§17τὸ γὰρ ἐξ ἀρχῆς, ὦ ἄνδρες δικασταί, ἐκδιδόασιν τὴν ἀδελφὴν τὴν ἑαυτῶν ὁ Μειδυλίδης καὶ ὁ Ἀρχιάδης Λεωστράτῳ Ἐλευσινίῳ·
そもそも、裁判員諸官、メイデュリデスとアルキアデスは、自分たちの姉妹をエレウシス区のレオストラトスに嫁がせました。
μετὰ δὲ ταῦτα ἐκ θυγατρὸς τῆς ἐκδοθείσης ἀδελφῆς ταύτης αὐτῶν γίγνεται Λεωκράτης ὁ πατὴρ Λεωστράτου τουτουί, σκέψασθε ὡς πολλοστὸς εἰς τὴν τοῦ Ἀρχιάδου συγγένειαν προσήκων, ὑπὲρ οὗ τὴν διαμαρτυρίαν πεποίηται.
その後、この嫁がされた彼らの姉妹の娘から、ここにいるレオストラトスの父であるレオクラテスが生まれます。 彼が、それについて自ら異議申し立てを行ったあのアルキアデスの親族関係において、いかに遠い血縁にあるかを考えてみてください。
τούτων δʼ οὕτως ἐχόντων ὁ μὲν Ἀρχιάδης οὐκ ἐγάμει, ὁ δὲ Μειδυλίδης ὁ ἀδελφὸς αὐτοῦ, πάππος δὲ τουτουὶ ἔγημε.
こうした状況において、アルキアデスは結婚しませんでしたが、彼の兄弟であり、ここにいる私の祖父であるメイデュリデスは結婚しました。
§18καὶ οὐδέπω τὴν οὐσίαν ἐνέμοντο, ἀλλʼ ἑκάτερος ἔχων τὰ ἱκανὰ ὁ μὲν Μειδυλίδης ἐν τῷ ἄστει διέμενεν, ὁ δὲ Ἀρχιάδης ἐν Σαλαμῖνι ᾤκει.
そして彼らはまだ財産を分割していませんでしたが、それぞれが十分なものを持ちながら、メイデュリデスは市内に留まり、アルキアデスはサラミスに住んでいました。
οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἀποδημίας τινὸς εἰς τὴν ὑπερορίαν συμβάσης τῷ Μειδυλίδῃ τῷ πάππῳ τῷ τοῦ πατρός, ἠρρώστησεν ὁ Ἀρχιάδης, καὶ τελευτᾷ τὸν βίον ἀπόντος τοῦ Μειδυλίδου ἄγαμος ὤν.
それから間もなく、私の父の祖父であるメイデュリデスが国外へ旅立っていたとき、アルキアデスは病に倒れ、メイデュリデスの不在中に、未婚のまま亡くなりました。
τί τούτου σημεῖον;
このことの証拠は何でしょうか。
λουτροφόρος ἐφέστηκεν ἐπὶ τῷ τοῦ Ἀρχιάδου τάφῳ.
アルキアデスの墓の上には、水汲み乙女の像(ルトロポロス)が立てられているのです。
§19ἐν δὲ τούτῳ τῷ καιρῷ ἔχων τὴν τῆς συγγενείας τῆς πρὸς γυναικῶν πρόφασιν Λεωκράτης ὁ τουτουὶ πατὴρ Λεωστράτου εἰσποιεῖ αὑτὸν υἱὸν τῷ Ἀρχιάδῃ, καὶ ἐνεβάτευσεν οὕτως εἰς τὴν οὐσίαν ὡς ὑπʼ ἐκείνου ζῶντος ἔτι εἰσποιηθείς.
この好機に、ここにいるレオストラトスの父レオクラテスは、女系の親族関係という口実を利用して、自分自身をアルキアデスの養子とし、アルキアデスの生前にすでに養子にされていたかのようにして財産を占有しました。
ἀφικόμενος δὲ ὁ Μειδυλίδης ἠγανάκτει τε τῷ γεγενημένῳ καὶ οἷος ἦν ἐπεξιέναι τῷ Λεωκράτει·
しかし、戻ってきたメイデュリデスはこの出来事に激怒し、レオクラテスに対して法的手段に訴えようとしました。
πειθόντων δὲ τῶν οἰκείων καὶ δεομένων ἐᾶν ἐν τῷ οἴκῳ εἶναι τὸν Λεωκράτην υἱὸν εἰσποιητὸν τῷ Ἀρχιάδῃ, συνεχώρησεν ὁ Μειδυλίδης, οὐχ ἡττηθεὶς ἐν δικαστηρίῳ, ἀλλὰ τὸ μὲν ὅλον ὑπὸ τούτων ἀπατηθείς, ἔπειτα μέντοι καὶ τοῖς οἰκείοις πειθόμενος.
ところが、親族たちが彼を説得し、レオクラテスがアルキアデスの養子としてその家に留まることを許してほしいと懇願したため、メイデュリデスは、法廷で敗訴したからではなく、全体としては彼らに欺かれ、その上さらに親族たちの説得に応じたために、これを承諾したのです。
§20καὶ ὁ μὲν Μειδυλίδης ταῦτα πράξας τελευτᾷ τὸν βίον, ὁ δὲ Λεωκράτης εἶχεν τὴν τοῦ Ἀρχιάδου οὐσίαν καὶ ἐκληρονόμει πολλὰ ἔτη ὡς ἂν ἐκείνου υἱὸς ποιητός·
そしてメイデュリデスはこのように取り計らった後に亡くなり、レオクラテスはアルキアデスの財産を所有し、彼の養子として長年にわたり相続していました。
ἡμεῖς δὲ παρὰ τὸ τὸν Μειδυλίδην ταῦτα συγχωρῆσαι ἡσυχίαν εἴχομεν.
私たちは、メイデュリデスがこれを承諾したために、何もしないままでいました。
χρόνῳ δʼ ὕστερον οὐ πολλῷ—τοῖς γὰρ μετὰ ταῦτα λόγοις ἤδη σφόδρα τὸν νοῦν προσέχετε, ὦ ἄνδρες δικασταί·
それから間もなくのことですが――裁判員諸官、これ以降の弁論には、今こそしっかりと注意を向けてください。
§21ὁ γὰρ Λεωκράτης ὁ εἰσποιητὸς γενόμενος τῷ Ἀρχιάδῃ, ἐγκαταλιπὼν τουτονὶ Λεώστρατον ἐν τῷ οἴκῳ υἱὸν γνήσιον, ἐπανῆλθεν αὐτὸς εἰς τοὺς Ἐλευσινίους, ὅθεν ἦν τὸ ἐξ ἀρχῆς.
というのも、アルキアデスの養子となったあのレオクラテスは、ここにいるレオストラトスを実子としてその家に残した上で、自身は本来の出身であったエレウシス区の人々のもとへと戻っていったからです。
καὶ οὐδʼ ἐνταῦθα οὐδέπω ἡμεῖς οὐδὲν τῶν πραγμάτων τῶν περὶ τὸν κλῆρον ἐκινοῦμεν, ἀλλʼ ἐμένομεν ἐπὶ τῶν αὐτῶν.
アンドこの時でさえ、私たちは遺産に関する事柄を何一つ動かそうとはせず、それまでと同じ状態に留まっていました。
§22πάλιν τοίνυν Λεώστρατος αὐτὸς οὑτοσί, εἰσποιητὸς ὢν υἱὸς καὶ ἐγκαταλειφθεὶς ἐν τῷ τοῦ Ἀρχιάδου οἴκῳ, ἐπανέρχεται, ὥσπερ ὁ πατὴρ αὐτοῦ, ἐπὶ τοὺς Ἐλευσινίους, ἐγκαταλιπὼν υἱὸν γνήσιον καὶ διὰ τριῶν σωμάτων κυρίαν τὴν ἐξ ἀρχῆς ποίησιν παρὰ τοὺς νόμους καταστήσας.
さらに、ここにいるレオストラトス自身も、養子としてアルキアデスの家に残されていたのですが、自分の父親と同じように、実子を残した上でエレウシス区の人々のもとへと戻っていき、三世代にわたって、法律に反して最初の養子縁組を永続的なものにしたのです。
§23πῶς γὰρ οὐ παρὰ τοὺς νόμους, ὁπότʼ εἰσποιητὸς αὐτὸς ὢν εἰσποιητοὺς υἱοὺς ἐγκαταλείπων ἐπανῄει;
なぜなら、自分自身が養子でありながら、実質的な養子となる子を残して戻っていったのですから、これがどうして法律に反していないと言えるでしょうか。
καὶ τοῦτο διατετέλεκε ποιῶν μέχρι ταύτης τῆς ἡμέρας, καὶ διὰ τούτου τοῦ τρόπου τὴν κληρονομίαν ἡμῶν ἀποστερήσειν οἴονται, ἐνεργαζόμενοι μὲν καὶ ἐμπαιδοτροφούμενοι τῇ τοῦ Ἀρχιάδου οὐσίᾳ, ἐπανιόντες δὲ ἐπὶ τὴν πατρῴαν οὐσίαν ἐκεῖθεν ἀεί, κἀκείνην μὲν ἀκέραιον φυλάττοντες, ταύτην δʼ ἀναλίσκοντες.
そして彼らは今日に至るまでこのようなことを行い続け、このような方法で私たちの相続権を奪おうと企んでいます。 彼らはアルキアデスの財産を運用し、そこで子供を育てながら、そこから常に本来の父親の財産へと立ち戻り、あちらの財産は無傷のまま維持し、こちらの財産を食い潰しているのです。
§24ἀλλʼ ὅμως τούτων τοιούτων ὄντων, ὅπερ εἶπον, ἡμεῖς ὑπεμένομεν ἅπαντα.
しかし、こうした事態であったにもかかわらず、私の言った通り、私たちはこれらすべてを耐え忍んでいました。
μέχρι τίνος;
一体いつまででしょうか。
ἕως ὁ Λεωκράτης ὁ ὑπὸ Λεωστράτου ἐν τῷ οἴκῳ τῷ Ἀρχιάδου ἐγκαταλειφθεὶς υἱὸς τετελεύτηκεν ἄπαις.
レオストラトスによってアルキアデスの家に残されていた息子レオクラテスが、子を残さずに亡くなるまでです。
τούτου δὲ ἄπαιδος τετελευτηκότος, ἀξιοῦμεν ἡμεῖς οἱ γένει ἐγγυτάτω ὄντες Ἀρχιάδῃ κληρονομεῖν τῆς οὐσίας, καὶ μὴ τῷ τετελευτηκότι τῷ αὐτῷ εἰσποιητῷ ὄντι υἱὸν εἰσποιεῖν ἐπʼ ἀποστερήσει τῶν ἡμετέρων.
彼が子を遺さずに亡くなった今、アルキアデスに血統において最も近い私たちこそがその財産を相続することを要求し、同じく養子であったあの死者に、私たちの権利を奪うためにさらに別の養子をあてがうべきではないと主張するのです。
§25εἰ μὲν γὰρ αὐτὸς ζῶν ἐποιήσατο, καίπερ ὄντος παρὰ τὸν νόμον τοῦ ἔργου, οὐκ ἀντιλέγομεν·
というのも、もし彼自身が生前に養子を取っていたなら、たとえその行為が法律に反していたとしても、私たちは反対しなかったでしょう。
ἐπειδὴ δὲ οὔτε γόνῳ ἦν αὐτῷ υἱὸς οὐδεὶς οὔτʼ ἐποιήσατο ζῶν, ὁ δὲ νόμος τοῖς ἐγγύτατα γένους τὰς κληρονομίας ἀποδίδωσι, πῶς οὐ δίκαιοί ἐσμεν ἡμεῖς τούτων μὴ ἀποστερηθῆναι κατʼ ἀμφότερα;
しかし、彼には実の子もおらず、生前に養子を取ることもなかった以上、そして法律が最も近い血縁者に遺産を配分するとしている以上、私たちが両方の理由からこれを奪われないのが当然ではないでしょうか。