Humanitext Reader

狄摩西尼 · 控诉斯普迪亚斯 §9-16

关于斯普迪亚斯债务与拒绝调解的指控

第 2 段,共 4 段 · 希腊语

内容简介

原告指控斯普迪亚斯拖欠并占有从波留埃克托斯夫妇处借得的财产,并通过指出斯普迪亚斯曾拒绝调解以及众多证人的存在,有力地反驳了其可能提出的借口。

§9ἦν μὲν γὰρ τὸ ἀργύριον παρὰ τῆς Πολυεύκτου δεδανεισμένος γυναικός, γράμματα δʼ ἔστιν ἃ κατέλιπεν ἀποθνῄσκουσʼ ἐκείνη, μάρτυρες δʼ οἱ τῆς γυναικὸς ἀδελφοὶ παρόντες ἅπασιν καὶ καθʼ ἕκαστον ἐπερωτῶντες, ἵνα μηδὲν δυσχερὲς ἡμῖν εἴη πρὸς ἀλλήλους.
因为他曾从波留埃克托斯的妻子那里借了那笔钱,而她临终时留下了文书,还有妻子的兄弟们作为证人,他们目睹了所有这些事情并对每一项进行了盘问,以便我们之间不发生任何纠纷。
οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, καὶ σχέτλιον ἐμὲ μὲν ἁπάντων, ὧν ἢ παρὰ Πολυεύκτου ζῶντος ἦν ἐωνημένος ἢ παρὰ τῆς γυναικὸς εἶχον αὐτοῦ, καὶ τόκον τιθέναι καὶ τὴν τιμὴν ἀποδεδωκέναι, καὶ νῦν ἅπερ ὤφειλον πάντʼ εἰς τὸ κοινὸν φέρειν, §10τοῦτον δὲ μήτε τῶν νόμων τῶν ὑμετέρων φροντίζειν μήθʼ ὧν διέθετο Πολύευκτος μήτε τῶν καταλειφθέντων γραμμάτων μήτε τῶν συνειδότων, ἀλλὰ πρὸς ἅπαντα ταῦθʼ ἥκειν ἀντιδικήσοντα;
因此,审判员们,难道这不是一件可怕而令人愤慨的事吗? 对于我从活着的波留埃克托斯那里购买的,或是从他妻子那里获得的所有东西,我都计算了利息并付清了价钱,现在还把我所欠的一切带入了共同财产,而这个人却既不关心你们的法律,也不关心波留埃克托斯的遗嘱,既不关心留下的文书,也不关心那些知情者,反而来到这里对这一切进行抗辩?
λαβὲ δή μοι πρῶτον μὲν τὸν νόμον, ὃς οὐκ ἐᾷ τῶν ἀποτιμηθέντων ἔτι δίκην εἶναι πρὸς τοὺς ἔχοντας, ἔπειτα τὰ γράμματα τὰ καταλειφθέντα καὶ τὴν μαρτυρίαν τὴν Ἀριστογένους.
现在请帮我拿来法律,该法律不允许对已被作为抵当设定的事物再向持有者提起诉讼,然后拿来留下的文书和阿里斯托格内斯的证言。
ΝΟΜΟΣ. ΓΡΑΜΜΑΤΑ. ΜΑΡΤΥΡΙΑ.
法律。 文书。 证言。
§11βούλομαι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ περὶ τῶν ἄλλων ὧν ἐγκαλῶ καθʼ ἕκαστον ὑμᾶς διδάξαι.
因此,审判员们,我也想就我指控的其他事项向你们逐一说明。
φιάλην μὲν γὰρ λαβόντες παρὰ τῆς Πολυεύκτου γυναικὸς καὶ θέντες ἐνέχυρα μετὰ χρυσίων, οὐκ ἀνενηνόχασιν κεκομισμένοι ταύτην, ὡς ὑμῖν Δημόφιλος ὁ θέμενος μαρτυρήσει· σκηνὴν δʼ ἣν ἔχουσιν, οὐδέ γε ταύτην λαβόντες ἀναφέρουσιν· ἄλλα δὲ πόσα τοιαῦτα;
因为他们从波留埃克托斯的妻子那里拿走了一只银杯,并与一些金首饰一起质押,在赎回之后却没有归还,正如接受质押的德莫菲洛斯将向你们作证的那样;而他们拥有的天幕,他们拿走之后也同样没有归还;其他还有多少诸如此类的事情呢?
τὸ δὲ τελευταῖον εἰσενεγκούσης τῆς ἐμῆς γυναικὸς εἰς τὰ Νεμέσεια τῷ πατρὶ μνᾶν ἀργυρίου καὶ προαναλωσάσης, οὐδὲ ταύτης ἀξιοῖ συμβαλέσθαι τὸ μέρος, ἀλλὰ τὰ μὲν ἔχει προλαβών, τῶν δὲ τὰ μέρη κομίζεται, τὰ δʼ οὕτω φανερῶς οὐκ ἀποδίδωσιν.
而最后,我的妻子为了给父亲举办涅墨塞亚祭典而献纳了一米纳银子并垫付了费用,他甚至都不愿意分担其份额,反而有些东西他提前占有,有些东西他分得份额,而另一些东西他则如此公然地拒不归还。
ἵνα τοίνυν μηδὲ ταῦτʼ ᾖ παραλελειμμένα, λαβέ μοι πάντων αὐτῶν τὰς μαρτυρίας.
那么,为了不漏掉这些事情,请帮我拿来所有这些事情的证言。
ΜΑΡΤΥΡΙΑΙ.
证言。
§12ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς μὲν ταῦτʼ οὐδὲν ἀντερεῖ Σπουδίας (οὐδὲ γὰρ ἕξει, καίπερ δεινὸς ὤν)· αἰτιάσεται δὲ Πολύευκτον καὶ τὴν γυναῖκʼ αὐτοῦ, καὶ φήσει πάντα ταῦθʼ ὑπʼ ἐμοῦ πεισθέντας καταχαρίσασθαι, καὶ νὴ Δίʼ ἕτερα πολλὰ καὶ μεγάλα βλάπτεσθαι, καὶ δίκην εἰληχέναι μοι·
因此,审判员们,斯普迪亚斯也许对这些事情无法反驳(因为即使他很擅长辞令,也无话可说);但他会指责波留埃克托斯和他的妻子,声称他们是被我劝说而偏袒我,甚至奉宙斯之名,声称自己遭受了其他许多重大损失,并对我提起了诉讼。
ταῦτα γὰρ καὶ πρὸς τῷ διαιτητῇ λέγειν ἐπεχείρει.
因为他甚至在仲裁人面前也曾试图说这些话。
§13ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν οὐχ ἡγοῦμαι δικαίαν εἶναι τὴν ἀπολογίαν τὴν τοιαύτην, οὐδὲ προσήκειν, ὅταν τις φανερῶς ἐξελέγχηται, μεταστρέψαντα τὰς αἰτίας ἐγκαλεῖν καὶ διαβάλλειν· ἀλλʼ ἐκείνων μέν, εἴπερ ἀδικεῖται, δῆλον ὅτι δίκην λήψεται, τούτων δὲ δώσει·
但是,审判员们,首先我认为这种辩白是不公正的,也不合适,因为当一个人被显而易见地证实有罪时,不应当通过转移非难的焦点来进行指控和诽谤;相反,如果在那些事情上他确实受了委屈,显然他会得到伸冤,但在这些事情上他必须承担代价。
πῶς γὰρ ἂν ἐγὼ νῦν ταῖς τούτων διαβολαῖς ἀντιδικοίην, ἀφεὶς ὑπὲρ ὧν ὑμεῖς μέλλετε τὴν ψῆφον οἴσειν;
因为我怎么能现在去应付他的这些诽谤,而丢开你们将要投票表决的事情呢?
§14ἔπειτα θαυμάζω τί δήποτε, εἴπερ ἀληθῆ καὶ δίκαιʼ εἶχεν ἐγκαλεῖν, βουλομένων ἡμᾶς τῶν φίλων διαλύειν καὶ πολλῶν λόγων γενομένων οὐχ οἷος ἦν ἐμμένειν οἷς ἐκεῖνοι γνοῖεν.
其次,我感到奇怪的是,如果他真的有真实和正当的指控根据,那么当朋友们想要调解我们,并且进行了许多商谈时,他为什么不愿意服从他们所作出的决定。
καίτοι τίνες ἂν ἄμεινον καὶ τῶν τούτου καὶ τῶν ἐμῶν ἐγκλημάτων τὰ μηδὲν ὄντʼ ἐξήλεγξαν τῶν παραγεγενημένων ἅπασι τούτοις, τῶν εἰδότων οὐδὲν ἧττον ἡμῶν τὰ γενόμενα, τῶν κοινῶν ἀμφοτέροις καὶ φίλων ὄντων;
然而,对于他的指控和我的指控中那些虚无缥缈的事,还有谁能比目睹了所有这些事情、对发生的事并不比我们知道得少、且是双方共同朋友的那些人,更清楚地予以揭露呢?
§15ἀλλὰ δῆλον ὅτι τούτῳ ταῦτʼ οὐκ ἐλυσιτέλει, φανερῶς ὑπʼ αὐτῶν ἐξελεγχομένῳ τοῦτον τὸν τρόπον λαβεῖν διάλυσιν· μὴ γὰρ οἴεσθʼ, ὦ ἄνδρες δικασταί, τοὺς εἰδότας ἅπαντα ταῦτα νυνὶ μὲν ὑποκινδύνους αὑτοὺς καθιστάντας ἐμοὶ μαρτυρεῖν, τότε δʼ ἂν ὀμόσαντας ἄλλο τι γνῶναι περὶ αὐτῶν.
显然,这对他来说是无益的,因为通过他们以这种方式达成和解,他的行为会被公开揭露;审判员们,请不要以为,那些知道所有这些事情的人现在冒着风险为我作证,而在当时宣誓后会对此做出别的判断。
οὐ μὴν ἀλλʼ εἰ καὶ μηδὲν τούτων ὑπῆρχεν ὑμῖν, οὐδʼ ὣς χαλεπόν ἐστιν γνῶναι περὶ αὐτῶν, ὁπότεροι τἀληθῆ λέγουσιν.
然而,即使你们面前没有任何这些证据,要判断他们中哪一方说的是真话,也绝非难事。
§16περὶ μὲν γὰρ τῆς οἰκίας, εἰ φησὶν ὑπʼ ἐμοῦ πεισθέντα Πολύευκτον προστάξαι τοὺς ὅρους στῆσαι τῶν χιλιῶν, ἀλλʼ οὐ δήπου καὶ τοὺς μάρτυρας ἔπεισα, ὦ Σπουδία, ψευδῆ μοι μαρτυρεῖν, τοὺς παραγενομένους ὅτʼ ἠγγύα μοι, τοὺς εἰδότας ἔλαττόν με κομισάμενον, τοὺς ἀκούοντας ὁμολογοῦντος ὀφείλειν ἐμοὶ συστήσαντος ἀποδοῦναι, τοὺς τὸ τελευταῖον ταῖς διαθήκαις παραγενομένους·
因为关于那所房屋,如果他声称波留埃克托斯是在我的说服下下令设立那一千德拉克马的界石,斯普迪亚斯啊,难道我也说服了证人们为我作伪证吗? ——那些在他许配女儿给我时在场的人,那些知道我少收了钱的人,那些听到他承认欠我钱并引介还款的人,以及最后在立遗嘱时在场的人。
τούτοις γὰρ ἅπασιν οὐκέτι καταχαρίσασθαι ταῦθʼ ὑπῆρχεν, ἀλλὰ κινδυνεύειν τῶν ψευδομαρτυρίων, εἰ μηδὲν τῶν γενομένων μαρτυροῖεν.
因为对所有人来说,他们不能再出于人情做这种事,而是如果不就发生的事实作证,就会面临伪证罪的危险。
ἀφῶμεν τοίνυν τοῦτʼ ἤδη.
那么,我们现在就放下这件事吧。

词汇与语法注释

  1. §9ἦν μὲν γὰρ τὸ ἀργύριον παρὰ τῆς Πολυεύκτου δεδανεισμένος γυναικός — 这是由动词 `δανείζομαι`(借入,`δανείζω`“贷出”的中动语态)的完了被动分词 `δεδανεισμένος` 与未完成过去时系动词 `ἦν` 结合而成的过去完了时迂回结构。它表示以斯普迪亚斯为主语的主动意义“曾借了(钱)”。
  2. §9οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, καὶ σχέτλιον ἐμὲ μὲν ... τοῦτον δὲ ... — 这是一个带有对比性 `ἐμὲ μὲν ...` 和 `τοῦτον δὲ ...` 的对格不定式(AcI)结构,作为非人称判断形容词 `δεινόν`(可怕的)和 `σχέτλιον`(愤慨的)的补充成分。该句一直延续到§10的 `ἀντιδικήσοντα;`,构成一个宏大的感叹与谴责的修辞结构。
  3. §11φιάλην μὲν γὰρ λαβόντες ... οὐκ ἀνενηνόχασιν — 复数主格分词 `λαβόντες` 和主动动词 `ἀνενηνόχασιν`(完了主动第三人称复数)的主语在原文中并未明确给出,但从上下文来看,是指斯普迪亚斯及其妻子(或斯普迪亚斯一家)。
  4. §14τίνες ἂν ἄμεινον ... ἐξήλεγξαν — 疑问代词 `τίνες` 与助词 `ἄν` 及不定过去时直陈语气 `ἐξήλεγξαν` 结合,构成过去可能性或虚拟语气结构(“谁能更好地揭露……[没有人能]”)。

引用这一段

狄摩西尼, 控诉斯普迪亚斯 §9-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg041.humanitext-grc2:9-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。