Humanitext Reader

狄摩西尼 · 控诉莱奥哈雷斯 §10-16

男系亲属继承权的证明与对收养主张的反驳

第 2 段,共 8 段 · 希腊语

内容简介

说话人详细阐明了自己家族在男系上是阿基阿德斯最近亲属的世系,并出示了支持该主张的证词和法律。随后,他驳斥了对方关于收养关系的宣称以及他们对财产的非法占有,并指明了接下来的辩论方向。

§10καὶ γίγνεται αὐτῷ θυγάτηρ ὄνομα Κλειτομάχη, ἣν ἐβουλήθη μὲν ἐκεῖνος ἀγάμῳ τῷ ἀδελφῷ ὄντι τῷ ἑαυτοῦ ἐκδοῦναι·
他生有一个女儿,名叫克雷托马赫。 他曾希望把她嫁给自己尚未结婚的兄弟。
ἐπειδὴ δὲ ὁ Ἀρχιάδης οὐκ ἔφη προαιρεῖσθαι γαμεῖν, ἀλλὰ καὶ τὴν οὐσίαν ἀνέμητον διὰ ταῦτα συγχωρήσας εἶναι ᾤκει καθʼ αὑτὸν ἐν τῇ Σαλαμῖνι, οὕτως ἤδη ὁ Μειδυλίδης ἐκδίδωσι τὴν αὑτοῦ θυγατέρα Ἀριστοτέλει Παλληνεῖ, τῷ πάππῳ τῷ ἐμῷ.
但由于阿基阿德斯表示不愿结婚,并因此同意财产不予分割,独自在萨拉米斯生活,于是梅迪利德斯便把自己的女儿嫁给了帕莱内区的阿里斯托特勒斯,即我的祖父。
καὶ γίγνονται ἐξ αὐτοῦ υἱεῖς τρεῖς, Ἀριστόδημός τε οὑτοσὶ ὁ πατὴρ ὁ ἐμὸς καὶ Ἁβρώνιχος ὁ θεῖος καὶ Μειδυλίδης, ὃς νῦν τετελευτηκὼς τυγχάνει.
他生有三个儿子,即坐在这里的我的父亲阿里斯托德莫斯、叔父哈布罗尼科斯以及现已去世的梅迪利德斯。
§11καὶ ἡ μὲν τοῦ γένους ἀγχιστεία τοῦ ἡμετέρου, ἐν ᾧ ἐστιν ὁ κλῆρος, σχεδὸν οὕτως ἔχει, ὦ ἄνδρες δικασταί.
审判官们,这份遗产所属的我们家族的血缘关系,大致就是这样。
Ἀρχιάδῃ γὰρ πρὸς ἀνδρῶν ἡμεῖς μὲν γένει ἐγγυτάτω, καὶ κατὰ τοῦτον τὸν νόμον ἀξιοῦντες τῆς ἐκείνου οὐσίας κληρονομεῖν καὶ τὸ γένος μὴ περιιδεῖν ἐξερημωθέν, ἐλάχομεν πρὸς τὸν ἄρχοντα τοῦ κλήρου·
因为我们在男系上是阿基阿德斯最近的亲属,根据这项法律要求继承他的遗产,不让家族绝嗣,因而向执政官提出了遗产分配的诉讼。
οὗτοι δὲ ἔχοντες οὐ δικαίως τὰ χρήματα διαμεμαρτυρήκασι νυνί, τὸ μὲν ὅλον ἰσχυριζόμενοι ποιήσει, φάσκοντες δὲ καὶ συγγενεῖς εἶναι.
然而,这些人不当地占有着财产,如今却提出了异议申诉,他们全盘指望于收养关系,并声称自己也是亲属。
§12περὶ μὲν οὖν ταύτης τῆς ποιήσεως, ὃν τρόπον ἔχει, σαφῶς ὑμᾶς ὕστερον διδάξομεν·
关于这个收养关系究竟如何,我们稍后会向你们清楚说明。
περὶ δὲ τοῦ γένους, ὡς οὐκ εἰσὶν ἡμῶν ἐγγυτέρω, τοῦτο δεῖ μαθεῖν ὑμᾶς.
但关于血统,你们必须了解,他们并不比我们更亲近。
ἓν μὲν οὖν ὁμολογεῖται, τὸ κρατεῖν τῶν κληρονόμων τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων· ἁπλῶς γὰρ τοῖς ἐγγυτάτω πρὸς ἀνδρῶν, ὅταν μὴ παῖδες ὦσιν, ὁ νόμος τὰς κληρονομίας ἀποδίδωσιν.
首先有一点是公认的:男性以及男性的后代在继承中占先;因为法律规定,在没有子女的情况下,遗产仅分配给男系中最近的亲属。
οὗτοι δʼ ἐσμὲν ἡμεῖς· ἄπαις μὲν γὰρ ὁ Ἀρχιάδης ὁμολογεῖται τετελευτηκέναι, τούτῳ δὲ πρὸς ἀνδρῶν ἡμεῖς ἐσμεν ἐγγυτάτω.
而这些人正是我们;因为大家公认阿基阿德斯去世时没有子女,而我们在男系上是他最近的亲属。
§13ὁ γὰρ Μειδυλίδης ἀδελφὸς ἦν τοῦ Ἀρχιάδου, τοῦ δὲ Μειδυλίδου θυγάτηρ ἡ τοῦ ἐμοῦ πατρὸς μήτηρ, ὥστε γίγνεται Ἀρχιάδης, ὑπὲρ οὗ τοῦ κλήρου τὴν ἐπιδικασίαν ποιούμεθα νυνί, θεῖος τῇ τοῦ πατρὸς τοῦ ἐμοῦ μητρὶ ἐκ πατραδέλφων, πρὸς ἀνδρῶν ἔχων τὴν συγγένειαν ταύτην καὶ οὐ πρὸς γυναικῶν.
因为梅迪利德斯是阿基阿德斯的兄弟,而梅迪利德斯的女儿是我父亲的母亲,因此,我们现在申请分配其遗产的阿基阿德斯,由于是她父亲的兄弟,便是我父亲母亲的叔父,他在男系上具有这种亲属关系,而不是在女系上。
Λεώστρατος δʼ οὑτοσὶ γένει τε ἀπωτέρω ἐστὶν καὶ πρὸς γυναικῶν οἰκεῖος Ἀρχιάδῃ·
然而,这里的莱奥斯特拉托斯不仅在血统上更远,而且是在女系上与阿基阿德斯有亲属关系。
ἡ γὰρ Λεωκράτους μήτηρ τοῦ τούτου πατρὸς ἀδελφιδῆ ἦν τῷ Ἀρχιάδῃ ἐκείνῳ καὶ τῷ Μειδυλίδῃ, ἀφʼ ὧν ἡμεῖς ὄντες ἀξιοῦμεν τῆς κληρονομίας τυχεῖν.
因为他的父亲莱奥克拉特斯的母亲,是那个阿基阿德斯和梅迪利德斯的侄女,而我们作为他们的后代,要求获得这一继承权。
§14πρῶτον μὲν οὖν, ὦ ἄνδρες δικασταί, τὸ γένος ἡμῶν ὅτι οὕτως ἔχει ὥσπερ καὶ λέγομεν, ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας, ἔπειτα μετὰ ταῦτα τὸν νόμον αὐτὸν τὸν τοῖς τε γένεσι καὶ τοῖς ἐγγυτάτω πρὸς ἀνδρῶν τὰς κληρονομίας ἀποδιδόντα· τὰ γὰρ κεφάλαια τοῦ ἀγῶνος, καὶ ὑπὲρ ὧν ὀμωμοκότες οἴσετε τὴν ψῆφον, σχεδόν τι ταῦτʼ ἔστιν.
那么,审判官们,首先为了向你们证明我们的家族确实如我们所说,请向你们宣读证词,在此之后,宣读将遗产分配给家族以及男系最近亲属的法律本身;因为这些几乎是诉讼的核心,也是你们发誓后投票所依据的内容。
καί μοι κάλει τούς τε μάρτυρας δευρὶ καὶ τὸν νόμον ἀναγίγνωσκε.
请为我传唤证人到这里,并宣读法律。
ΜΑΡΤΥΡΕΣ. ΝΟΜΟΣ. §15τὰ μὲν τοίνυν περὶ τὸ γένος τό τε τούτων καὶ τὸ ἡμέτερον οὕτως ἔχει, ὦ ἄνδρες δικασταί, ὥστε τοὺς ἐπιδεδειχότας ἐξ αὐτῶν τῶν μαρτυριῶν ὡς εἰσὶν γένει ἐγγυτέρω προσήκει κληρονομεῖν, καὶ μὴ τὴν τοῦ διαμαρτυρήσαντος ἀπόνοιαν κρείττω τῶν ὑμετέρων νόμων γενέσθαι.
证人。法律。因此,审判官们,关于他们和我们的家族情况确实如此,从而由那些通过证词本身证明了自己在血统上更近的人来继承才是合理的,而绝不能让提出异议申诉之人的蛮横无理压倒你们的法律。
καὶ γὰρ εἰ τῇ ποιήσει ἰσχυρίζονται, ἣν ὡς ἐγένετο ἡμεῖς δείξομεν, τετελευτηκότος γε τοῦ εἰσποιηθέντος δήπου ἄπαιδος καὶ τοῦ οἴκου μέχρι τῆς ἡμετέρας λήξεως ἐξηρημωμένου, πῶς οὐ προσήκει τοὺς ἐγγυτάτω γένει ὄντας, τούτους τὴν κληρονομίαν κομίσασθαι, καὶ ὑμᾶς μὴ τοῖς δυναμένοις ἄριστα παρασκευάσασθαι, ἀλλὰ τοῖς ἀδικουμένοις τῶν πολιτῶν βοηθεῖν;
因为即使他们指望于收养关系(我们将会指出这是如何发生的),但既然被收养者已经无子去世,且在我们的诉讼提出之前,该家族已经消亡,那么由最近的亲属收回这份遗产,难道不是理所当然的吗? 你们难道不应该去帮助那些受到不公对待的市民,而不是那些最善于进行赛前准备的人吗?
§16εἰ μὲν γὰρ ἐφʼ ἡμῖν ἦν ὥστε δείξασιν τὰ περὶ τοῦ γένους καὶ τῆς διαμαρτυρίας αὐτῆς καταβῆναι καὶ μηδενὸς ἔτι πλείονος λόγου προσδεῖσθαι, σχεδόν τι τῶν μεγίστων εἰρημένων οὐκ ἂν ἠνωχλοῦμεν τὰ πλείω.
因为如果我们可以决定,在指明了关于世系和异议申诉本身的实际情况后就结束发言,不再需要任何多余的话,那么在最重要的事情已经基本说清楚的情况下,我们也就不会再多言去打扰你们了。
ἐπειδὴ δὲ οὗτοι τοῖς μὲν νόμοις οὐκ ἐνισχυριοῦνται, τῷ δὲ προειληφέναι τι τῶν πραγμάτων ἐκ τοῦ ἄνωθεν χρόνου καὶ τῷ ἐμβεβατευκέναι εἰς τὴν οὐσίαν, τούτοις τεκμηρίοις χρώμενοι φήσουσι κληρονομεῖν, ἀναγκαῖον ἴσως καὶ περὶ τούτων ἐστὶν εἰπεῖν καὶ δεῖξαι τούτους πάντων ἀνθρώπων βιαιοτάτους ὄντας.
但是,既然这些人不打算依靠法律,而是指望用他们很久以前就占有了遗产并进入了该财产这一事实作为证据,声称自己拥有继承权,那么或许也有必要对此加以阐述,并证明他们是所有人中最蛮横无理的。

词汇与语法注释

  1. §10ἀγάμῳ τῷ ἀδελφῷ ὄντι τῷ ἑαυτοῦ — 不定式 ἐκδοῦναι(嫁给)的间接宾语(与格),带有分词 ὄν提。反身代词 ἑαυτοῦ 指代主句的主语(梅迪利德斯)。
  2. §15τετελευτηκότος γε τοῦ εἰσποιηθέντος δήπου ἄπαιδος καὶ τοῦ οἴκου ... ἐξηρημωμένου — 由连词 καὶ 连接的两组并列的属格绝对结构(genitive absolute)。第一组是 τετελευτηκότος(分词动词)+ τοῦ εἰσποιηθέντος(主语属格);第二组是 τοῦ οἴκου(主语属格)+ ἐξηρημωμένου(分词动词)。单词 ἄπαιδος 是与 τοῦ εἰσποιηθέντος 一致的属格形容词,而非主格补足语。
  3. §16εἰ μὲν γὰρ ἐφʼ ἡμῖν ἦν ὥστε ... οὐκ ἂν ἠνωχλοῦμεν — 表示与事实相反的虚拟条件句(条件从句使用未完成过去时直陈语气 ἦν,主句使用 ἄν + 未完成过去时直陈语气 ἠνωχλοῦμεν)。短语 ἐφʼ ἡμῖν εἶναι 意为“在某人的权力范围内 / 取决于某人”,其具体内容由带不定式的 ὥστε 结果从句来阐述。

引用这一段

狄摩西尼, 控诉莱奥哈雷斯 §10-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg044.humanitext-grc2:10-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。