§17πρὸς ἐκεῖνο δὲ τί ἂν λέγοις;
これに対して、お前は何と言うつもりか。
ἀκριβῶς γὰρ ὅπως τούτους διδάξεις·
彼らに正確に説明するがよい。
εἰ δὲ μή, πάντες ὑμεῖς ἀπαιτεῖτʼ αὐτόν.
さもなければ、裁判員の皆さんが彼に説明を要求してください。
ὅτε γὰρ Πολύευκτος διετίθετο ταῦτα, παρῆν μὲν ἡ τούτου γυνή, καὶ δῆλον ὅτι τὰς τοῦ πατρὸς διαθήκας ἀνήγγειλεν, ἄλλως τʼ εἰ καὶ μηδὲν ἴσον εἶχεν ἀλλʼ ἐν ἅπασιν ἠλαττοῦτο, παρεκλήθη δʼ αὐτὸς οὗτος, ὥστε μηδὲ τοῦτʼ εἶναι λέγειν, ὡς λάθρᾳ καὶ διακρυψάμενοι τούτους ἐπράττομεν ταῦτα·
というのも、ポリュウクトスがこれらの遺言を行っていた時、この男の妻がその場に立ち会っており、父親の遺言を彼に報告したことは明らかだからです。 とりわけ、彼女に何ら平等な配分がなく、すべての点で不利益を被っていたとすれば、なおさらです。 さらに、この男自身も招かれていたので、「私たちが彼らに隠れて秘密裏にこれらのことを行った」などと言う余地もありません。
παρακαλούμενος γὰρ ἔφησεν αὐτὸς μὲν ἀσχολίαν ἄγειν, τὴν δὲ γυναῖκʼ ἐξαρκεῖν τὴν αὑτοῦ παροῦσαν.
というのも、招かれた際、彼は自分自身は忙しいが、自分の妻が立ち会えば十分であると答えたからです。
§18τί ἔτι λοιπόν;
他になにが残されているでしょうか。
ἀπαγγείλαντος Ἀριστογένους αὐτῷ περὶ ἁπάντων τούτων ἀκριβῶς, οὐδʼ ἐνταῦθʼ οὐδένα φαίνεται λόγον ποιησάμενος, ἀλλʼ ἐπιβιόντος μετὰ ταῦτα τοῦ Πολυεύκτου πλέον ἢ πένθʼ ἡμέρας, οὔτʼ ἠγανάκτησεν εἰσελθὼν οὔτʼ ἀντεῖπεν οὐδέν, οὐδʼ ἡ γυνή, παροῦσʼ ἐξ ἀρχῆς ἅπασιν τούτοις.
アリストゲネスが彼にこれらすべてについて正確に報告したとき、そこでも彼は何一つ意義を申し立てなかったようで、さらにその後ポリュウクトスが5日以上生き長らえた間も、家に入って憤慨することも、反論することもありませんでした。 最初からこれらすべてに立ち会っていた妻も同様です。
ὥστʼ οὐκέτι Πολύευκτος αὐτὰ πεισθεὶς ἐμοὶ κατεχαρίζετο, ὡς ἔοικεν, ἀλλʼ ὑμεῖς αὐτοί.
したがって、どうやらポリュウクトスが私に説得されてこれらを好意で与えたのではなく、あなたがた自身が認めたのです。
ταῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, μεμνημένοι σαφῶς, ἐὰν ἄρα τι περὶ αὐτῶν ἐγχειρῇ νυνὶ διαβάλλειν, ἀντίθετε.
裁判員の方々、ですからこれらのことを明確に覚えておき、もし彼が今それらについて何か中傷を試みたら、これらを対抗させて突き返してください。
πρῶτον δʼ ἵνʼ εἰδῆτʼ ἀκριβῶς ὅτι τοῦτον τὸν τρόπον ἔχει, τῶν μαρτύρων ἀκούσατε.
しかし、まず、事態がこのようになっていることを正確に知っていただくために、証人たちの証言をお聞きください。
λέγε. ΜΑΡΤΥΡΕΣ.
書面を読んでください。
§19οὐκοῦν, ὦ ἄνδρες δικασταί, τῶν μὲν χιλίων δραχμῶν ὡς δικαίως καὶ προσοφειλομένων ἀπετίμησέ μοι τὴν οἰκίαν ὁ Πολύευκτος, αὐτὸς οὗτός μοι μαρτυρεῖ καὶ ἡ τούτου γυνὴ πρὸς τοῖς ἄλλοις τούτοις τοῖς μεμαρτυρηκόσι, συγχωροῦντες τότε καὶ οὔτε πρὸς τὸν Πολύευκτον ἀντειπόντες ἐπιβιόντα τοσαύτας ἡμέρας, οὔτε πρὸς τὸν Ἀριστογένη, ἐπεὶ τάχιστʼ ἤκουσαν.
したがって、裁判員の方々、1000ドラクマについて、それが正当にまた追加で債務があるものとしてポリュウクトスが私に家を担保として設定したということは、すでに証言した他の人々に加えて、この男自身と彼の妻が私に対して証言していることになります。 というのも、彼らはその当時同意しており、その後何日も生き長らえていたポリュウクトスに対しても、あるいは報告を聞いてすぐにアリストゲネスに対しても反論しなかったからです。
ἀλλὰ μὴν εἴ γε δικαίως ἀπετιμήθη, μεμνημένοις τοῦ νόμου κατὰ μὲν τοῦθʼ ὑμῖν οὐκ ἔστιν ἀποψηφίσασθαι Σπουδίου.
しかし、もしそれが正当に担保設定されたのであれば、法律を覚えている皆さんにとって、これに関してはスプディアスに有利な判決を下すことは不可能です。
§20σκέψασθε δὲ καὶ περὶ τῶν εἴκοσι μνῶν, ἃς οὐκ ἐπαναφέρει·
また、彼が共同財産に戻そうとしない20ムナについても検討してください。
καὶ γὰρ ἐνταυθοῖ πάλιν αὐτὸς οὗτός μοι μέγιστος ἔσται μάρτυς, οὐ λόγῳ μὰ Δίʼ ὥσπερ νῦν ἀντιδικῶν (τουτὶ μὲν γὰρ οὐδὲν τεκμήριόν ἐστιν), ἀλλʼ ἔργῳ περιφανεῖ.
ここでもやはり、この男自身が私にとっての最大の証人となるでしょう。 ゼウスにかけて、今のように言葉で争っていることによってではなく(そのようなことは何の証拠にもなりませんから)、明白な行動によってです。
τί ποιῶν, ὦ ἄνδρες δικασταί;
裁判員の方々、彼がどのようにしてそうなるのか、このことに今こそ注意を向けてください。
τούτῳ γὰρ ἤδη προσέχετε τὸν νοῦν, ἵνʼ ἐὰν ἄρα τολμᾷ τι καὶ περὶ τῆς μητρὸς τῶν γυναικῶν βλασφημεῖν ἢ περὶ τῶν γραμμάτων, εἰδότας ὑμᾶς μὴ δύνηται λέγων ἐξαπατᾶν.
彼がもし女性たちの母親や文書について何か中傷を敢えてするとしても、事情をよく知っている皆さんが、その言葉によって騙されることがないようにするためです。
§21ταυτὶ γὰρ τὰ γράμματα κατέλιπεν μὲν ἡ Πολυεύκτου γυνή, καθάπερ εἶπον ὀλίγῳ πρότερον·
というのも、この文書は、少し前に私が言ったように、ポリュウクトスの妻が残したものです。
ὁμολογουμένων δὲ τῶν σημείων καὶ παρὰ τῆς τούτου γυναικὸς καὶ παρὰ τῆς ἐμῆς, ἀμφότεροι παρόντες ἀνοίξαντες ἀντίγραφά τʼ ἐλάβομεν, κἀκεῖνα πάλιν κατασημηνάμενοι παρʼ Ἀριστογένει κατεθέμεθα.
そして、この男の妻と私の妻の両方によって封印の印が認められたので、私たちは双方が立ち会ってそれを開封し、写しを取り、それらを再び封印してアリストゲネスのもとに預けたのです。
§22τοῦτο δή, τοῦτʼ, ὦ ἄνδρες δικασταί, μάθετε πρὸς θεῶν.
神々に誓って、裁判員の方々、このこと、まさにこのことをよく理解してください。
ἐνῆσαν μὲν γὰρ αἱ δύο μναῖ, ἡ τιμὴ τοῦ οἰκέτου, καὶ οὐ μόνον ὁ Πολύευκτος ἀποθνῄσκων ταύτας ἐνεκεκλήκει, ἐνῆσαν δʼ αἱ χίλιαι καὶ ὀκτακόσιαι δραχμαί.
中には、召使いの代金である2ムナが含まれていました。 そして、ポリュウクトスが死に臨んでこれを請求していただけでなく、1800ドラクマも含まれていました。
ταῦτα δʼ ἀναγνούς, εἰ μὲν αὐτῷ μηδὲν προσῆκεν μηδʼ ἀληθῆ τὰ γεγραμμένʼ ἦν, τί δή ποτʼ οὐκ εὐθὺς ἠγανάκτει περὶ αὐτῶν;
これらを読んだとき、もし彼に何の関係もなく、書かれていることが真実でなかったとしたら、どうして彼はそれらについてすぐに憤慨しなかったのでしょうか。
τί δὲ συνεσημαίνετο πάλιν τὰ μηδὲν ὑγιὲς ὄντα μηδʼ ἀληθῆ γράμματα;
なぜ、何ら正当でも真実でもない文書に、再び共同で封印をしたのでしょうか。
τουτὶ γὰρ οὐδʼ ἂν εἷς δήπου μὴ πᾶσιν ὁμολογῶν τοῖς γεγραμμένοις ποιήσειεν.
というのも、書かれていることすべてに同意していない限り、誰もそのようなことは絶対にしないはずだからです。
§23ἀλλὰ μήν, ὦ ἄνδρες δικασταί, τοῦτό γε δεινὸν δήπου, εἰ πρὸς τὰ συγκεχωρημένʼ ὑπʼ αὐτῶν τούτων ἐξέσται νῦν ἀντιλέγειν, καὶ μηδὲν σημεῖον ὑμῖν ἔσται, διότι πάντες ἄνθρωποι πρὸς τὰ μήτʼ ἀληθῆ μήτε δίκαια τῶν ἐγκλημάτων οὐ κατασιωπᾶν, ἀλλὰ παραχρῆμʼ ἀμφισβητεῖν εἰώθαμεν, μὴ ποιήσαντες δὲ ταῦτα, ἂν ὕστερον ἀντιδικῶσιν, πονηροὶ καὶ συκοφάνται δοκοῦσιν εἶναι.
しかしながら、裁判員の方々、彼ら自身によって合意された事柄に対して、今になって反論することが許されるとしたら、それは実に不条理なことです。 そして、すべての人間が、不真実で不当な告発に対しては黙っておらず、すぐに異議を唱えるのが常であり、そうしなかったのに後になって争う者は、悪意のある者、誣告者とみなされるという事実が、皆さんにとって何の証拠にもならなくなってしまいます。