Humanitext Reader

デモステネス · 第四十一弁論 スプディアスへの抗弁 §1-8

ポリュウクトスの遺産と持参金を巡る紛争の経緯

1 / 4 箇所 · ギリシア語

要旨

原告が、義理の兄弟であるスプディアスとの間で、亡き義父ポリュウクトスの遺産(未払いの持参金、抵当不動産、その他の負債)を巡って争っている背景と経緯を説明する。

§1ἀδελφὰς ἔχομεν, ὦ ἄνδρες δικασταί, γυναῖκας ἐγὼ καὶ Σπουδίας οὑτοσί, Πολυεύκτου θυγατέρας.
私たち、すなわち私とここにいるスプディアスは姉妹を妻として持っています、裁判員の方々。 彼女らはポリュウクトスの娘たちです。
ἄπαιδος δʼ ἐκείνου τελευτήσαντος ἀρρένων παίδων, ἀναγκάζομαι πρὸς τουτονὶ περὶ τῶν καταλειφθέντων δικάζεσθαι.
彼が男子の子供なく亡くなったため、私はここにいる男に対して遺産を巡って裁判を起こさざるを得なくなっています。
καὶ εἰ μέν, ὦ ἄνδρες δικασταί, μὴ πᾶσαν σπουδὴν καὶ προθυμίαν ἐποιησάμην βουλόμενος διαλύεσθαι καὶ τοῖς φίλοις ἐπιτρέπειν, ἐμαυτὸν ἂν ᾐτιώμην, εἰ μᾶλλον ᾑρούμην δίκας καὶ πράγματʼ ἔχειν ἢ μίκρʼ ἐλαττωθεὶς ἀνέχεσθαι·
そして、裁判員の方々、もし私が和解することを望み、また友人たちに仲裁を委ねようとして、あらゆる熱意と努力を尽くさなかったのであれば、わずかな損失を甘んじて受けるよりも、裁判を起こして厄介ごとを抱えることを選んだとして、私自身を責めたことでしょう。
§2νῦν δʼ ὅσῳ πραότερον ἐγὼ καὶ φιλανθρωπότερον τούτῳ διελεγόμην, τοσούτῳ μᾶλλόν μου κατεφρόνει.
しかし実際には、私が彼に対して優しく友好的に話し合えば話し合うほど、それだけ彼は私を軽蔑したのです。
καὶ νῦν κινδυνεύω μὲν οὐδὲν ὁμοίως τούτῳ πρὸς τουτονὶ τὸν ἀγῶνʼ ἔχειν, ἀλλʼ οὗτος μὲν ῥᾳδίως φέρει πολλάκις εἰθισμένος ἐνταῦθʼ εἰς ὑμᾶς παριέναι, ἐγὼ δʼ αὐτὸ τοῦτο φοβοῦμαι, μὴ διὰ τὴν ἀπειρίαν οὐ δυνηθῶ δηλῶσαι περὶ τῶν πραγμάτων ὑμῖν·
そして今、私はこの裁判に対して彼とまったく同じような状態で臨んでいるわけではありません。 というのも、彼は、何度も皆さんの前に出てくることに慣れているので、これを平気で受け止めていますが、私はまさにこのこと、すなわち経験不足のために皆さんに事の顛末を説明できないのではないかと恐れているのです。
ὅμως δʼ, ὦ ἄνδρες δικασταί, προσέχετε τὸν νοῦν.
しかしながら、裁判員の方々、どうか注意を向けてください。
§3Πολύευκτος γὰρ ἦν τις Θριάσιος, ὃν ἴσως οὐδʼ ὑμῶν τινες ἀγνοοῦσιν.
というのも、トゥリア教区のポリュウクトスという者がおりまして、おそらく皆さんの何人かもご存じのことでしょう。
οὗτος ὁ Πολύευκτος, ἐπειδὴ οὐκ ἦσαν αὐτῷ παῖδες ἄρρενες, ποιεῖται Λεωκράτη τὸν ἀδελφὸν τῆς ἑαυτοῦ γυναικός.
このポリュウクトスは、自分に男子がいなかったので、妻の兄弟であるレオクラテスを養子に迎えました。
οὐσῶν δʼ αὐτῷ δύο θυγατέρων ἐκ τῆς τοῦ Λεωκράτους ἀδελφῆς, τὴν μὲν πρεσβυτέραν ἐμοὶ δίδωσιν καὶ τετταράκοντα μνᾶς προῖκα, τὴν δὲ νεωτέραν τῷ Λεωκράτει.
そしてレオクラテスの姉妹(すなわち自分の妻)との間に二人の娘がいたので、長女を私に、持参金40ムナとともに与え、次女をレオクラテスに与えました。
§4τούτων δʼ οὕτως ἐχόντων, διαφορᾶς γενομένης τῷ Πολυεύκτῳ πρὸς τὸν Λεωκράτη, περὶ ἧς οὐκ οἶδʼ ὅ τι δεῖ λέγειν, ἀφελόμενος ὁ Πολύευκτος τὴν θυγατέρα δίδωσι Σπουδίᾳ τουτῳί.
このような状況のもとで、ポリュウクトスとレオクラテスの間に不和が生じ(これについて私が何を言うべきか分かりませんが)、ポリュウクトスは娘を引き離し、ここにいるスプディアスに与えました。
μετὰ δὲ ταῦτʼ ἠγανάκτει θʼ ὁ Λεωκράτης, καὶ δίκας ἐλάγχανε Πολυεύκτῳ καὶ τουτῳὶ Σπουδίᾳ, καὶ περὶ πάντων ἠναγκάζοντʼ εἰς λόγον καθίστασθαι.
これに続いて、レオクラテスは憤慨し、ポリュウクトスとここにいるスプディアスを相手に裁判を起こし、あらゆる点について彼らは話し合いの場に引き出されることになりました。
καὶ τὸ τελευταῖον διελύθησαν, ἐφʼ ᾧτε κομισάμενον τὸν Λεωκράτην ἅπερ ἦν εἰς τὴν οὐσίαν εἰσενηνεγμένος, μήτε κακόνουν εἶναι τῷ Πολυεύκτῳ, τῶν τε πρὸς ἀλλήλους ἐγκλημάτων ἀπηλλάχθαι πάντων.
そして最終的に彼らは、レオクラテスがその財産に持ち込んでいたものをすべて受け取ることを条件として、彼がポリュウクトスに悪意を抱かないこと、また互いに対する告訴をすべて免除することで和解しました。
§5τίνος οὖν ἕνεχʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ταῦτʼ εἶπον;
では、裁判員の方々、なぜ私はこれらのことを申し上げたのでしょうか。
ὅτι τὴν προῖκʼ οὐ κομισάμενος ἅπασαν, ἀλλʼ ὑπολειφθεισῶν χιλίων δραχμῶν καὶ ὁμολογηθεισῶν ἀπολαβεῖν ὅταν Πολύευκτος ἀποθάνῃ, ἕως μὲν ὁ Λεωκράτης ἦν κληρονόμος τῶν Πολυεύκτου, πρὸς ἐκεῖνον ἦν μοι τὸ συμβόλαιον·
なぜなら、私は持参金すべてを受け取ったわけではなく、1000ドラクマが未払いとなっており、ポリュウクトスが死んだ時にそれを受け取ることが合意されていたため、レオクラテスがポリュウクトスの相続人であった間は、私の契約相手は彼でした。
ἐπειδὴ δʼ ὅ τε Λεωκράτης ἐξεκεχωρήκει ὅ τε Πολύευκτος μοχθηρῶς εἶχεν, τηνικαῦτʼ, ὦ ἄνδρες δικασταί, τὴν οἰκίαν ταύτην ἀποτιμῶμαι πρὸς τὰς δέκα μνᾶς, ἐξ ἧς διακωλύει με τὰς μισθώσεις κομίζεσθαι Σπουδίας.
しかし、レオクラテスが去り、ポリュウクトスが病に倒れると、その時、裁判員の方々、私はこの家をその10ムナの抵当として設定したのですが、スプディアスはその家から私が賃料を受け取るのを妨害しているのです。
§6πρῶτον μὲν οὖν ὑμῖν μάρτυρας παρέξομαι τοὺς παραγενομένους ὅτʼ ἠγγύα μοι Πολύευκτος τὴν θυγατέρʼ ἐπὶ τετταράκοντα μναῖς·
そこでまず、ポリュウクトスが私に40ムナの持参金とともに娘を婚約させた時に立ち会った証人たちを、皆さんの前に提示いたします。
ἔπειθʼ ὡς ἔλαττον ταῖς χιλίαις ἐκομισάμην·
次に、私が1000ドラクマ少なく受け取ったことの証人を。
ἔτι δʼ ὡς ἅπαντα τὸν χρόνον ὀφείλειν ὡμολόγει μοι Πολύευκτος, καὶ τὸν Λεωκράτην συνέστησε, καὶ ὡς τελευτῶν διέθεθʼ ὅρους ἐπιστῆσαι χιλίων δραχμῶν ἐμοὶ τῆς προικὸς ἐπὶ τὴν οἰκίαν.
さらに、ポリュウクトスが常に私に対する負債を認めており、レオクラテスを引き合わせたことの証人を。 そして彼が死に臨んで、私の持参金のうち1000ドラクマのために、その家に抵当の標柱を立てるよう遺言したことの証人を。
καί μοι κάλει τοὺς μάρτυρας.
私に証人たちを呼んでください。
ΜΑΡΤΥΡΕΣ. §7ἓν μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, τοῦτʼ ἔστιν ὧν ἐγκαλῶ Σπουδίᾳ.
ΜΑΡΤΥΡΕΣ. 裁判員の方々、これが私がスプディアスを告発する事項の一つです。
καὶ περὶ τούτου τί ἂν ἔτι μεῖζον ἢ ἰσχυρότερον ἔχων εἰς ὑμᾶς κατέστην ἢ τὸν νόμον, ὃς οὐκ ἐᾷ διαρρήδην, ὅσα τις ἀπετίμησεν, εἶναι δίκας, οὔτʼ αὐτοῖς οὔτε τοῖς κληρονόμοις;
これに関して、法律以外にこれ以上重大で強力な根拠を皆さんの前に示すことができたでしょうか。 その法律は、誰かが抵当として設定したものについては、本人たちに対してもその相続人に対しても、いかなる訴訟も起こすことを明文で禁じているのです。
ἀλλʼ ὅμως πρὸς τοῦτο τὸ δίκαιον ἥκει Σπουδίας ἀμφισβητήσων.
それにもかかわらず、スプディアスはこの正当な権利に対して争うためにやって来たのです。
§8ἕτερον δʼ, ὦ ἄνδρες δικασταί, δύο μὲν μνᾶς, ἃς ἐμαρτύρησεν Ἀριστογένης ἐγκαλεῖν ἀποθνῄσκοντα Πολύευκτον ὀφειλομένας αὑτῷ παρὰ Σπουδίᾳ καὶ τὸν τόκον (τοῦτο δʼ ἐστὶν οἰκέτου τιμή, ὃν ἐωνημένος οὗτος παρὰ τοῦ Πολυεύκτου, τὴν τιμὴν οὔτʼ ἐκείνῳ διέλυσεν οὔτε νῦν εἰς τὸ κοινὸν ἀνενήνοχεν), ὀκτακοσίας δὲ καὶ χιλίας, περὶ ὧν οὐδʼ ἔγωγʼ οἶδα τί ποθʼ ἕξει δίκαιον λέγειν.
裁判員の方々、もう一つの事項は、アリストゲネスが証言したところによれば、死に臨んだポリュウクトスが、スプディアスに自分に対して支払う義務があるとして請求していた2ムナとその利息です(これは召使いの代金であり、スプディアスがポリュウクトスから購入したものの、その代金を彼に支払うこともせず、今なお共同遺産に組み入れてもいないものです)。 そして1800ドラクマがあり、これについては私自身、彼がどのような正当な弁明をしうるのか見当もつきません。

語釈・文法注

  1. §1ἄπαιδος δʼ ἐκείνου τελευτήσαντος ἀρρένων παίδων — 属格独立分詞構文。ἐκείνου が主語で、ἄπαιδος は「〜がない」を意味する形容詞として ἀρρένων παίδων(属格)を支配している。
  2. §1εἰ μᾶλλον ᾑρούμην δίκας καὶ πράγματʼ ἔχειν ἢ μίκρʼ ἐλαττωθεὶς ἀνέχεσθαι — 直説法未完了過去を用いた反実仮想条件節。主節の ἐμαυτὸν ἂν ᾐτιώμην(未完了過去+ἄν)と呼応し、「もし(実際とは異なり)〜することを選んでいたならば」という過去の反実仮想を表す。
  3. §4ἐφʼ ᾧτε κομισάμενον τὸν Λεωκράτην — 条件を表す ἐφʼ ᾧτε +不定詞(εἶναι, ἀπηλλάχθαι)構文。τὸν Λεωκράτην は不定詞の意味上の主語(対格)であり、分詞 κομισάμενον はそれに一致している。
  4. §5ὅτι τὴν προῖκʼ οὐ κομισάμενος ἅπασαν — 疑問文「なぜ言ったのか」に対する答えとして ὅτι(〜だからだ)で始まっているが、文は ὅτι 直後に分詞構文(οὐ κομισάμενος...)や独立分詞(ὑπολειφθεισῶν...)を挟んで、主節 ἕως μὲν ... πρὸς ἐκεῖνον ἦν μοι τὸ συμβόλαιον に続く。
  5. §8δύο μὲν μνᾶς... ὀκτακοσίας δὲ καὶ χιλίας — これらは §8 の文頭にある ἕτερον δʼ(もう一つのこと)に同格または動詞の目的語的に配置されている対格。文全体の構造は緩やかで、これらが直接何に係るかというよりは、告発内容の箇条書きとして対格で提示されている。

この箇所を引用する

デモステネス, 第四十一弁論 スプディアスへの抗弁 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg041.humanitext-grc2:1-8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。