§9ἦν μὲν γὰρ τὸ ἀργύριον παρὰ τῆς Πολυεύκτου δεδανεισμένος γυναικός, γράμματα δʼ ἔστιν ἃ κατέλιπεν ἀποθνῄσκουσʼ ἐκείνη, μάρτυρες δʼ οἱ τῆς γυναικὸς ἀδελφοὶ παρόντες ἅπασιν καὶ καθʼ ἕκαστον ἐπερωτῶντες, ἵνα μηδὲν δυσχερὲς ἡμῖν εἴη πρὸς ἀλλήλους.
というのも、彼はポリュウクトスの妻からその金を借りていたのであり、そして彼女が死に臨んで残した文書が存在し、また私たちの間に何も不都合が生じないようにと、すべての事柄に立ち会い、個々に問い正した妻の兄弟たちが証人として存在しているからです。
οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, καὶ σχέτλιον ἐμὲ μὲν ἁπάντων, ὧν ἢ παρὰ Πολυεύκτου ζῶντος ἦν ἐωνημένος ἢ παρὰ τῆς γυναικὸς εἶχον αὐτοῦ, καὶ τόκον τιθέναι καὶ τὴν τιμὴν ἀποδεδωκέναι, καὶ νῦν ἅπερ ὤφειλον πάντʼ εἰς τὸ κοινὸν φέρειν,
したがって、裁判員の方々、恐るべきことであり理不尽なことではありませんか、私が、存命中のポリュウクトスから購入したか、あるいは彼の妻から受け取っていたすべてのものについて、利息も計算し、代金も支払い終え、そして今、私が負っていたすべてのものを共同の遺産に持ち込んでいる一方で、この男は、皆さんの法律も、ポリュウクトスが遺言したことも、残された文書も、事情を知っている者たちのことも全く気にかけず、これらすべてに対して争うためにやって来ているというのは?
§10τοῦτον δὲ μήτε τῶν νόμων τῶν ὑμετέρων φροντίζειν μήθʼ ὧν διέθετο Πολύευκτος μήτε τῶν καταλειφθέντων γραμμάτων μήτε τῶν συνειδότων, ἀλλὰ πρὸς ἅπαντα ταῦθʼ ἥκειν ἀντιδικήσοντα;
そこで、まず私にその法律を受け取ってください。
λαβὲ δή μοι πρῶτον μὲν τὸν νόμον, ὃς οὐκ ἐᾷ τῶν ἀποτιμηθέντων ἔτι δίκην εἶναι πρὸς τοὺς ἔχοντας, ἔπειτα τὰ γράμματα τὰ καταλειφθέντα καὶ τὴν μαρτυρίαν τὴν Ἀριστογένους.
その法律は、抵当として設定されたものについて、それを保持している者に対する訴訟をこれ以上認めないものです。 次に、残された文書と、アリストゲネスの証言を。
ΝΟΜΟΣ. ΓΡΑΜΜΑΤΑ. ΜΑΡΤΥΡΙΑ.
法律。 文書。 証言。
§11βούλομαι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ περὶ τῶν ἄλλων ὧν ἐγκαλῶ καθʼ ἕκαστον ὑμᾶς διδάξαι.
そこでまた、裁判員の方々、私が告発している他の事項についても、一つずつ皆さんに説明したいと思います。
φιάλην μὲν γὰρ λαβόντες παρὰ τῆς Πολυεύκτου γυναικὸς καὶ θέντες ἐνέχυρα μετὰ χρυσίων, οὐκ ἀνενηνόχασιν κεκομισμένοι ταύτην, ὡς ὑμῖν Δημόφιλος ὁ θέμενος μαρτυρήσει·
というのも、彼らはポリュウクトスの妻から杯を受け取り、金製品とともにそれを担保に入れたのですが、それを回収したにもかかわらず返還しておらず、このことは担保を設定したデモフィロスが皆さんに証言する通りです。
σκηνὴν δʼ ἣν ἔχουσιν, οὐδέ γε ταύτην λαβόντες ἀναφέρουσιν·
また、彼らが持っている天幕も、それを受け取っておきながら返還していません。
ἄλλα δὲ πόσα τοιαῦτα;
その他にも、このようなものがどれほどあることでしょうか。
τὸ δὲ τελευταῖον εἰσενεγκούσης τῆς ἐμῆς γυναικὸς εἰς τὰ Νεμέσεια τῷ πατρὶ μνᾶν ἀργυρίου καὶ προαναλωσάσης, οὐδὲ ταύτης ἀξιοῖ συμβαλέσθαι τὸ μέρος, ἀλλὰ τὰ μὲν ἔχει προλαβών, τῶν δὲ τὰ μέρη κομίζεται, τὰ δʼ οὕτω φανερῶς οὐκ ἀποδίδωσιν.
そして最後に、私の妻が父のためのネメセイアに銀1ムナを拠出してあらかじめ支出したのに、彼はその分担額を支払おうとさえせず、それどころか、あるものはあらかじめ受け取って手元に置き、あるものはその分け前を受け取り、またあるものはこのように公然と返還しないのです。
ἵνα τοίνυν μηδὲ ταῦτʼ ᾖ παραλελειμμένα, λαβέ μοι πάντων αὐτῶν τὰς μαρτυρίας.
そこで、これらのことも見過ごされることのないよう、私にこれらすべての証言を受け取ってください。
ΜΑΡΤΥΡΙΑΙ.
証言。
§12ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς μὲν ταῦτʼ οὐδὲν ἀντερεῖ Σπουδίας (οὐδὲ γὰρ ἕξει, καίπερ δεινὸς ὤν)·
そこで、裁判員の方々、おそらくスプディアスは、これらに対しては何も反論しないでしょう(反論できないでしょう、いくら口が達者であっても)。
αἰτιάσεται δὲ Πολύευκτον καὶ τὴν γυναῖκʼ αὐτοῦ, καὶ φήσει πάντα ταῦθʼ ὑπʼ ἐμοῦ πεισθέντας καταχαρίσασθαι, καὶ νὴ Δίʼ ἕτερα πολλὰ καὶ μεγάλα βλάπτεσθαι, καὶ δίκην εἰληχέναι μοι·
しかし、彼はポリュウクトスとその妻を非難し、彼らが私に説得されてこれらすべてを好意で与えたのだと主張し、またゼウスにかけて、他にも多くて重大な不利益を被っており、私に対して訴訟を起こしたのだと言うでしょう。
ταῦτα γὰρ καὶ πρὸς τῷ διαιτητῇ λέγειν ἐπεχείρει.
というのも、彼は仲裁人の前でもこのようなことを言おうと試みていたからです。
§13ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν οὐχ ἡγοῦμαι δικαίαν εἶναι τὴν ἀπολογίαν τὴν τοιαύτην, οὐδὲ προσήκειν, ὅταν τις φανερῶς ἐξελέγχηται, μεταστρέψαντα τὰς αἰτίας ἐγκαλεῖν καὶ διαβάλλειν·
しかし、裁判員の方々、私は、第一に、そのような弁明は正当なものではなく、また、明白に罪を立証されている時に、非難の矛先をすり替えて相手を告発し中傷することは不適切であると考えます。
ἀλλʼ ἐκείνων μέν, εἴπερ ἀδικεῖται, δῆλον ὅτι δίκην λήψεται, τούτων δὲ δώσει·
そうではなく、もし彼が不当に扱われているのであれば、当然それらのことについては彼が償いを得るでしょうし、これらのことについては彼が責任を負うべきです。
πῶς γὰρ ἂν ἐγὼ νῦν ταῖς τούτων διαβολαῖς ἀντιδικοίην, ἀφεὶς ὑπὲρ ὧν ὑμεῖς μέλλετε τὴν ψῆφον οἴσειν;
というのも、皆さんが一票を投じようとしている事柄を差し置いて、どうして私が今、彼のこれらの中傷に対して抗弁できましょうか。
§14ἔπειτα θαυμάζω τί δήποτε, εἴπερ ἀληθῆ καὶ δίκαιʼ εἶχεν ἐγκαλεῖν, βουλομένων ἡμᾶς τῶν φίλων διαλύειν καὶ πολλῶν λόγων γενομένων οὐχ οἷος ἦν ἐμμένειν οἷς ἐκεῖνοι γνοῖεν.
第二に、もし彼が告発すべき真実かつ正当な根拠を持っていたのであれば、友人たちが私たちを和解させようと望み、多くの話し合いがなされた時に、どうして彼らが決定したことに従おうとしなかったのか、私は不思議に思います。
καίτοι τίνες ἂν ἄμεινον καὶ τῶν τούτου καὶ τῶν ἐμῶν ἐγκλημάτων τὰ μηδὲν ὄντʼ ἐξήλεγξαν τῶν παραγεγενημένων ἅπασι τούτοις, τῶν εἰδότων οὐδὲν ἧττον ἡμῶν τὰ γενόμενα, τῶν κοινῶν ἀμφοτέροις καὶ φίλων ὄντων;
しかしながら、これらすべての出来事に立ち会い、私たちに劣らず事の顛末を知っており、双方に共通する友人である人々以上に、彼の告発も私の告発も実体のないものであることを、誰がより良く見極めることができたでしょうか。
§15ἀλλὰ δῆλον ὅτι τούτῳ ταῦτʼ οὐκ ἐλυσιτέλει, φανερῶς ὑπʼ αὐτῶν ἐξελεγχομένῳ τοῦτον τὸν τρόπον λαβεῖν διάλυσιν·
しかし、彼にとっては、彼らによって公然と誤りを立証されることになるため、このような方法で和解することが利益にならなかったことは明らかです。
μὴ γὰρ οἴεσθʼ, ὦ ἄνδρες δικασταί, τοὺς εἰδότας ἅπαντα ταῦτα νυνὶ μὲν ὑποκινδύνους αὑτοὺς καθιστάντας ἐμοὶ μαρτυρεῖν, τότε δʼ ἂν ὀμόσαντας ἄλλο τι γνῶναι περὶ αὐτῶν.
というのも、裁判員の方々、これらすべてを知っている人々が、今は自らを危険にさらしながら私のために証言しているのに、当時は誓いを立てた上で、これらについて別の判断を下したであろうなどとは思わないでください。
οὐ μὴν ἀλλʼ εἰ καὶ μηδὲν τούτων ὑπῆρχεν ὑμῖν, οὐδʼ ὣς χαλεπόν ἐστιν γνῶναι περὶ αὐτῶν, ὁπότεροι τἀληθῆ λέγουσιν.
とはいえ、たとえこれらのことが皆さんに提示されていなかったとしても、どちらが真実を言っているのかを判断することは、それでも困難ではありません。
§16περὶ μὲν γὰρ τῆς οἰκίας, εἰ φησὶν ὑπʼ ἐμοῦ πεισθέντα Πολύευκτον προστάξαι τοὺς ὅρους στῆσαι τῶν χιλιῶν, ἀλλʼ οὐ δήπου καὶ τοὺς μάρτυρας ἔπεισα, ὦ Σπουδία, ψευδῆ μοι μαρτυρεῖν, τοὺς παραγενομένους ὅτʼ ἠγγύα μοι, τοὺς εἰδότας ἔλαττόν με κομισάμενον, τοὺς ἀκούοντας ὁμολογοῦντος ὀφείλειν ἐμοὶ συστήσαντος ἀποδοῦναι, τοὺς τὸ τελευταῖον ταῖς διαθήκαις παραγενομένους·
というのも、家については、もし彼が、ポリュウクトスが私に説得されて1000ドラクマの抵当標柱を立てるよう命じたのだと主張するとしても、まさか証人たちまでをも、スプディアスよ、私のために偽証するよう私が説得したわけではないでしょう。 彼らは、彼が私に婚約させた時に立ち会い、私が少なく受け取ったことを知っており、彼が私に対する負債を認めて返済するよう引き合わせたのを聞き、そして最後に遺言の場に立ち会った人々です。
τούτοις γὰρ ἅπασιν οὐκέτι καταχαρίσασθαι ταῦθʼ ὑπῆρχεν, ἀλλὰ κινδυνεύειν τῶν ψευδομαρτυρίων, εἰ μηδὲν τῶν γενομένων μαρτυροῖεν.
というのも、これらすべての人々にとって、もはや好意でそのようなことをすることはできず、もし事実でないことを証言すれば、偽証罪の危険に身をさらすことになるからです。
ἀφῶμεν τοίνυν τοῦτʼ ἤδη.
それでは、この件については、もうこれくらいにしましょう。