- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg044.humanitext-grc2:10-16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
話者は自らの家系がアルキアデスに対して男系で最も近い親族であることを詳細に説明し、その事実を示す証言と法律を提示する。さらに、相手側が主張する養子縁組の不当性と不法な財産占有を批判し、今後の弁論の方向性を示す。
καὶ γίγνεται αὐτῷ θυγάτηρ ὄνομα Κλειτομάχη, ἣν ἐβουλήθη μὲν ἐκεῖνος ἀγάμῳ τῷ ἀδελφῷ ὄντι τῷ ἑαυτοῦ1 ἐκδοῦναι· ἐπειδὴ δὲ ὁ Ἀρχιάδης οὐκ ἔφη προαιρεῖσθαι γαμεῖν, ἀλλὰ καὶ τὴν οὐσίαν ἀνέμητον διὰ ταῦτα συγχωρήσας εἶναι ᾤκει καθʼ αὑτὸν ἐν τῇ Σαλαμῖνι, οὕτως ἤδη ὁ Μειδυλίδης ἐκδίδωσι τὴν αὑτοῦ θυγατέρα Ἀριστοτέλει Παλληνεῖ, τῷ πάππῳ τῷ ἐμῷ. καὶ γίγνονται ἐξ αὐτοῦ υἱεῖς τρεῖς, Ἀριστόδημός τε οὑτοσὶ ὁ πατὴρ ὁ ἐμὸς καὶ Ἁβρώνιχος ὁ θεῖος καὶ Μειδυλίδης, ὃς νῦν τετελευτηκὼς τυγχάνει.
そして彼にクレイトマケという名の娘が生まれ、彼はその娘を、まだ独身であった自身の兄弟に嫁がせようと望みました。しかし、アルキアデスが結婚することを望まないと答え、またそのために財産を分割しないままでおくことに同意して、サラミスで一人で暮らしていたため、そうしてついにメイデュリデスは、自身の娘をパレネ区のアリストテレス、すなわち私の祖父に嫁がせたのです。そして彼から3人の息子が生まれました。ここにいる私の父アリストデモスと、叔父のハブロニコス、そして現在は亡くなっているメイデュリデスです。
καὶ ἡ μὲν τοῦ γένους ἀγχιστεία τοῦ ἡμετέρου, ἐν ᾧ ἐστιν ὁ κλῆρος, σχεδὸν οὕτως ἔχει, ὦ ἄνδρες δικασταί. Ἀρχιάδῃ γὰρ πρὸς ἀνδρῶν ἡμεῖς μὲν γένει ἐγγυτάτω, καὶ κατὰ τοῦτον τὸν νόμον ἀξιοῦντες τῆς ἐκείνου οὐσίας κληρονομεῖν καὶ τὸ γένος μὴ περιιδεῖν ἐξερημωθέν, ἐλάχομεν πρὸς τὸν ἄρχοντα τοῦ κλήρου· οὗτοι δὲ ἔχοντες οὐ δικαίως τὰ χρήματα διαμεμαρτυρήκασι νυνί, τὸ μὲν ὅλον ἰσχυριζόμενοι ποιήσει, φάσκοντες δὲ καὶ συγγενεῖς εἶναι.
裁判員諸官、この遺産が属している私たちの家系の血縁関係は、ほぼこのようになっております。というのも、私たちは男系においてアルキアデスに最も近い血統の者であり、この法律に従って彼の遺産を相続し、家系が絶えるのを見過ごさないよう要求して、執政官に対して遺産相続の訴えを起こしたからです。ところが彼らは、不当に財産を占有しておきながら、全体としては養子縁組を拠り所とし、さらには自分たちも親族であると主張して、現在のように異議申し立てを行っているのです。
περὶ μὲν οὖν ταύτης τῆς ποιήσεως, ὃν τρόπον ἔχει, σαφῶς ὑμᾶς ὕστερον διδάξομεν· περὶ δὲ τοῦ γένους, ὡς οὐκ εἰσὶν ἡμῶν ἐγγυτέρω, τοῦτο δεῖ μαθεῖν ὑμᾶς. ἓν μὲν οὖν ὁμολογεῖται, τὸ κρατεῖν τῶν κληρονόμων τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων· ἁπλῶς γὰρ τοῖς ἐγγυτάτω πρὸς ἀνδρῶν, ὅταν μὴ παῖδες ὦσιν, ὁ νόμος τὰς κληρονομίας ἀποδίδωσιν. οὗτοι δʼ ἐσμὲν ἡμεῖς· ἄπαις μὲν γὰρ ὁ Ἀρχιάδης ὁμολογεῖται τετελευτηκέναι, τούτῳ δὲ πρὸς ἀνδρῶν ἡμεῖς ἐσμεν ἐγγυτάτω.
さて、この養子縁組がどのようなものであるかについては、後ほど皆さんに明確に説明いたします。しかし、血統に関して、彼らが私たちよりも近いわけではないということは、ぜひ知っていただかねばなりません。まず一つの点として、相続においては男性および男性の子孫が優先されるということは合意されています。なぜなら法律は、子がいない場合、単に男系において最も近い者に遺産を分配するとしているからです。そして、それが私たちなのです。アルキアデスは子を遺さずに亡くなったと合意されており、私たちは彼に対して男系で最も近い親族だからです。
ὁ γὰρ Μειδυλίδης ἀδελφὸς ἦν τοῦ Ἀρχιάδου, τοῦ δὲ Μειδυλίδου θυγάτηρ ἡ τοῦ ἐμοῦ πατρὸς μήτηρ, ὥστε γίγνεται Ἀρχιάδης, ὑπὲρ οὗ τοῦ κλήρου τὴν ἐπιδικασίαν ποιούμεθα νυνί, θεῖος τῇ τοῦ πατρὸς τοῦ ἐμοῦ μητρὶ ἐκ πατραδέλφων, πρὸς ἀνδρῶν ἔχων τὴν συγγένειαν ταύτην καὶ οὐ πρὸς γυναικῶν. Λεώστρατος δʼ οὑτοσὶ γένει τε ἀπωτέρω ἐστὶν καὶ πρὸς γυναικῶν οἰκεῖος Ἀρχιάδῃ· ἡ γὰρ Λεωκράτους μήτηρ τοῦ τούτου πατρὸς ἀδελφιδῆ ἦν τῷ Ἀρχιάδῃ ἐκείνῳ καὶ τῷ Μειδυλίδῃ, ἀφʼ ὧν ἡμεῖς ὄντες ἀξιοῦμεν τῆς κληρονομίας τυχεῖν.
というのも、メイデュリデスはアルキアデスの兄弟であり、そのメイデュリデスの娘が私の父の母であったからです。したがって、現在私たちがその遺産の査定を求めているアルキアデスは、私の父の母にとって、父の兄弟にあたり、この血縁関係を女系ではなく男系において持っているのです。他方、ここにいるレオストラトスは、血統においてより遠く、また女系においてアルキアデスと親族関係にあります。なぜなら、彼の父レオクラテスの母は、あのアルキアデスとメイデュリデスにとっての姪であり、私たちは彼らの子孫として、この相続権を得ることを要求しているからです。
πρῶτον μὲν οὖν, ὦ ἄνδρες δικασταί, τὸ γένος ἡμῶν ὅτι οὕτως ἔχει ὥσπερ καὶ λέγομεν, ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας, ἔπειτα μετὰ ταῦτα τὸν νόμον αὐτὸν τὸν τοῖς τε γένεσι καὶ τοῖς ἐγγυτάτω πρὸς ἀνδρῶν τὰς κληρονομίας ἀποδιδόντα· τὰ γὰρ κεφάλαια τοῦ ἀγῶνος, καὶ ὑπὲρ ὧν ὀμωμοκότες οἴσετε τὴν ψῆφον, σχεδόν τι ταῦτʼ ἔστιν. καί μοι κάλει τούς τε μάρτυρας δευρὶ καὶ τὸν νόμον ἀναγίγνωσκε. ΜΑΡΤΥΡΕΣ. ΝΟΜΟΣ. τὰ μὲν τοίνυν περὶ τὸ γένος τό τε τούτων καὶ τὸ ἡμέτερον οὕτως ἔχει, ὦ ἄνδρες δικασταί, ὥστε τοὺς ἐπιδεδειχότας ἐξ αὐτῶν τῶν μαρτυριῶν ὡς εἰσὶν γένει ἐγγυτέρω προσήκει κληρονομεῖν, καὶ μὴ τὴν τοῦ διαμαρτυρήσαντος ἀπόνοιαν κρείττω τῶν ὑμετέρων νόμων γενέσθαι. καὶ γὰρ εἰ τῇ ποιήσει ἰσχυρίζονται, ἣν ὡς ἐγένετο ἡμεῖς δείξομεν, τετελευτηκότος γε τοῦ εἰσποιηθέντος δήπου ἄπαιδος καὶ τοῦ οἴκου μέχρι τῆς ἡμετέρας λήξεως ἐξηρημωμένου,2 πῶς οὐ προσήκει τοὺς ἐγγυτάτω γένει ὄντας, τούτους τὴν κληρονομίαν κομίσασθαι, καὶ ὑμᾶς μὴ τοῖς δυναμένοις ἄριστα παρασκευάσασθαι, ἀλλὰ τοῖς ἀδικουμένοις τῶν πολιτῶν βοηθεῖν;
それではまず、裁判員諸官、私たちの家系がまさしく私たちの言う通りであることを示すために、証言書を皆さんに朗読させ、その後に、血統および男系の最親族に相続権を与える法律そのものを朗読させます。というのも、これらがこの訴訟の重要点であり、皆さんが誓いのもとに票を投じる基準となる事柄だからです。証人をこちらに呼び、法律を朗読してください。 〔証人〕〔法律〕それゆえ、裁判員諸官、彼らの家系と私たちの家系に関する事柄は以上のようになっており、証言そのものによって自分たちが血統においてより近いことを示した者が相続するのが当然であり、異議申し立てを行った者の無謀さがあなた方の法律を凌駕するようなことがあってはなりません。というのも、たとえ彼らが養子縁組を拠り所とするにしても(それがどのようになされたかは私たちが示しますが)、養子にされた者が子を遺さずに亡くなり、私たちの相続申請に至るまでその家が途絶えていた以上、最も近い親族である者がその遺産を回収するのが当然ではないでしょうか。そして、あなた方が助けるべきなのは、最高の根回しができる者たちではなく、市民の中で不当に扱われている者たちではないでしょうか。
εἰ μὲν γὰρ ἐφʼ ἡμῖν ἦν ὥστε δείξασιν τὰ περὶ τοῦ γένους καὶ τῆς διαμαρτυρίας αὐτῆς καταβῆναι καὶ μηδενὸς ἔτι πλείονος λόγου προσδεῖσθαι, σχεδόν τι τῶν μεγίστων εἰρημένων οὐκ ἂν ἠνωχλοῦμεν3 τὰ πλείω. ἐπειδὴ δὲ οὗτοι τοῖς μὲν νόμοις οὐκ ἐνισχυριοῦνται, τῷ δὲ προειληφέναι τι τῶν πραγμάτων ἐκ τοῦ ἄνωθεν χρόνου καὶ τῷ ἐμβεβατευκέναι εἰς τὴν οὐσίαν, τούτοις τεκμηρίοις χρώμενοι φήσουσι κληρονομεῖν, ἀναγκαῖον ἴσως καὶ περὶ τούτων ἐστὶν εἰπεῖν καὶ δεῖξαι τούτους πάντων ἀνθρώπων βιαιοτάτους ὄντας.
というのも、もし家系に関する事実と異議申し立てそのものを指摘しただけで、私たちが弁論を終えてこれ以上の言葉を必要としないということが、私たちの裁量において可能であったなら、最も重要な点についてはすでにほぼ述べられた以上、これ以上あなた方を煩わせることはなかったでしょう。しかし、彼らは法律を拠り所とするのではなく、昔から事柄を先占していたことや、その財産を占有したことを証拠として用いて、自分たちが相続人であると主張するでしょうから、これらのことについても語り、彼らがすべての人の中で最も乱暴な者たちであることを示すことがおそらく必要なのであります。
- 10ἀγάμῳ τῷ ἀδελφῷ ὄντι τῷ ἑαυτοῦ
不定詞 ἐκδοῦναι(嫁がせる)の間接目的語(与格)であり、分詞 ὄντι を伴っている。再帰代名詞 ἑαυτοῦ は主節の主語(メイデュリデス)を指す。
- 15τετελευτηκότος γε τοῦ εἰσποιηθέντος δήπου ἄπαιδος καὶ τοῦ οἴκου ... ἐξηρημωμένου
接続詞 καὶ によって結ばれた、並列する2つの独立属格構文。1つ目は τετελευτηκότος [動詞]+ τοῦ εἰσποιηθέντος [主語]、2つ目は τοῦ οἴκου [主語]+ ἐξηρημωμένου [動詞]。ἄπαιδος は主格の補語ではなく、属格の τοῦ εἰσποιηθέντος に呼応する属格形容詞である。
- 16εἰ μὲν γὰρ ἐφʼ ἡμῖν ἦν ὥστε ... οὐκ ἂν ἠνωχλοῦμεν
現実に反する仮定を表す反実仮想条件文(前件:直説法過去 ἦν、後件:ἄν + 直説法未完了過去 ἠνωχλοῦμεν)。ἐφʼ ἡμῖν εἶναι は「〜の裁量にある、〜次第である」を意味する慣用表現で、結果の ὥστε 節(不定詞を伴う)がその具体的な内容を説明している。
