§10καὶ γίγνεται αὐτῷ θυγάτηρ ὄνομα Κλειτομάχη, ἣν ἐβουλήθη μὲν ἐκεῖνος ἀγάμῳ τῷ ἀδελφῷ ὄντι τῷ ἑαυτοῦ ἐκδοῦναι·
そして彼にクレイトマケという名の娘が生まれ、彼はその娘を、まだ独身であった自身の兄弟に嫁がせようと望みました。
ἐπειδὴ δὲ ὁ Ἀρχιάδης οὐκ ἔφη προαιρεῖσθαι γαμεῖν, ἀλλὰ καὶ τὴν οὐσίαν ἀνέμητον διὰ ταῦτα συγχωρήσας εἶναι ᾤκει καθʼ αὑτὸν ἐν τῇ Σαλαμῖνι, οὕτως ἤδη ὁ Μειδυλίδης ἐκδίδωσι τὴν αὑτοῦ θυγατέρα Ἀριστοτέλει Παλληνεῖ, τῷ πάππῳ τῷ ἐμῷ.
しかし、アルキアデスが結婚することを望まないと答え、またそのために財産を分割しないままでおくことに同意して、サラミスで一人で暮らしていたため、そうしてついにメイデュリデスは、自身の娘をパレネ区のアリストテレス、すなわち私の祖父に嫁がせたのです。
καὶ γίγνονται ἐξ αὐτοῦ υἱεῖς τρεῖς, Ἀριστόδημός τε οὑτοσὶ ὁ πατὴρ ὁ ἐμὸς καὶ Ἁβρώνιχος ὁ θεῖος καὶ Μειδυλίδης, ὃς νῦν τετελευτηκὼς τυγχάνει.
そして彼から3人の息子が生まれました。 ここにいる私の父アリストデモスと、叔父のハブロニコス、そして現在は亡くなっているメイデュリデスです。
§11καὶ ἡ μὲν τοῦ γένους ἀγχιστεία τοῦ ἡμετέρου, ἐν ᾧ ἐστιν ὁ κλῆρος, σχεδὸν οὕτως ἔχει, ὦ ἄνδρες δικασταί.
裁判員諸官、この遺産が属している私たちの家系の血縁関係は、ほぼこのようになっております。
Ἀρχιάδῃ γὰρ πρὸς ἀνδρῶν ἡμεῖς μὲν γένει ἐγγυτάτω, καὶ κατὰ τοῦτον τὸν νόμον ἀξιοῦντες τῆς ἐκείνου οὐσίας κληρονομεῖν καὶ τὸ γένος μὴ περιιδεῖν ἐξερημωθέν, ἐλάχομεν πρὸς τὸν ἄρχοντα τοῦ κλήρου·
というのも、私たちは男系においてアルキアデスに最も近い血統の者であり、この法律に従って彼の遺産を相続し、家系が絶えるのを見過ごさないよう要求して、執政官に対して遺産相続の訴えを起こしたからです。
οὗτοι δὲ ἔχοντες οὐ δικαίως τὰ χρήματα διαμεμαρτυρήκασι νυνί, τὸ μὲν ὅλον ἰσχυριζόμενοι ποιήσει, φάσκοντες δὲ καὶ συγγενεῖς εἶναι.
ところが彼らは、不当に財産を占有しておきながら、全体としては養子縁組を拠り所とし、さらには自分たちも親族であると主張して、現在のように異議申し立てを行っているのです。
§12περὶ μὲν οὖν ταύτης τῆς ποιήσεως, ὃν τρόπον ἔχει, σαφῶς ὑμᾶς ὕστερον διδάξομεν·
さて、この養子縁組がどのようなものであるかについては、後ほど皆さんに明確に説明いたします。
περὶ δὲ τοῦ γένους, ὡς οὐκ εἰσὶν ἡμῶν ἐγγυτέρω, τοῦτο δεῖ μαθεῖν ὑμᾶς.
しかし、血統に関して、彼らが私たちよりも近いわけではないということは、ぜひ知っていただかねばなりません。
ἓν μὲν οὖν ὁμολογεῖται, τὸ κρατεῖν τῶν κληρονόμων τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων·
まず一つの点として、相続においては男性および男性の子孫が優先されるということは合意されています。
ἁπλῶς γὰρ τοῖς ἐγγυτάτω πρὸς ἀνδρῶν, ὅταν μὴ παῖδες ὦσιν, ὁ νόμος τὰς κληρονομίας ἀποδίδωσιν.
なぜなら法律は、子がいない場合、単に男系において最も近い者に遺産を分配するとしているからです。
οὗτοι δʼ ἐσμὲν ἡμεῖς·
そして、それが私たちなのです。
ἄπαις μὲν γὰρ ὁ Ἀρχιάδης ὁμολογεῖται τετελευτηκέναι, τούτῳ δὲ πρὸς ἀνδρῶν ἡμεῖς ἐσμεν ἐγγυτάτω.
アルキアデスは子を遺さずに亡くなったと合意されており、私たちは彼に対して男系で最も近い親族だからです。
§13ὁ γὰρ Μειδυλίδης ἀδελφὸς ἦν τοῦ Ἀρχιάδου, τοῦ δὲ Μειδυλίδου θυγάτηρ ἡ τοῦ ἐμοῦ πατρὸς μήτηρ, ὥστε γίγνεται Ἀρχιάδης, ὑπὲρ οὗ τοῦ κλήρου τὴν ἐπιδικασίαν ποιούμεθα νυνί, θεῖος τῇ τοῦ πατρὸς τοῦ ἐμοῦ μητρὶ ἐκ πατραδέλφων, πρὸς ἀνδρῶν ἔχων τὴν συγγένειαν ταύτην καὶ οὐ πρὸς γυναικῶν.
というのも、メイデュリデスはアルキアデスの兄弟であり、そのメイデュリデスの娘が私の父の母であったからです。 したがって、現在私たちがその遺産の査定を求めているアルキアデスは、私の父の母にとって、父の兄弟にあたり、この血縁関係を女系ではなく男系において持っているのです。
Λεώστρατος δʼ οὑτοσὶ γένει τε ἀπωτέρω ἐστὶν καὶ πρὸς γυναικῶν οἰκεῖος Ἀρχιάδῃ·
他方、ここにいるレオストラトスは、血統においてより遠く、また女系においてアルキアデスと親族関係にあります。
ἡ γὰρ Λεωκράτους μήτηρ τοῦ τούτου πατρὸς ἀδελφιδῆ ἦν τῷ Ἀρχιάδῃ ἐκείνῳ καὶ τῷ Μειδυλίδῃ, ἀφʼ ὧν ἡμεῖς ὄντες ἀξιοῦμεν τῆς κληρονομίας τυχεῖν.
なぜなら、彼の父レオクラテスの母は、あのアルキアデスとメイデュリデスにとっての姪であり、私たちは彼らの子孫として、この相続権を得ることを要求しているからです。
§14πρῶτον μὲν οὖν, ὦ ἄνδρες δικασταί, τὸ γένος ἡμῶν ὅτι οὕτως ἔχει ὥσπερ καὶ λέγομεν, ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας, ἔπειτα μετὰ ταῦτα τὸν νόμον αὐτὸν τὸν τοῖς τε γένεσι καὶ τοῖς ἐγγυτάτω πρὸς ἀνδρῶν τὰς κληρονομίας ἀποδιδόντα·
それではまず、裁判員諸官、私たちの家系がまさしく私たちの言う通りであることを示すために、証言書を皆さんに朗読させ、その後に、血統および男系の最親族に相続権を与える法律そのものを朗読させます。
τὰ γὰρ κεφάλαια τοῦ ἀγῶνος, καὶ ὑπὲρ ὧν ὀμωμοκότες οἴσετε τὴν ψῆφον, σχεδόν τι ταῦτʼ ἔστιν.
というのも、これらがこの訴訟の重要点であり、皆さんが誓いのもとに票を投じる基準となる事柄だからです。
καί μοι κάλει τούς τε μάρτυρας δευρὶ καὶ τὸν νόμον ἀναγίγνωσκε.
証人をこちらに呼び、法律を朗読してください。
ΜΑΡΤΥΡΕΣ. ΝΟΜΟΣ. §15τὰ μὲν τοίνυν περὶ τὸ γένος τό τε τούτων καὶ τὸ ἡμέτερον οὕτως ἔχει, ὦ ἄνδρες δικασταί, ὥστε τοὺς ἐπιδεδειχότας ἐξ αὐτῶν τῶν μαρτυριῶν ὡς εἰσὶν γένει ἐγγυτέρω προσήκει κληρονομεῖν, καὶ μὴ τὴν τοῦ διαμαρτυρήσαντος ἀπόνοιαν κρείττω τῶν ὑμετέρων νόμων γενέσθαι.
ΜΑΡΤΥΡΕΣ. ΝΟΜΟΣ. それゆえ、裁判員諸官、彼らの家系と私たちの家系に関する事柄は以上のようになっており、証言そのものによって自分たちが血統においてより近いことを示した者が相続するのが当然であり、異議申し立てを行った者の無謀さがあなた方の法律を凌駕するようなことがあってはなりません。
καὶ γὰρ εἰ τῇ ποιήσει ἰσχυρίζονται, ἣν ὡς ἐγένετο ἡμεῖς δείξομεν, τετελευτηκότος γε τοῦ εἰσποιηθέντος δήπου ἄπαιδος καὶ τοῦ οἴκου μέχρι τῆς ἡμετέρας λήξεως ἐξηρημωμένου, πῶς οὐ προσήκει τοὺς ἐγγυτάτω γένει ὄντας, τούτους τὴν κληρονομίαν κομίσασθαι, καὶ ὑμᾶς μὴ τοῖς δυναμένοις ἄριστα παρασκευάσασθαι, ἀλλὰ τοῖς ἀδικουμένοις τῶν πολιτῶν βοηθεῖν;
というのも、たとえ彼らが養子縁組を拠り所とするにしても(それがどのようになされたかは私たちが示しますが)、養子にされた者が子を遺さずに亡くなり、私たちの相続申請に至るまでその家が途絶えていた以上、最も近い親族である者がその遺産を回収するのが当然ではないでしょうか。 そして、あなた方が助けるべきなのは、最高の根回しができる者たちではなく、市民の中で不当に扱われている者たちではないでしょうか。
§16εἰ μὲν γὰρ ἐφʼ ἡμῖν ἦν ὥστε δείξασιν τὰ περὶ τοῦ γένους καὶ τῆς διαμαρτυρίας αὐτῆς καταβῆναι καὶ μηδενὸς ἔτι πλείονος λόγου προσδεῖσθαι, σχεδόν τι τῶν μεγίστων εἰρημένων οὐκ ἂν ἠνωχλοῦμεν τὰ πλείω.
というのも、もし家系に関する事実と異議申し立てそのものを指摘しただけで、私たちが弁論を終えてこれ以上の言葉を必要としないということが、私たちの裁量において可能であったなら、最も重要な点についてはすでにほぼ述べられた以上、これ以上あなた方を煩わせることはなかったでしょう。
ἐπειδὴ δὲ οὗτοι τοῖς μὲν νόμοις οὐκ ἐνισχυριοῦνται, τῷ δὲ προειληφέναι τι τῶν πραγμάτων ἐκ τοῦ ἄνωθεν χρόνου καὶ τῷ ἐμβεβατευκέναι εἰς τὴν οὐσίαν, τούτοις τεκμηρίοις χρώμενοι φήσουσι κληρονομεῖν, ἀναγκαῖον ἴσως καὶ περὶ τούτων ἐστὶν εἰπεῖν καὶ δεῖξαι τούτους πάντων ἀνθρώπων βιαιοτάτους ὄντας.
しかし、彼らは法律を拠り所とするのではなく、昔から事柄を先占していたことや、その財産を占有したことを証拠として用いて、自分たちが相続人であると主張するでしょうから、これらのことについても語り、彼らがすべての人の中で最も乱暴な者たちであることを示すことがおそらく必要なのであります。