§18καὶ ταῦτα ὅτι ἀληθῆ ἐστιν, τὸν δόντα τὸ ἀργύριον Φορμίωνα ὑμῖν μάρτυρα παρέξομαι, ἐπειδὰν καὶ περὶ τοῦ ἄλλου συμβολαίου διηγήσωμαι ὑμῖν, ἵνα τῇ αὐτῇ μαρτυρίᾳ περὶ ὅλου τοῦ χρέως ἀκούσαντες εἰδῆτε ὅτι ἀληθῆ λέγω.
そして、これらが真実であることについては、他方の取引についてあなたがたに説明し終えたときに、その金を支払ったポルミオンをあなたがたに証人として提供しましょう。 それは、同じ証言によって債務全体について聞き、私が真実を言っていることをあなたがたに知ってもらうためです。
καλῶ δʼ ὑμῖν καὶ τὸν Ἀντιφάνην τὸν δανείσαντα τὸ ἀργύριον τούτῳ, τὰς χιλίας δραχμάς, ἐν Καλαυρείᾳ, καὶ παρόντα ὅτε ἀπέλαβε Φίλιππος τὸ ἀργύριον παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐνθάδε.
また、カラウレイアでこの者にその金、すなわち1,000ドラクメを貸し、ここで私の父からフィリッポスが金を受け取ったときにも立ち会っていたアンティファネスも、あなたがたの前に呼び出しましょう。
§19τοῦ μὲν γὰρ μαρτυρίαν με ἐμβαλέσθαι πρὸς τὸν διαιτητὴν παρεκρούσατο, φάσκων ἀεί μοι μαρτυρήσειν εἰς τὴν κυρίαν·
というのも、彼は私に(本番の)正式な裁判で証言すると常に言い張って、私に仲裁人の前で証言書を提出させることをはぐらかしたからです。
ἐπειδὴ δὲ ἡ δίαιτα ἦν, προσκληθεὶς ἀπὸ τῆς οἰκίας (οὐ γὰρ ἦν φανερός), ἔλιπε τὴν μαρτυρίαν πεισθεὶς ὑπὸ τούτου.
そして仲裁が行われたとき、彼は家から(出廷を)促されたものの(姿を現さなかったからです)、この者に説得されて、証言することを怠ったのです。
τιθέντος δέ μου αὐτῷ τὴν δραχμὴν τοῦ λιπομαρτυρίου κατὰ τὸν νόμον, ὁ διαιτητὴς οὐ κατεδιῄτα, ἀλλʼ ἀπιὼν ᾤχετο ἀποδιαιτήσας τούτου τὴν δίαιταν, ἑσπέρας ἤδη οὔσης.
そこで、私が法律に従って彼に証言拒否(不参告発)の1ドラクメを置いたにもかかわらず、仲裁人は彼に不利な決定を下さず、すでに夕方になっていたので、この者に有利な決定(和解)を下して立ち去ってしまいました。
§20νυνὶ δὲ τῷ Ἀντιφάνει εἴληχα βλάβης ἰδίαν δίκην, ὅτι μοι οὔτʼ ἐμαρτύρησεν οὔτʼ ἐξωμόσατο κατὰ τὸν νόμον.
しかし今、私はアンティファネスに対して、法律に従って証言もせず(不参の)宣誓除外もしなかったとして、個人的な損害賠償の訴えを起こしています。
καὶ ἀξιῶ αὐτὸν ἀναβάντα εἰπεῖν ἐναντίον ὑμῶν διομοσάμενον, πρῶτον μὲν εἰ ἐδάνεισε Τιμοθέῳ ἐν Καλαυρείᾳ χιλίας δραχμάς, δεύτερον δʼ εἰ παρὰ τοῦ πατρὸς Φίλιππος ἀπέλαβεν ἐνθάδε τοῦτο τὸ ἀργύριον.
そして、私は彼があなたがたの前に登壇し、宣誓の上で、第一にカラウレイアでティモテオスに1,000ドラクメを貸したかどうか、第二にここでフィリッポスが私の父からこの金を受け取ったかどうかを述べるよう要求します。
§21σχεδὸν μὲν οὖν καὶ αὐτὸς οὗτος ὡμολόγει πρὸς τῷ διαιτητῇ ἀποδοῦναι τῷ Φιλίππῳ τὸν πατέρα τὸν ἐμὸν τὰς χιλίας δραχμάς, οὐ μέντοι αὑτῷ γέ φησιν δανεῖσαι, ἀλλὰ τῷ Βοιωτίῳ ναυάρχῳ, καὶ ὑποθεῖναί φησιν αὐτὸν τούτου τοῦ ἀργυρίου χαλκόν.
さて、実のところ、この者自身も仲裁人の前で、私の父がフィリッポスに1,000ドラクメを支払ったことはほぼ認めていました。 しかし、自分に貸したのではなく、ボイオティアの艦隊指揮官に貸したのだと言い、その金に対して彼が青銅貨を担保に差し出したのだと言い張っています。
ὡς δὲ οὐκ ἀληθῆ ἔλεγεν, ἀλλʼ αὐτὸς δανεισάμενος ἀποστερεῖ, ἐγὼ ὑμᾶς διδάξω, ἐπειδὰν καὶ περὶ τῶν ἄλλων ὧν ὀφείλει καθʼ ἕκαστον ὑμῖν διηγήσωμαι.
しかし、彼が真実を述べておらず、自ら借りておきながら(返済を)拒んでいるのだということを、彼が負っている他の債務について個別にあなたがたに説明し終えたのちに、私は証明しましょう。
§22ἀφικομένου γὰρ Ἀλκέτου καὶ Ἰάσονος ὡς τοῦτον ἐν τῷ μαιμακτηριῶνι μηνὶ τῷ ἐπʼ Ἀστείου ἄρχοντος ἐπὶ τὸν ἀγῶνα τὸν τούτου, βοηθησόντων αὐτῷ, καὶ καταγομένων εἰς τὴν οἰκίαν τὴν ἐν Πειραιεῖ τὴν ἐν τῇ Ἱπποδαμείᾳ ἑσπέρας ἤδη οὔσης, ἀπορούμενος ὑποδέξασθαι αὐτούς, πέμψας ὡς τὸν πατέρα τὸν ἐμὸν Αἰσχρίωνα τὸν ἀκόλουθον τὸν αὑτοῦ, ἐκέλευσεν αἰτήσασθαι στρώματα καὶ ἱμάτια καὶ φιάλας ἀργυρᾶς δύο, καὶ μνᾶν ἀργυρίου δανείσασθαι.
というのも、アステイオスが執政官であった年のマイマクテリオン月に、アルケタスとイアソンが、この者の裁判を支援するためにこの者のもとに到着し、すでに夕方になって、ペイライエウスのヒッポダメイアにある彼の家に落ち着いた際、この者は彼らをもてなすことに窮し、自分の従者であるアイスクリオンを私の父のもとに送り、夜具や衣服、および2個の銀製の杯を借り、さらに1ムナの金を借りるよう命じたからです。
§23ἀκούσας δὲ ὁ πατὴρ ὁ ἐμὸς τοῦ Αἰσχρίωνος τοῦ ἀκολούθου τοῦ τούτου τούς τε ἀφιγμένους καὶ τὴν χρείαν εἰς ἣν ᾐτεῖτο, ἐφʼ ἅ τε ἦλθεν ἔχρησεν, καὶ τὴν μνᾶν τοῦ ἀργυρίου, ἣν ἐδανείζετο, ἐδάνεισεν.
私の父は、この者の従者であるアイスクリオンから、到着した人々や、彼が借入を求めた必要性について聞き、彼が求めてやって来たものを貸し出し、さらに彼が借りようとしていた1ムナの金も貸しました。
ἀπολελυμένῳ τοίνυν τῆς αἰτίας πολλὴ συνέβαινεν αὐτῷ μετὰ ταῦτα χρημάτων ἀπορία εἴς τε τὰς ἰδίας χρείας καὶ εἰς τὰς δημοσίας εἰσφοράς, ἃ ὁρῶν ὁ πατὴρ ὁ ἐμὸς οὐκ ἐτόλμα τοῦτον εὐθὺς ἀπαιτεῖν τὸ ἀργύριον·
さてその後、彼が容疑から放免されたものの、彼自身の私的な負債や公的な課税のために、多大な資金困窮が生じました。 これを見て、私の父はすぐにこの金を彼に請求する気にはなれませんでした。
§24οὔτε γὰρ ἂν τοῦτον εὐπορήσανθʼ ἡγεῖτο ἀδικῆσαι αὑτόν, οὔτʼ ἂν αὐτὸς ἀποροῦντα τοῦτον ἔχειν ὁπόθεν εἰσπράξειεν.
というのも、この者が豊かになったときに自分を欺くとは思わなかったし、また困窮している彼からどのように取り立てるべきかも分からなかったからです。
ἐπειδὴ τοίνυν ἀπῆλθον ὅ τε Ἀλκέτας καὶ ὁ Ἰάσων, τὰ μὲν στρώματα καὶ τὰ ἱμάτια πάλιν ἀπήνεγκεν ὁ Αἰσχρίων ὁ ἀκόλουθος ὁ τούτου, τὰς δὲ φιάλας τὰς δύο οὐκ ἀπήνεγκεν, ἃς ᾐτήσατο ὅτεπερ καὶ τὰ στρώματα καὶ τὴν μνᾶν τοῦ ἀργυρίου ἐδανείσατο, ἀφικομένων ὡς τοῦτον Ἀλκέτου καὶ Ἰάσονος.
さて、アルケタスとイアソンが立ち去ったとき、従者アイスクリオンは、夜具と衣服は再び持ち帰りましたが、アルケタスとイアソンが彼のもとに到着した際に、夜具や1ムナの金を借りたのとまさに同じときに借りた、2個の銀製の杯は持ち帰りませんでした。
§25μέλλων τοίνυν ἀποδημεῖν ὡς βασιλέα, καὶ διαπραξάμενος ἐκπλεῦσαι ὡς βασιλεῖ στρατηγήσων τὸν ἐπʼ Αἴγυπτον πόλεμον, ἵνα μὴ δῷ ἐνθάδε λόγον καὶ εὐθύνας τῆς στρατηγίας, μεταπεμψάμενος τὸν πατέρα τὸν ἐμὸν εἰς τὸ Παράλιον τῶν τε προϋπηργμένων εἰς αὑτὸν ἐπῄνει,
さて、彼は王(ペルシア王)のもとへ旅立とうとし、エジプト戦争の指揮を執るために王のために出帆することを取り計らいましたが、それは、ここで将軍職についての会計報告と査問を受けないようにするためでした。 彼は私の父をパラリオンに呼び出し、自分に対してこれまでなされた親切に感謝を述べ、