Humanitext Reader

狄摩西尼 · 控诉提摩太 §26-33

木材运费垫付与未归还银杯引起的债务

第 4 段,共 9 段 · 希腊语

内容简介

阿波罗多洛斯结合证言,阐明了提摩太在启程前往波斯国王处之前向帕西翁请求的木材运费支付,以及因未归还的银杯而向提摩斯泰内斯支付的赔偿金所产生的债务。

§26καὶ ἐδεῖτο αὐτοῦ συστήσας Φιλώνδαν, ἄνδρα τὸ μὲν γένος Μεγαρέα, μετοικοῦντα δʼ Ἀθήνησιν, πιστῶς δὲ τούτῳ διακείμενον καὶ ὑπηρετοῦντα ἐν ἐκείνῳ τῷ χρόνῳ, ἐπειδὰν ἀφίκηται ἐκ Μακεδονίας ὁ Φιλώνδας, ὃν συνίστη οὗτος τῷ πατρὶ τῷ ἐμῷ, ἄγων ξύλα τὰ δοθέντα τούτῳ ὑπὸ Ἀμύντου, τὸ ναῦλον τῶν ξύλων παρασχεῖν καὶ ἐᾶσαι ἀνακομίσαι τὰ ξύλα εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ τὴν ἐν Πειραιεῖ· αὑτοῦ γὰρ εἶναι τὰ ξύλα.
他还向我父亲请求,并引荐了菲隆达斯——此人出身于麦加拉,但在雅典作为外邦人居住,当时对提摩太忠心耿耿并为他效劳。 提摩太请求,当他引荐给我父亲的菲隆达斯带着阿敏塔斯赠送给他的木材从马其顿返回时,我父亲能够提供这些木材的运费,并允许将木材运到他自己在皮埃纽斯的家中,因为他说这些木材是他自己的。
§27ἅμα τε τῇ δεήσει εἶπε λόγον, ᾧ οὐκ ἀκόλουθα ποιεῖ τὰ ἔργα νυνί·
在提出请求的同时,他还说了一番话,而他现在的所作所为与此完全不符。
ἔφη γάρ, κἂν μὴ τύχῃ ὧν ἐδεῖτο τοῦ πατρός, οὐκ ὀργισθήσεσθαι ὥσπερ ἂν ἄλλος τις ἀποτυχών, ἀλλʼ ὧν αὑτῷ δεηθέντι ὑπηρέτηκεν, τούτων, ἄν ποτε δύνηται, χάριν ἀποδώσειν.
因为他说,即使他没能从我父亲那里得到他所请求的东西,他也不会像其他遭到拒绝的人那样生气,相反,对于我父亲在他请求时给予他的帮助,只要他一旦有能力,便会报答这份恩情。
ἀκούσας δὲ ὁ πατὴρ ὁ ἐμὸς ταῦτα ἥσθη τε τοῖς λόγοις, καὶ ἐπῄνει τοῦτον ὅτι μέμνηται εὖ παθών, καὶ ὅσα αὐτοῦ ἐδεῖτο ὑπέσχετο ποιήσειν.
我父亲听到这些话后非常高兴,称赞他能在接受恩惠后心存感激,并承诺会满足他提出的一切请求。
§28καὶ οὗτος μὲν μετὰ ταῦτα τὴν ἀναγωγὴν ἐποιεῖτο ὡς τοὺς στρατηγοὺς τοὺς βασιλέως, ὁ δὲ Φιλώνδας, ᾧ συνέστησεν τὸν πατέρα τὸν ἐμόν, ἐπειδὰν ἀφίκηται ἄγων τὰ ξύλα, τὸ ναῦλον παρασχεῖν, εἰς τὴν Μακεδονίαν τὴν πορείαν ἐποιεῖτο.
此后,提摩太便启程前往国王的将军们那里,而他引荐给我父亲、以便在其运载木材返回时由我父亲支付运费的菲隆达斯,则动身前往马其顿。
καὶ οὗτοι οἱ χρόνοι ἦσαν περὶ θαργηλιῶνα μῆνα ἐπʼ Ἀστείου ἄρχοντος.
这些事情发生在阿斯泰乌斯担任执政官那一年的塔尔格里翁月前后。
§29τῷ δʼ ὑστέρῳ ἔτει ἀφικομένου τοῦ Φιλώνδου ἐκ τῆς Μακεδονίας ἄγοντος τὰ ξύλα, ἀποδημοῦντος τούτου παρὰ βασιλεῖ, καὶ προσελθόντος τῷ πατρὶ τῷ ἐμῷ καὶ κελεύοντος τὸ ναῦλον τῶν ξύλων παρασχεῖν, ἵνα διαλύσῃ τὸν ναύκληρον, καθάπερ οὗτος ἐδεήθη ὅτε ἐξέπλει τοῦ πατρὸς καὶ συνέστησε τὸν Φιλώνδαν, προσαγαγὼν πρὸς τὴν τράπεζαν ὁ πατὴρ ἐκέλευσε δοῦναι Φορμίωνα τὸ ναῦλον τῶν ξύλων, χιλίας ἑπτακοσίας πεντήκοντα.
到了第二年,当菲隆达斯运着木材从马其顿返回时,提摩太当时正在国王那里外游,菲隆达斯找到我父亲,请求他提供木材的运费以便与船主结算,这正如提摩太在出航并引荐菲隆达斯时向我父亲所请求的那样。 于是我父亲带他去了银行,命令波尔米翁支付木材的运费,共计一千七百五十德拉克马。
§30καὶ ἠρίθμησε τὸ ἀργύριον Φορμίων· καὶ ἐγράψατο μὲν ὀφείλοντα Τιμόθεον (οὗτος γὰρ ἦν ὁ δεηθεὶς τοῦ πατρὸς παρασχεῖν τὸ ναῦλον τῶν ξύλων, καὶ τούτου ἦν), ὑπόμνημα δʼ ἐγράψατο τήν τε χρείαν εἰς ἣν ἐλήφθη τὸ ἀργύριον καὶ τὸ ὄνομα τοῦ λαβόντος.
波尔米翁付清了这笔钱;他一方面将提摩太记为债务人(因为是提摩太请求我父亲提供木材运费的,且木材也是提摩太的),另一方面将借出这笔钱的用途以及收款人的姓名记入了备忘录。
καὶ οὗτος ὁ χρόνος ἦν Ἀλκισθένους ἄρχοντος, ὁ ὕστερος ἐνιαυτὸς ἢ οὗτος ἀνήγετο ὡς βασιλέα.
这时是阿尔基斯泰内斯担任执政官的年份,也就是提摩太前往国王那里的第二年。
§31ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τοῦτον καὶ Τιμοσθένης ὁ Αἰγιλιεὺς ἀφικνεῖται κατʼ ἐμπορίαν ἰδίαν ἀποδημῶν.
大约在同一时间,艾吉利亚的提摩斯泰内斯也因其个人的私人贸易外游归来。
ἐπιτήδειος δὲ ὢν Φορμίωνι καὶ κοινωνὸς ὁ Τιμοσθένης, ὅτʼ ἐξέπλει, δίδωσιν ἀποθεῖναι τῷ Φορμίωνι μετʼ ἄλλων χρημάτων καὶ φιάλας λυκιουργεῖς δύο.
提摩斯泰内斯是波尔米翁的密友和合伙人,他在出航时将两个吕基亚工艺的银杯连同其他钱财一起交由波尔米翁保管。
ἀπὸ τύχης δὲ ὁ παῖς ταύτας τὰς φιάλας, οὐκ εἰδὼς ὅτι ἀλλότριαι ἦσαν, δίδωσι τῷ Αἰσχρίωνι τῷ ἀκολούθῳ τῷ τούτου, ὅτʼ ἐπέμφθη ὡς τὸν πατέρα τὸν ἐμὸν ὑπὸ τούτου, καὶ ᾐτεῖτο τὰ στρώματα καὶ τὰ ἱμάτια καὶ τὰς φιάλας, καὶ τὴν μνᾶν τοῦ ἀργυρίου ἐδανείσατο, ἀφικομένων ὡς τοῦτον Ἀλκέτου καὶ Ἰάσονος.
但偶然的是,银行的奴隶在不知道这两个银杯属于他人的情况下,将它们交给了提摩太的随从埃斯克里翁。 这正是阿凯塔斯和亚森来到提摩太那里,提摩太派埃斯克里翁找到我父亲,索取被褥、衣物和银杯,并借用一明那银子的时候。
§32ἀπαιτοῦντος δὲ τοῦ Τιμοσθένους τὰς φιάλας τὸν Φορμίωνα, ἐπειδὴ ἧκεν, ἀποδημοῦντος Τιμοθέου παρὰ βασιλεῖ, πείθει αὐτὸν ὁ πατὴρ ὁ ἐμὸς τιμὴν ἀπολαβεῖν τῶν φιαλῶν, ὅσον ἦγον αἱ φιάλαι, διακοσίας τριάκοντα ἑπτά.
当提摩斯泰内斯回来并向波尔米翁索还银杯时(此时提摩太正在国王那里外游),我父亲说服了他接受银杯的折价,即这些银杯所值的两百三十七德拉克马。
καὶ τῷ μὲν Τιμοσθένει τιμὴν ἀπέδωκεν τῶν φιαλῶν, τοῦτον δὲ ἐγράψατο αὑτῷ ὀφείλοντα, πρὸς τὸ ἄλλο χρέως ὃ οὗτος αὐτῷ ὤφειλεν, ὃ ἀπέτεισεν τῷ Τιμοσθένει τῶν φιαλῶν.
我父亲向提摩斯泰内斯支付了银杯的折价,并在提摩太欠他的其他债务之外,将他为银杯支付给提摩斯泰内斯的这笔款项记为提摩太欠自己的债务。
§33καὶ ταῦτα πάντα ὅτι ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας, πρῶτον μὲν τῶν δόντων τὸ ἀργύριον οἷς οὗτος ἐκέλευσεν ἀπὸ τῆς τραπέζης καὶ ἐπικαθημένων τότε, ἔπειτα τοῦ ἀπολαβόντος τὴν τιμὴν τῶν φιαλῶν.
为了证明我所说的这一切都是真实的,我将让书记官为你们宣誓朗读这些证言:首先是根据此人命令从银行付款的人以及当时在柜台值班的人的证言,其次是收到银杯折价款的人的证言。
ΜΑΡΤΥΡΙΑΙ. ὅτι μὲν τοίνυν οὐ ψεύδομαι πρὸς ὑμᾶς περὶ ὧν εἶπον, τῶν μαρτυριῶν ἀναγιγνωσκομένων ἀκηκόατε.
证言。 因此,关于我所说的话,你们已经通过听取宣读的证言了解到我没有对你们撒谎。
ὅτι δέ μοι καὶ αὐτὸς οὗτος ὡμολόγει τὰ ξύλα τὰ κομισθέντα ὑπὸ Φιλώνδου εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ ἀνακομισθῆναι τὴν ἐν Πειραιεῖ, τούτων ὑμῖν ἀναγνώσεται τὴν μαρτυρίαν.
然而,甚至此人自己也向我承认,由菲隆达斯运送的木材已被运往他在皮埃纽斯自己的家中,关于这一点,我将让书记官为你们宣读证言。
ΜΑΡΤΥΡΙΑ.
证言。

词汇与语法注释

  1. §26αὑτοῦ γὰρ εἶναι τὰ ξύλα — 间接引语中的不定式从句,表达提摩太的主张“木材是他自己的”,作为隶属于 ἐδεῖτο 的原因从句。
  2. §28ᾧ συνέστησεν τὸν πατέρα τὸν ἐμόν — 关系代词 ᾧ(与格)指代被引荐的人菲隆达斯,而直接宾语是 τὸν πατέρα τὸν ἐμόν(我的父亲)。随后的不定式 παρασχεῖν 表示引荐的目的或要求的内容。
  3. §32ὃ ἀπέτεισεν τῷ Τιμοσθένει τῶν φιαλῶν — 关系代词 ὃ(宾格)先行词是指向付给提摩斯泰内斯的款项(237德拉克马)。τῶν φιαλῶν 是修饰 ἀπέτεισεν 的表示价格的属格。

引用这一段

狄摩西尼, 控诉提摩太 §26-33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg049.humanitext-grc2:26-33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。