← デモステネス

第四十一弁論 スプディアスへの抗弁

§9-16

スプディアスの借財と調停拒否への追及

原告は、スプディアスがポリュウクトス家から借用した財産や未返還の所有物について告発し、スプディアスが過去に調停案を拒否した事実や多数の証人の存在を挙げて、彼の予想される弁明を崩していく。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9

ἦν μὲν γὰρ τὸ ἀργύριον παρὰ τῆς Πολυεύκτου δεδανεισμένος γυναικός,1 γράμματα δʼ ἔστιν ἃ κατέλιπεν ἀποθνῄσκουσʼ ἐκείνη, μάρτυρες δʼ οἱ τῆς γυναικὸς ἀδελφοὶ παρόντες ἅπασιν καὶ καθʼ ἕκαστον ἐπερωτῶντες, ἵνα μηδὲν δυσχερὲς ἡμῖν εἴη πρὸς ἀλλήλους. οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, καὶ σχέτλιον ἐμὲ μὲν ἁπάντων, ὧν ἢ παρὰ Πολυεύκτου ζῶντος ἦν ἐωνημένος ἢ παρὰ τῆς γυναικὸς εἶχον αὐτοῦ, καὶ τόκον τιθέναι καὶ τὴν τιμὴν ἀποδεδωκέναι, καὶ νῦν ἅπερ ὤφειλον πάντʼ εἰς τὸ κοινὸν φέρειν, τοῦτον δὲ2 μήτε τῶν νόμων τῶν ὑμετέρων φροντίζειν μήθʼ ὧν διέθετο Πολύευκτος μήτε τῶν καταλειφθέντων γραμμάτων μήτε τῶν συνειδότων, ἀλλὰ πρὸς ἅπαντα ταῦθʼ ἥκειν ἀντιδικήσοντα; λαβὲ δή μοι πρῶτον μὲν τὸν νόμον, ὃς οὐκ ἐᾷ τῶν ἀποτιμηθέντων ἔτι δίκην εἶναι πρὸς τοὺς ἔχοντας, ἔπειτα τὰ γράμματα τὰ καταλειφθέντα καὶ τὴν μαρτυρίαν τὴν Ἀριστογένους. ΝΟΜΟΣ. ΓΡΑΜΜΑΤΑ. ΜΑΡΤΥΡΙΑ.

というのも、彼はポリュウクトスの妻からその金を借りていたのであり、そして彼女が死に臨んで残した文書が存在し、また私たちの間に何も不都合が生じないようにと、すべての事柄に立ち会い、個々に問い正した妻の兄弟たちが証人として存在しているからです。したがって、裁判員の方々、恐るべきことであり理不尽なことではありませんか、私が、存命中のポリュウクトスから購入したか、あるいは彼の妻から受け取っていたすべてのものについて、利息も納め、代金も支払い終え、そして今、私が負っていたすべてのものを共同の遺産に持ち込んでいる一方で、この男は、皆さんの法律も、ポリュウクトスが遺言したことも、残された文書も、事情を知っている者たちのことも全く気にかけず、これらすべてに対して争うためにやって来ているというのは? そこで、まず私にその法律を受け取ってください。その法律は、抵当として設定されたものについて、それを保持している者に対する訴訟をこれ以上認めないものです。次に、残された文書と、アリストゲネスの証言を。 法律。文書。証言。

§11

βούλομαι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ περὶ τῶν ἄλλων ὧν ἐγκαλῶ καθʼ ἕκαστον ὑμᾶς διδάξαι. φιάλην μὲν γὰρ λαβόντες παρὰ τῆς Πολυεύκτου γυναικὸς καὶ θέντες ἐνέχυρα μετὰ χρυσίων, οὐκ ἀνενηνόχασιν3 κεκομισμένοι ταύτην, ὡς ὑμῖν Δημόφιλος ὁ θέμενος μαρτυρήσει· σκηνὴν δʼ ἣν ἔχουσιν, οὐδέ γε ταύτην λαβόντες ἀναφέρουσιν· ἄλλα δὲ πόσα τοιαῦτα; τὸ δὲ τελευταῖον εἰσενεγκούσης τῆς ἐμῆς γυναικὸς εἰς τὰ Νεμέσεια τῷ πατρὶ μνᾶν ἀργυρίου καὶ προαναλωσάσης, οὐδὲ ταύτης ἀξιοῖ συμβαλέσθαι τὸ μέρος, ἀλλὰ τὰ μὲν ἔχει προλαβών, τῶν δὲ τὰ μέρη κομίζεται, τὰ δʼ οὕτω φανερῶς οὐκ ἀποδίδωσιν. ἵνα τοίνυν μηδὲ ταῦτʼ ᾖ παραλελειμμένα, λαβέ μοι πάντων αὐτῶν τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.

そこでまた、裁判員の方々、私が告発している他の事項についても、一つずつ皆さんに説明したいと思います。というのも、彼らはポリュウクトスの妻から杯を受け取り、金製品とともにそれを担保に入れたのですが、それを回収したにもかかわらず返還しておらず、このことは担保を設定したデモフィロスが皆さんに証言する通りです。また、彼らが持っている天幕も、それを受け取っておきながら返還していません。その他にも、このようなものがどれほどあることでしょうか。そして最後に、私の妻が父のためのネメセイアに銀1ムナを拠出してあらかじめ支出したのに、彼はその分担額を支払おうとさえせず、それどころか、あるものはあらかじめ受け取って手元に置き、あるものはその分け前を受け取り、またあるものはこのように公然と返還しないのです。そこで、これらのことも見過ごされることのないよう、私にこれらすべての証言を受け取ってください。 証言。

§12

ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς μὲν ταῦτʼ οὐδὲν ἀντερεῖ Σπουδίας (οὐδὲ γὰρ ἕξει, καίπερ δεινὸς ὤν)· αἰτιάσεται δὲ Πολύευκτον καὶ τὴν γυναῖκʼ αὐτοῦ, καὶ φήσει πάντα ταῦθʼ ὑπʼ ἐμοῦ πεισθέντας καταχαρίσασθαι, καὶ νὴ Δίʼ ἕτερα πολλὰ καὶ μεγάλα βλάπτεσθαι, καὶ δίκην εἰληχέναι μοι· ταῦτα γὰρ καὶ πρὸς τῷ διαιτητῇ λέγειν ἐπεχείρει.

そこで、裁判員の方々、おそらくスプディアスは、これらに対しては何も反論しないでしょう(反論できないでしょう、いくら口が達者であっても)。しかし、彼はポリュウクトスとその妻を非難し、彼らが私に説得されてこれらすべてを好意で与えたのだと主張し、またゼウスにかけて、他にも多くて重大な不利益を被っており、私に対して訴訟を起こしたのだと言うでしょう。というのも、彼は仲裁人の前でもこのようなことを言おうと試みていたからです。

§13

ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν οὐχ ἡγοῦμαι δικαίαν εἶναι τὴν ἀπολογίαν τὴν τοιαύτην, οὐδὲ προσήκειν, ὅταν τις φανερῶς ἐξελέγχηται, μεταστρέψαντα τὰς αἰτίας ἐγκαλεῖν καὶ διαβάλλειν· ἀλλʼ ἐκείνων μέν, εἴπερ ἀδικεῖται, δῆλον ὅτι δίκην λήψεται, τούτων δὲ δώσει· πῶς γὰρ ἂν ἐγὼ νῦν ταῖς τούτων διαβολαῖς ἀντιδικοίην, ἀφεὶς ὑπὲρ ὧν ὑμεῖς μέλλετε τὴν ψῆφον οἴσειν;

しかし、裁判員の方々、私は、第一に、そのような弁明は正当なものではなく、また、明白に罪を立証されている時に、非難の矛先をすり替えて相手を告発し中傷することは不適切であると考えます。そうではなく、もし彼が不当に扱われているのであれば、当然それらのことについては彼が償いを得るでしょうし、これらのことについては彼が責任を負うべきです。というのも、皆さんが一票を投じようとしている事柄を差し置いて、どうして私が今、彼のこれらの中傷に対して抗弁できましょうか。

§14

ἔπειτα θαυμάζω τί δήποτε, εἴπερ ἀληθῆ καὶ δίκαιʼ εἶχεν ἐγκαλεῖν, βουλομένων ἡμᾶς τῶν φίλων διαλύειν καὶ πολλῶν λόγων γενομένων οὐχ οἷος ἦν ἐμμένειν οἷς ἐκεῖνοι γνοῖεν. καίτοι τίνες ἂν ἄμεινον καὶ τῶν τούτου καὶ τῶν ἐμῶν ἐγκλημάτων τὰ μηδὲν ὄντʼ ἐξήλεγξαν4 τῶν παραγεγενημένων ἅπασι τούτοις, τῶν εἰδότων οὐδὲν ἧττον ἡμῶν τὰ γενόμενα, τῶν κοινῶν ἀμφοτέροις καὶ φίλων ὄντων;

第二に、もし彼が告発すべき真実かつ正当な根拠を持っていたのであれば、友人たちが私たちを和解させようと望み、多くの話し合いがなされた時に、どうして彼らが決定したことに従おうとしなかったのか、私は不思議に思います。しかしながら、これらすべての出来事に立ち会い、私たちに劣らず事の顛末を知っており、双方に共通する友人である人々以上に、彼の告発と私の告発のうち実体のないものを、誰がより良く見極めることができたでしょうか。

§15

ἀλλὰ δῆλον ὅτι τούτῳ ταῦτʼ οὐκ ἐλυσιτέλει, φανερῶς ὑπʼ αὐτῶν ἐξελεγχομένῳ τοῦτον τὸν τρόπον λαβεῖν διάλυσιν· μὴ γὰρ οἴεσθʼ, ὦ ἄνδρες δικασταί, τοὺς εἰδότας ἅπαντα ταῦτα νυνὶ μὲν ὑποκινδύνους αὑτοὺς καθιστάντας ἐμοὶ μαρτυρεῖν, τότε δʼ ἂν ὀμόσαντας ἄλλο τι γνῶναι περὶ αὐτῶν. οὐ μὴν ἀλλʼ εἰ καὶ μηδὲν τούτων ὑπῆρχεν ὑμῖν, οὐδʼ ὣς χαλεπόν ἐστιν γνῶναι περὶ αὐτῶν, ὁπότεροι τἀληθῆ λέγουσιν.

しかし、彼にとっては、彼らによって公然と誤りを立証されることになるため、このような方法で和解することが利益にならなかったことは明らかです。というのも、裁判員の方々、これらすべてを知っている人々が、今は自らを危険にさらしながら私のために証言しているのに、当時は誓いを立てた上で、これらについて別の判断を下したであろうなどとは思わないでください。とはいえ、たとえこれらのことが皆さんに提示されていなかったとしても、どちらが真実を言っているのかを判断することは、それでも困難ではありません。

§16

περὶ μὲν γὰρ τῆς οἰκίας, εἰ φησὶν ὑπʼ ἐμοῦ πεισθέντα Πολύευκτον προστάξαι τοὺς ὅρους στῆσαι τῶν χιλιῶν, ἀλλʼ οὐ δήπου καὶ τοὺς μάρτυρας ἔπεισα, ὦ Σπουδία, ψευδῆ μοι μαρτυρεῖν, τοὺς παραγενομένους ὅτʼ ἠγγύα μοι, τοὺς εἰδότας ἔλαττόν με κομισάμενον, τοὺς ἀκούοντας ὁμολογοῦντος ὀφείλειν ἐμοὶ συστήσαντος ἀποδοῦναι, τοὺς τὸ τελευταῖον ταῖς διαθήκαις παραγενομένους· τούτοις γὰρ ἅπασιν οὐκέτι καταχαρίσασθαι ταῦθʼ ὑπῆρχεν, ἀλλὰ κινδυνεύειν τῶν ψευδομαρτυρίων, εἰ μηδὲν τῶν γενομένων μαρτυροῖεν. ἀφῶμεν τοίνυν τοῦτʼ ἤδη.

というのも、家については、もし彼が、ポリュウクトスが私に説得されて1000ドラクマの抵当標柱を立てるよう命じたのだと主張するとしても、まさか証人たちまでをも、スプディアスよ、私のために偽証するよう私が説得したわけではないでしょう。彼らは、彼が私に婚約させた時に立ち会い、私が少なく受け取ったことを知っており、彼が私に対する負債を認めて返済するよう引き合わせたのを聞き、そして最後に遺言の場に立ち会った人々です。というのも、これらすべての人々にとって、もはや好意でそのようなことをすることはできず、もし事実でないことを証言すれば、偽証罪の危険に身をさらすことになるからです。それでは、この件については、もうこれくらいにしましょう。

構文注4 件
  1. 9ἦν μὲν γὰρ τὸ ἀργύριον παρὰ τῆς Πολυεύκτου δεδανεισμένος γυναικός

    動詞 δανείζω(貸す)の中動態 δανείζομαι(借りる)の完了受動分詞 δεδανεισμένος と未完了過去のコピュラ ἦν が組み合わさった、迂言的過去完了構文である。行為者スプディアスを主語とする能動的な意味「(金を)借りていた」を表す。

  2. 9οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, καὶ σχέτλιον ἐμὲ μὲν ... τοῦτον δὲ ...

    非人称の判断を導く形容詞 δεινόν(恐るべき)および σχέτλιον(理不尽な)の補足語として、対比的な ἐμὲ μὲν ... と τοῦτον δὲ ... を伴う対格不定詞構文(AcI)が続いている。§10の ἀντιδικήσοντα; までがこの一つの巨大な感嘆・非難の構文を形作っている。

  3. 11φιάλην μὲν γὰρ λαβόντες ... οὐκ ἀνενηνόχασιν

    複数主格分詞 λαβόντες および主動詞 ἀνενηνόχασιν(完了能動三人称複数)の主語は原文に明示されていないが、文脈上スプディアスとその妻(あるいはスプディアス家)を指す。

  4. 14τίνες ἂν ἄμεινον ... ἐξήλεγξαν

    疑問代名詞 τίνες に小辞 ἄν と直説法過去 ἐξήλεγξαν が組み合わさった、過去における可能性または反実仮想を表す構文(「誰がよりよく見極め得ただろうか、いや誰も〜ない」)。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0014.tlg041.humanitext-grc2:9-16