§26καὶ ἐδεῖτο αὐτοῦ συστήσας Φιλώνδαν, ἄνδρα τὸ μὲν γένος Μεγαρέα, μετοικοῦντα δʼ Ἀθήνησιν, πιστῶς δὲ τούτῳ διακείμενον καὶ ὑπηρετοῦντα ἐν ἐκείνῳ τῷ χρόνῳ, ἐπειδὰν ἀφίκηται ἐκ Μακεδονίας ὁ Φιλώνδας, ὃν συνίστη οὗτος τῷ πατρὶ τῷ ἐμῷ, ἄγων ξύλα τὰ δοθέντα τούτῳ ὑπὸ Ἀμύντου, τὸ ναῦλον τῶν ξύλων παρασχεῖν καὶ ἐᾶσαι ἀνακομίσαι τὰ ξύλα εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ τὴν ἐν Πειραιεῖ· αὑτοῦ γὰρ εἶναι τὰ ξύλα.
また、彼は、メガラの生まれでアテナイに在留する外人であり、当時自分に忠実で仕えていたピロンダスという男を私の父に紹介して、次のように頼みました。 すなわち、この者が私の父に紹介したピロンダスが、アミュンタスから彼に贈られた木材を携えてマケドニアから到着したときには、その木材の運賃を提供し、ペイライエウスにある彼自身の家にその木材を運び込むことを許してほしい、というのもその木材は彼自身のものであるからだ、ということです。
§27ἅμα τε τῇ δεήσει εἶπε λόγον, ᾧ οὐκ ἀκόλουθα ποιεῖ τὰ ἔργα νυνί·
そして、頼みごとをすると同時に、彼は今の彼の行いとは一致しない言葉を語りました。
ἔφη γάρ, κἂν μὴ τύχῃ ὧν ἐδεῖτο τοῦ πατρός, οὐκ ὀργισθήσεσθαι ὥσπερ ἂν ἄλλος τις ἀποτυχών, ἀλλʼ ὧν αὑτῷ δεηθέντι ὑπηρέτηκεν, τούτων, ἄν ποτε δύνηται, χάριν ἀποδώσειν.
すなわち、たとえ父に頼んだものが得られなかったとしても、断られた他の誰かのようには怒らないし、むしろ、自分が頼んだときに父が助けてくれたことに対して、いつかできれば恩を返すつもりだ、と彼は言ったのです。
ἀκούσας δὲ ὁ πατὴρ ὁ ἐμὸς ταῦτα ἥσθη τε τοῖς λόγοις, καὶ ἐπῄνει τοῦτον ὅτι μέμνηται εὖ παθών, καὶ ὅσα αὐτοῦ ἐδεῖτο ὑπέσχετο ποιήσειν.
私の父はこれを聞いてその言葉を喜び、彼が親切を受けたことを忘れないでいるのを褒め、彼が頼んだことをすべて行うと約束しました。
§28καὶ οὗτος μὲν μετὰ ταῦτα τὴν ἀναγωγὴν ἐποιεῖτο ὡς τοὺς στρατηγοὺς τοὺς βασιλέως, ὁ δὲ Φιλώνδας, ᾧ συνέστησεν τὸν πατέρα τὸν ἐμόν, ἐπειδὰν ἀφίκηται ἄγων τὰ ξύλα, τὸ ναῦλον παρασχεῖν, εἰς τὴν Μακεδονίαν τὴν πορείαν ἐποιεῖτο.
こうして、この者はその後、王の将軍たちのところへ出帆して行きましたが、木材を携えて到着したときには運賃を提供するよう私の父が引き合わされていたピロンダスは、マケドニアへと旅立ちました。
καὶ οὗτοι οἱ χρόνοι ἦσαν περὶ θαργηλιῶνα μῆνα ἐπʼ Ἀστείου ἄρχοντος.
そしてこの時期は、アステイオスが執政官であった年のタルゲリオン月頃のことでした。
§29τῷ δʼ ὑστέρῳ ἔτει ἀφικομένου τοῦ Φιλώνδου ἐκ τῆς Μακεδονίας ἄγοντος τὰ ξύλα, ἀποδημοῦντος τούτου παρὰ βασιλεῖ, καὶ προσελθόντος τῷ πατρὶ τῷ ἐμῷ καὶ κελεύοντος τὸ ναῦλον τῶν ξύλων παρασχεῖν, ἵνα διαλύσῃ τὸν ναύκληρον, καθάπερ οὗτος ἐδεήθη ὅτε ἐξέπλει τοῦ πατρὸς καὶ συνέστησε τὸν Φιλώνδαν, προσαγαγὼν πρὸς τὴν τράπεζαν ὁ πατὴρ ἐκέλευσε δοῦναι Φορμίωνα τὸ ναῦλον τῶν ξύλων, χιλίας ἑπτακοσίας πεντήκοντα.
しかし翌年、ピロンダスがマケドニアから木材を携えて到着したとき、この者は王のもとに外遊中でしたが、ピロンダスは私の父のところに来て、船主との決済を行うために木材の運賃を提供するよう求めました。 これは、この者が出帆する際に私の父に頼み、ピロンダスを紹介したとおりのことでした。 そこで父は、ピロンダスを銀行に伴っていき、ポルミオンに木材の運賃として1,750ドラクメを支払うよう命じました。
§30καὶ ἠρίθμησε τὸ ἀργύριον Φορμίων·
ポルミオンはその金を数えて支払い、ティモテオスが債務者であると記録しました(というのも、木材の運賃を提供するよう父に頼んだのはこの者であり、木材もこの者のものであったからです)。
καὶ ἐγράψατο μὲν ὀφείλοντα Τιμόθεον (οὗτος γὰρ ἦν ὁ δεηθεὶς τοῦ πατρὸς παρασχεῖν τὸ ναῦλον τῶν ξύλων, καὶ τούτου ἦν), ὑπόμνημα δʼ ἐγράψατο τήν τε χρείαν εἰς ἣν ἐλήφθη τὸ ἀργύριον καὶ τὸ ὄνομα τοῦ λαβόντος.
また、その金が受け取られた用途と、受け取った者の名前を覚書に記録しました。
καὶ οὗτος ὁ χρόνος ἦν Ἀλκισθένους ἄρχοντος, ὁ ὕστερος ἐνιαυτὸς ἢ οὗτος ἀνήγετο ὡς βασιλέα.
そしてこの時期は、アルキステネスが執政官の年であり、この者が王のもとに出帆した翌年のことでした。
§31ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τοῦτον καὶ Τιμοσθένης ὁ Αἰγιλιεὺς ἀφικνεῖται κατʼ ἐμπορίαν ἰδίαν ἀποδημῶν.
これとほぼ同じ時期に、アイギリア区のティモステネスが、自身の私的な交易のために外遊から戻ってきました。
ἐπιτήδειος δὲ ὢν Φορμίωνι καὶ κοινωνὸς ὁ Τιμοσθένης, ὅτʼ ἐξέπλει, δίδωσιν ἀποθεῖναι τῷ Φορμίωνι μετʼ ἄλλων χρημάτων καὶ φιάλας λυκιουργεῖς δύο.
ティモステネスはポルミオンの親しい友人であり取引相手であったため、出帆する際に、他の金銭とともに、リュキア細工の杯2個を保管してもらうためにポルミオンに預けていました。
ἀπὸ τύχης δὲ ὁ παῖς ταύτας τὰς φιάλας, οὐκ εἰδὼς ὅτι ἀλλότριαι ἦσαν, δίδωσι τῷ Αἰσχρίωνι τῷ ἀκολούθῳ τῷ τούτου, ὅτʼ ἐπέμφθη ὡς τὸν πατέρα τὸν ἐμὸν ὑπὸ τούτου, καὶ ᾐτεῖτο τὰ στρώματα καὶ τὰ ἱμάτια καὶ τὰς φιάλας, καὶ τὴν μνᾶν τοῦ ἀργυρίου ἐδανείσατο, ἀφικομένων ὡς τοῦτον Ἀλκέτου καὶ Ἰάσονος.
ところが偶然にも、使用人はそれらが他人のものであるとは知らずに、この者の従者アイスクリオンにその杯を渡してしまったのです。 それは、アルケタスとイアソンがこの者のもとに到着した際に、彼によって私の父のもとにアイスクリオンが送られ、夜具や衣類や杯を求め、さらに1ムナの金を借りたときのことでした。
§32ἀπαιτοῦντος δὲ τοῦ Τιμοσθένους τὰς φιάλας τὸν Φορμίωνα, ἐπειδὴ ἧκεν, ἀποδημοῦντος Τιμοθέου παρὰ βασιλεῖ, πείθει αὐτὸν ὁ πατὴρ ὁ ἐμὸς τιμὴν ἀπολαβεῖν τῶν φιαλῶν, ὅσον ἦγον αἱ φιάλαι, διακοσίας τριάκοντα ἑπτά.
ティモステネスが戻ってきてポルミオンに杯を返還するよう求めたとき、ティモテオスは王のもとに外遊中でしたが、私の父はティモステネスを説得し、杯の代金としてその杯の価値に等しい237ドラクメを受け取らせました。
καὶ τῷ μὲν Τιμοσθένει τιμὴν ἀπέδωκεν τῶν φιαλῶν, τοῦτον δὲ ἐγράψατο αὑτῷ ὀφείλοντα, πρὸς τὸ ἄλλο χρέως ὃ οὗτος αὐτῷ ὤφειλεν, ὃ ἀπέτεισεν τῷ Τιμοσθένει τῶν φιαλῶν.
そしてティモステネスには杯の代金を支払い、この者に対しては、彼が自分に負っていた他の債務に加えて、ティモステネスに杯の代金として支払った分を、この者が自分に負っている負債として記録しました。
§33καὶ ταῦτα πάντα ὅτι ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας, πρῶτον μὲν τῶν δόντων τὸ ἀργύριον οἷς οὗτος ἐκέλευσεν ἀπὸ τῆς τραπέζης καὶ ἐπικαθημένων τότε, ἔπειτα τοῦ ἀπολαβόντος τὴν τιμὴν τῶν φιαλῶν.
私がこれらすべてについて真実を述べていることの証拠として、これらの証言をあなたがたのために朗読させましょう。 第一に、この者が命じた者たち、および当時銀行の窓口にいた者たちで、銀行から金を支払った者たちの証言であり、第二に、杯の代金を受け取った者の証言です。
ΜΑΡΤΥΡΙΑΙ.
ὅτι μὲν τοίνυν οὐ ψεύδομαι πρὸς ὑμᾶς περὶ ὧν εἶπον, τῶν μαρτυριῶν ἀναγιγνωσκομένων ἀκηκόατε.
証言群。 さて、私があなたがたに対して言ったことについて嘘をついていないことは、証言が朗読されるのを聞いてお分かりいただけたでしょう。
ὅτι δέ μοι καὶ αὐτὸς οὗτος ὡμολόγει τὰ ξύλα τὰ κομισθέντα ὑπὸ Φιλώνδου εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ ἀνακομισθῆναι τὴν ἐν Πειραιεῖ, τούτων ὑμῖν ἀναγνώσεται τὴν μαρτυρίαν.
しかし、この者自身も、ピロンダスによって運ばれた木材がペイライエウスにある彼自身の家に運び込まれたことを認めていたこと、これらの証言をあなたがたのために朗読させましょう。
ΜΑΡΤΥΡΙΑ.
証言。