§1αἴτιος μέν ἐστι Λεωχάρης οὑτοσί, ὦ ἄνδρες δικασταί, τοῦ καὶ αὐτὸς κρίνεσθαι καὶ ἐμὲ νεώτερον ὄντα λέγειν ἐν ὑμῖν, ἀξιῶν κληρονομεῖν ὧν οὐ προσῆκεν αὐτῷ, καὶ ὑπὲρ τούτων ψευδῆ διαμαρτυρίαν πρὸς τῷ ἄρχοντι ποιησάμενος.
裁判員諸官、ここにいるレオカレスこそが、彼自身が裁判にかけられるとともに、まだ若い私が皆さんの前で発言することになった原因であります。 彼は、自分には何の権利もない遺産の相続を要求し、さらにこれらに関して、執政官の前で虚偽の異議申し立てを行ったからであります。
§2ἡμῖν μὲν γὰρ ἀναγκαῖον ἦν, τοῦ νόμου τὰς ἀγχιστείας τοῖς ἐγγυτάτω γένους ἀποδιδόντος, οὖσιν οἰκείοις Ἀρχιάδου τοῦ ἐξ ἀρχῆς καταλιπόντος τὸν κλῆρον, μήτε τὸν οἶκον ἐξερημωθέντα τὸν ἐκείνου περιιδεῖν μήτε τῆς οὐσίας ἑτέρους κληρονομήσαντας, οἷς οὐδʼ ὁτιοῦν προσήκει·
というのも、法律が最も近い血縁に相続権を与えている以上、そもそも最初にその遺産を遺したアルキアデスの親族である私たちにとっては、彼の家が根絶やしにされるのを黙って見過ごすことも、また彼らには何の関係もない他の者たちがその財産を相続するのを見過ごすこともできなかったからであります。
οὑτοσὶ δὲ οὔτε γόνῳ τοῦ τετελευτηκότος υἱὸς ὢν οὔτʼ εἰσποιηθεὶς κατὰ τοὺς νόμους, ὡς ἐγὼ δείξω, διαμεμαρτύρηκεν οὕτως τὰ ψευδῆ προπετῶς, ἀφαιρούμενος ἡμῶν τὴν κληρονομίαν.
ところが、この男は、亡くなった者の実子でもなく、また法律に従って養子にされたわけでもないのに(これは私が証明いたしますが)、このように軽率にも虚偽の異議申し立てを行い、私たちから相続権を奪おうとしているのです。
§3δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, βοηθῆσαι τῷ τε πατρὶ τούτῳ καὶ ἐμοί, ἐὰν λέγωμεν τὰ δίκαια, καὶ μὴ περιιδεῖν πένητας ἀνθρώπους καὶ ἀσθενεῖς καταστασιασθέντας ὑπὸ παρατάξεως ἀδίκου.
裁判員諸官、私はあなた方に、もし私たちが正義を語るなら、この父と私を助けてくださるよう、そして、不当な徒党によって貧しく無力な人間たちが圧倒されるのを黙って見過ごさないよう懇願いたします。
ἡμεῖς μὲν γὰρ ταῖς ἀληθείαις πιστεύοντες εἰσεληλύθαμεν, καὶ ἀγαπῶντες, ἄν τις ἡμᾶς ἐᾷ τῶν νόμων τυγχάνειν·
私たちは真実に信頼してここに出頭し、法が定める権利を得させてもらえるだけで十分満足しております。
οὗτοι δὲ τῇ παρασκευῇ καὶ τοῖς ἀναλώμασιν ἰσχυριζόμενοι διατετελέκασιν, εἰκότως οἶμαι·
一方、彼らは根回しと潤沢な資金力に依り頼み続けてきましたが、それも当然のことでありましょう。
ἐκ γὰρ τῶν ἀλλοτρίων ῥᾳδίως ἀναλίσκουσιν, ὥστε καὶ τοὺς συνεροῦντας ὑπὲρ αὑτῶν καὶ τοὺς μαρτυρήσοντας τὰ ψευδῆ πολλοὺς πεπορίσθαι.
他人の財産からであれば、容易に金を使うことができるからです。 それゆえ、彼らのために弁護する者や、偽証をしてくれる多くの者たちをやすやすと都合できているのです。
§4ὁ δὲ πατὴρ οὗτος (εἰρήσεται γάρ) ἅμα τῆς πενίας ἧς ὑμεῖς ἅπαντες ἴστε, καὶ τοῦ ἰδιώτης εἶναι φανερὰς ἔχων τὰς μαρτυρίας ἀγωνίζεται·
私のこの父は(あえてはっきり言いますが)、皆さんがよくご存じの貧しさと、訴訟の素人であるという明白な証拠を背負いながら闘っているのです。
διατελεῖ γὰρ ἐν Πειραιεῖ κηρύττων·
なぜなら、父はピレウスで呼び屋として働き続けているからです。
τοῦτο δʼ ἐστὶν οὐ μόνον ἀπορίας ἀνθρωπίνης τεκμήριον, ἀλλὰ καὶ ἀσχολίας τῆς ἐπὶ τὸ πραγματεύεσθαι·
これは人間の生活が困窮していることの証拠であるばかりでなく、裁判の手回しをする暇などないことの証拠でもあります。
ἀνάγκη γὰρ ἡμερεύειν ἐν τῇ ἀγορᾷ τὸν τοιοῦτον.
そのような仕事をする者は、一日中アゴラで過ごさねばならないからです。
ἃ δεῖ λογιζομένους ἐνθυμεῖσθαι ὅτι, εἰ μὴ τῷ δικαίῳ ἐπιστεύομεν, οὐκ ἄν ποτʼ εἰσήλθομεν εἰς ὑμᾶς.
これらの点を考慮され、もし私たちが自らの正しさを信じていなかったならば、決して皆さんの前に出廷することはなかったであろうということを、心に留めていただきたいのです。
§5περὶ μὲν οὖν τῶν τοιούτων καὶ προϊόντος τοῦ λόγου σαφέστερον ἀκούσεσθε·
さて、このような事柄については、弁論が進むにつれて、よりはっきりと耳にされることでしょう。
ὑπὲρ αὐτῆς δὲ τῆς διαμαρτυρίας καὶ τοῦ ἀγῶνος ἤδη νομίζω δεῖν διδάσκειν.
しかし、今は異議申し立てそのものと、この裁判の争点について説明すべき時であると考えます。
εἰ μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐκ τῆς διαμαρτυρίας αὐτῆς Λεωχάρης ἔμελλεν ἀπολογούμενος δείξειν ὡς ἔστιν υἱὸς γνήσιος Ἀρχιάδου, οὐδὲν ἂν ἔδει πολλῶν λόγων, οὐδʼ ἄνωθεν ὑμᾶς ἐξετάζειν τὸ γένος τὸ ἡμέτερον·
もし、裁判員諸官、レオカレスがその異議申し立ての内容そのものに基づいて、自分がアルキアデスの嫡出の子であることを弁明によって示すつもりであったなら、多くの言葉は必要なかったでしょうし、私たちの家系をさかのぼって検証していただく必要もなかったでしょう。
§6ἐπειδὴ δὲ τὰ μὲν διαμεμαρτυρημένα ἕτερον τρόπον ἔχει, ὁ δὲ πολὺς τοῦ λόγου τουτοισὶ ἔσται ὡς εἰσεποιήθησαν, καὶ κατὰ τὴν ἀγχιστείαν γνήσιοι ὄντες δικαίως ἂν τῆς οὐσίας κληρονομοῖεν, ἀναγκαῖον, ὦ ἄνδρες δικασταί, διὰ ταῦτα μικρῷ ἄνωθεν τὰ περὶ τοῦ γένους ὑμῖν διεξελθεῖν·
しかし、実際に申し立てられた事実はそれとは異なっており、彼らの議論の大部分は、自分たちが養子にされたということ、そして血縁関係に従えば嫡出の者として正当に財産を相続する権利があるという主張になるでしょうから、裁判員諸官、これらの理由により、私は家系に関する事柄を少しさかのぼって皆さんに詳しく説明せざるを得ません。
ἐὰν γὰρ τοῦτο σαφῶς μάθητε, οὐ μὴ παρακρουσθῆτε ὑπʼ αὐτῶν τῷ λόγῳ.
というのも、この点を明確に理解していただければ、彼らの議論によって欺かれることは決してないからです。
§7ἔστιν γὰρ ὁ μὲν ἀγὼν οὑτοσὶ κλήρου διαδικασία, ἀμφισβητεῖται δὲ παρὰ μὲν ἡμῶν κατὰ γένος ἡ ἀγχιστεία, παρὰ δὲ τούτων κατὰ ποίησιν·
この裁判は遺産の帰属を決定する手続きであり、相続権は、私たちからは血統に基づいて、彼らからは養子縁組に基づいて争われております。
ὁμολογοῦμεν δʼ ἐναντίον ὑμῶν δεῖν τὰς ποιήσεις κυρίας εἶναι, ὅσαι ἂν κατὰ τοὺς νόμους δικαίως γένωνται.
私たちは、法律に従って正当になされた養子縁組であればすべて有効であるべきだということを、皆さんの前で認めます。
ὥστε ταύτας τὰς ὑποθέσεις μεμνημένοι, ἂν δείξωσιν ὑμῖν διδόντας τοὺς νόμους αὑτοῖς ἃ διαμεμαρτυρήκασιν, ψηφίσασθε αὐτοῖς τὸν κλῆρον.
ですから、これらの前提を念頭に置いていただき、彼らが申し立てた事柄を法律が彼らに認めているのだということを証明してみせるなら、彼らに遺産を譲るよう投票してください。
§8καὶ ἐὰν ἐκ μὲν τῶν νόμων μὴ ὑπάρχῃ, δίκαια δὲ καὶ φιλάνθρωπα φαίνωνται λέγοντες, καὶ ὣς συγχωροῦμεν.
また、たとえ法律上の根拠がなかったとしても、彼らの言うことが正当で人間味あるものに見えるなら、それでも私たちは同意いたしましょう。
ἵνα δὲ εἰδῆτε ὅτι κατὰ γένος ἐγγύτατα ὄντες οὐ μόνον τούτῳ ἐνισχυριζόμεθα, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, πρῶτον μὲν ὑπὲρ αὐτοῦ τοῦ γένους ὑμᾶς διδάξομεν, ὅθεν ἐστὶν ὁ κλῆρος·
しかし、私たちが血統において最も近い親族であり、ただこの点だけを主張しているのではなく、他のすべての根拠をも拠り所にしていることを皆さんに知っていただくために、まずは遺産が本来どこに属するものか、家系そのものについて説明いたします。
νομίζω γάρ, ἂν τούτῳ τῷ μέρει τοῦ ἀγῶνος σαφῶς παρακολουθήσητε, καὶ τῶν ἄλλων ὑμᾶς οὐδενὸς ἀπολειφθήσεσθαι.
なぜなら、この裁判のこの部分を正確に理解していただければ、他のどの点についても見失うことはないと考えるからです。
§9τὸ γὰρ ἐξ ἀρχῆς, ὦ ἄνδρες δικασταί, γίγνονται Εὐθυμάχῳ τῷ Ὀτρυνεῖ υἱεῖς τρεῖς, Μειδυλίδης καὶ Ἄρχιππος καὶ Ἀρχιάδης, καὶ θυγάτηρ ᾗ ὄνομα ἦν Ἀρχιδίκη.
そもそも最初に、裁判員諸官、オトリュネ区のエウテュマコスに、メイデュリデス、アルキッポス、アルキアデスの3人の息子と、アルキディケという名の娘が生まれました。
τελευτήσαντος δὲ τοῦ πατρὸς αὐτοῖς, τὴν μὲν Ἀρχιδίκην ἐκδιδόασιν Λεωστράτῳ Ἐλευσινίῳ, αὐτῶν δὲ τριῶν ὄντων ὁ μὲν Ἄρχιππος τριηραρχῶν ἐτελεύτησεν τὸν βίον ἐν Μηθύμνῃ, ὁ δὲ Μειδυλίδης οὐ πολλῷ χρόνῳ γαμεῖ ὕστερον Μνησιμάχην Λυσίππου τοῦ Κριωέως θυγατέρα.
彼らの父親が亡くなると、彼らはアルキディケをエレウシス区のレオストラトスに嫁がせました。 3人の兄弟のうち、アルキッポスは三段櫂船の船長を務めていた際、メテュムナでその生涯を終えました。 そしてメイデュリデスは、それからまもなく、クリオア区のリュシッポスの娘ムネシマケと結婚したのです。