ἐλθὼν ἠθέλησέ μοι διαδέξασθαι αὐτήν.
Therefore, from many proofs indeed, I think I shall demonstrate to you that Polycles neither intended from the very beginning to take over the ship from me, nor, when he was compelled by you and your decree to depart for the ship, was he willing to succeed me in it upon his arrival.
οὗτος γὰρ ἐπειδὴ ἀφίκετο εἰς Θάσον ἤδη μου τέταρτον μῆνα ἐπιτριηραρχοῦντος, παραλαβὼν ἐγὼ μάρτυρας τῶν τε πολιτῶν ὡς ἐδυνάμην πλείστους καὶ τοὺς ἐπιβάτας καὶ τὴν ὑπηρεσίαν προσέρχομαι αὐτῷ ἐν Θάσῳ ἐν τῇ ἀγορᾷ, καὶ ἐκέλευον αὐτὸν τήν τε ναῦν παραλαμβάνειν παρʼ ἐμοῦ ὡς διάδοχον ὄντα, καὶ τοῦ ἐπιτετριηραρχημένου χρόνου ἀποδιδόναι μοι τἀναλώματα.
For when this man arrived in Thasos, when I was already serving my fourth month of supernumerary trierarchy, I took as witnesses as many of the citizens as I could, and the marines, and the crew, and approached him in the marketplace in Thasos, and urged him both to take over the ship from me as being my successor, and to pay me back the expenses of the supernumerary time.
§30λογίσασθαι δʼ ἤθελον αὐτῷ καθʼ ἕκαστον, ἕως μοι μάρτυρες παρῆσαν τῶν ἀνηλωμένων οἵ τε ναῦται καὶ οἱ ἐπιβάται καὶ ἡ ὑπηρεσία, ἵνʼ εἴ τι ἀντιλέγοι εὐθὺς ἐξελέγχοιμι.
And I wished to settle accounts with him in detail, while the witnesses of the expenses—the sailors, the marines, and the crew—were present, so that if he should make any objection, I might immediately refute him.
οὕτω γάρ μοι ἀκριβῶς ἐγέγραπτο, ὥστʼ οὐ μόνον αὐτά μοι τἀναλώματα ἐγέγραπτο, ἀλλὰ καὶ ὅποι ἀνηλώθη καὶ ὅ τι ποιούντων, καὶ ἡ τιμὴ τίς ἦν καὶ νόμισμα ποδαπόν, καὶ ὁπόσου ἡ καταλλαγὴ ἦν τῷ ἀργυρίῳ, ἵνʼ εἴη ἀκριβῶς ἐξελέγξαι με τῷ διαδόχῳ, εἴ τι ἡγοῖτο ψεῦδος αὑτῷ λογίζεσθαι.
For it had been recorded so accurately by me that not only the expenses themselves were recorded, but also where they were spent, and what they were doing when spent, and what the price was, and in what currency, and at what rate of exchange it was for silver, so that it might be possible for me to refute my successor accurately if he should think that any false charge was being reckoned against him.
§31ἔτι δὲ καὶ πίστιν αὐτῷ ἐπιθεὶς ἠθέλησα λογίσασθαι τὰ ἀνηλωμένα.
And furthermore, even having offered him a solemn oath, I was willing to settle the accounts of the expenses.
προκαλουμένου δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι οὐδὲν αὐτῷ μέλοι ὧν λέγοιμι.
But when I challenged him to this, he answered me that he cared nothing for what I was saying.
ἐν δὲ τούτῳ ὑπηρέτης ἥκων παρὰ τοῦ στρατηγοῦ ἐμοὶ παρήγγελλεν ἀνάγεσθαι, οὐ τούτῳ τῷ διαδόχῳ, οὗ ἡ λῃτουργία ἤδη ἐγίγνετο· τούτου δὲ τὸ αἴτιον ἐγὼ ὑμᾶς προϊόντος τοῦ λόγου διδάξω.
And in the meantime, an officer coming from the general ordered me to put out to sea, not this successor, whose public service was already due; and the reason for this, I will explain to you as my speech proceeds.
τότε μὲν οὖν μοι ἐδόκει ἀνάγεσθαι καὶ πλεῖν οἷ ἐκέλευεν·
At that time, then, it seemed best to me to put out to sea and sail where he ordered.
§32ἐπειδὴ δὲ κατέπλευσα πάλιν εἰς Θάσον, ἑλκύσας τὰ πλοῖα εἰς Στρύμην, οἷ προσέταξεν ὁ στρατηγός, κελεύσας τοὺς ναύτας ἐν τῇ νηὶ μένειν καὶ τοὺς ἐπιβάτας καὶ τὴν ὑπηρεσίαν, ἐκβὰς αὐτὸς πορεύομαι ἐπὶ τὴν οἰκίαν οὗ κατήγετο Τιμόμαχος ὁ στρατηγός, βουλόμενος κἀκείνου ἐναντίον παραδιδόναι τὴν ναῦν Πολυκλεῖ τουτῳὶ πλήρη.
And when I sailed back again to Thasos, having towed the vessels to Stryme as the general commanded, having ordered the sailors, the marines, and the crew to remain on the ship, I myself disembarked and went to the house where Timomachus the general was staying, wishing in his presence to hand over the ship fully manned to this Polycles here.
§33καταλαμβάνω οὖν καὶ τοῦτον ἐκεῖ καὶ τοὺς τριηράρχους καὶ τοὺς διαδόχους καὶ ἄλλους τινὰς τῶν πολιτῶν, καὶ εἰσελθὼν εὐθὺς ἐναντίον τοῦ στρατηγοῦ λόγους πρὸς αὐτὸν ἐποιούμην, καὶ ἠξίουν αὐτὸν τήν τε ναῦν μοι παραλαμβάνειν καὶ τοῦ ἐπιτετριηραρχημένου χρόνου ἀποδιδόναι μοι τὰ ἀναλώματα, καὶ περὶ τῶν σκευῶν ἠρώτων αὐτόν, πότερα παραλήψεται ἢ ἴδια σκεύη ἔχων ἥκοι ἐπὶ τὴν ναῦν.
I found then both this man there, and the trierarchs, and the successors, and some others of the citizens, and having entered, I immediately in the presence of the general addressed him, and demanded that he take over the ship from me and pay me back the expenses of the supernumerary time, and I asked him about the equipment, whether he would take it over or had come to the ship having his own equipment.
§34ταῦτα δέ μου προκαλουμένου αὐτόν, ἠρώτα με διʼ ὅ τι σκεύη τε ἴδια μόνος ἔχοιμι τῶν τριηράρχων, καὶ πότερα ἡ πόλις οὐκ εἰδείη τινὰς δυναμένους σκεύη παρασχεῖν ταῖς ναυσίν, ὥστε αὐτὴ μὴ παρέχειν.
And when I challenged him to this effect, he asked me why I alone of the trierarchs had private equipment, and whether the city did not know of any who were able to provide equipment for the ships, so that she did not provide it herself.
ἢ σὺ τοσοῦτον
ἔφη
ὑπερπέπαικας πλούτῳ τοὺς ἄλλους, ὥστε καὶ σκεύη ἴδια ἔχειν καὶ κόσμον χρυσόπαστον μόνος τῶν τριηράρχων; §35τίς ἂν οὖν δύναιτʼ
ἔφη
τὴν σὴν μανίαν καὶ πολυτέλειαν ὑπομεῖναι, διεφθαρμένον μὲν πλήρωμα καὶ εἰωθὸς ἀργύριον πολὺ προλαμβάνειν καὶ ἀτελείας ἄγειν τῶν νομιζομένων ἐν τῇ νηὶ λῃτουργιῶν καὶ λοῦσθαι ἐν βαλανείῳ, τρυφῶντας δʼ ἐπιβάτας καὶ ὑπηρεσίαν ὑπὸ μισθοῦ πολλοῦ καὶ ἐντελοῦς;
"Or have you," he said, "so far surpassed the others in wealth, that you alone of the trierarchs have private equipment and gold-spangled ornaments?" "Who then," he said, "could endure your madness and extravagance, with a crew corrupted and accustomed to receive much money in advance, and to be exempt from the customary duties on the ship, and to bathe in a bath-house, and with marines and a crew living in luxury because of high and full wages?
κακῶν δʼ,
ἔφη,
διδάσκαλος γέγονας ἐν τῷ στρατεύματι, καὶ αἴτιος εἶ μέρος τι καὶ τοῖς ἄλλοις τριηράρχοις πονηροτέρους εἶναι τοὺς στρατιώτας, ζητοῦντας ταὐτὰ τοῖς παρὰ σοί· ἔδει γὰρ σὲ ταὐτὰ ποιεῖν τοῖς ἄλλοις τριηράρχοις. §36λέγοντος δὲ αὐτοῦ ταῦτα, ἀπεκρινάμην αὐτῷ ὅτι σκεύη μὲν διὰ τοῦτο οὐ λάβοιμι ἐκ τοῦ νεωρίου,
ὅτι σὺ ἀδόκιμα ἐποίησας αὐτά.
And," he said, "you have become a teacher of bad habits in the army, and you are partly to blame for the soldiers of the other trierarchs being worse, since they demand the same things as those in your service; for you ought to have done the same as the other trierarchs." And while he was saying these things, I answered him that I did not take equipment from the dockyard for this reason, because you had declared them unfit.
ἀλλʼ εἰ μὲν βούλει, ταῦτα παράλαβε· εἰ δὲ μή, σκεύη σαυτῷ παρασκεύαζε.
"But if you wish, take these; if not, provide equipment for yourself.
περὶ δὲ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν καὶ τῆς ὑπηρεσίας, εἰ φὴς ὑπʼ ἐμοῦ αὐτοὺς διεφθάρθαι, παραλαβὼν τὴν τριήρη αὐτὸς σαυτῷ κατασκεύασαι καὶ ναύτας καὶ ἐπιβάτας καὶ ὑπηρεσίαν, οἵτινές σοι μηδὲν λαβόντες συμπλεύσονται.
And concerning the sailors, the marines, and the crew, if you say they have been corrupted by me, take over the trireme and yourself equip it with sailors, marines, and crew who will sail with you without receiving anything.
τὴν δὲ ναῦν παράλαβε· οὐ γὰρ ἔτι μοι προσήκει τριηραρχεῖν· ὅ τε γὰρ χρόνος ἐξήκει μοι τῆς τριηραρχίας, καὶ ἐπιτετριηράρχηκα τέτταρας μῆνας.
But take over the ship; for it is no longer my duty to serve as trierarch; for the time of my trierarchy has expired, and I have served as supernumerary trierarch for four months."