§24ὅτι μὲν τοίνυν ἥ γε τούτων μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, ἀλλʼ οὗτοι τοῦτο ψεύδονται, ἱκανῶς ὑμᾶς μεμαθηκέναι νομίζω·
したがって、彼らの母が持参金を持ってこなかったこと、そして彼らがこの点について嘘をついていることは、皆さんが十分に理解されたと私は考えます。
ὅτι δὲ ἡ ἐμὴ μήτηρ ἐπηνέγκατο, ῥᾳδίως ἐγὼ δείξω.
しかし、私の母が持参金を持ってきたことについては、私が容易に証明しましょう。
πρῶτον μὲν γὰρ Πολυαράτου θυγάτηρ ἦν, ὃς καὶ ὑφʼ ὑμῶν ἐτιμᾶτο καὶ πολλὴν οὐσίαν ἐκέκτητο·
第一に、母はポリアラトスの娘であり、彼はあなた方からも重んじられ、多くの財産を所有していました。
ἔπειτα μεμαρτύρηται ὑμῖν ὡς καὶ ἡ ἀδελφὴ αὐτῆς τοσαύτην προῖκα ἐπενεγκαμένη Ἐρυξιμάχῳ συνῴκησεν, τῷ Χαβρίου κηδεστῇ.
第二に、母の姉妹もまた、同額の持参金を伴って、カブリアスの姻戚であるエリクシマコスと結婚したことが、皆さんに証言されています。
§25πρὸς δὲ τούτοις φαίνεταί μου ἡ μήτηρ τὸ πρῶτον ἐκδοθεῖσα Κλεομέδοντι, οὗ φασι τὸν πατέρα Κλέωνα τῶν ὑμετέρων προγόνων στρατηγοῦντα, Λακεδαιμονίων πολλοὺς ἐν Πύλῳ ζῶντας λαβόντα, μάλιστα πάντων ἐν τῇ πόλει εὐδοκιμῆσαι·
さらにこれらに加えて、私の母は最初にクレオメドンに嫁がされたことが明らかです。 彼の父クレオンは、あなた方の先祖の将軍を務めていた際、ピュロスで多くのラケダイモン人を生きて捕虜にし、国中で誰よりも高い名声を得たと言われています。
ὥστε οὔτε τὸν ἐκείνου προσῆκεν υἱὸν ἄπροικον αὐτὴν γῆμαι, οὔτε Μενέξενον καὶ Βάθυλλον εἰκός ἐστιν, αὐτούς τε οὐσίαν πολλὴν κεκτημένους καὶ Κλεομέδοντος τελευτήσαντος κομισαμένους τὴν προῖκα, ἀποστερῆσαι τὴν ἀδελφὴν τὴν ἑαυτῶν, ἀλλὰ προσθέντας αὐτοὺς ἐκδοῦναι τῷ ἡμετέρῳ πατρί, καθάπερ καὶ αὐτοὶ πρὸς ὑμᾶς καὶ οἱ ἄλλοι μεμαρτυρήκασιν.
したがって、彼の息子が持参金なしで彼女を娶ることは似つかわしくありませんでしたし、また、メネクセノスとバテュロスが、自身も多くの財産を所有し、クレオメドンの死後にその持参金を回収しておきながら、自分たちの姉妹からそれを奪い取るようなことは考えられず、むしろ自分たちで持参金を上乗せして私たちの父に嫁がせたと考えるのが自然であり、そのことは彼ら自身や他の人々が皆さんに対して証言している通りです。
§26χωρὶς δὲ τούτων ἐνθυμήθητε, διὰ τί ἄν ποτε ὁ πατήρ, εἴπερ ἡ μὲν ἐμὴ μήτηρ μὴ ἦν ἐγγυητὴ μηδὲ ἠνέγκατο προῖκα, ἡ δὲ τούτων ἠνέγκατο, τοὺς μὲν οὐκ ἔφη αὑτοῦ υἱεῖς εἶναι, ἐμὲ δὲ καὶ ἐποιεῖτο καὶ ἐπαίδευεν;
これらとは別に、次のことを考えてみてください。 もし仮に、私の母が正式な妻でもなく持参金も持ってこなかった一方で、彼らの母が持参金を持ってきたのだとしたら、なぜ父は、彼らを自分の息子ではないと主張する(否認する)一方で、私を実子と認めて教育したのでしょうか。
ὅτι νὴ Δία, ὡς οὗτοι φήσουσιν, ἐμοὶ χαριζόμενος καὶ τῇ ἐμῇ μητρὶ τούτους ἠτίμαζεν.
「ゼウスにかけて! 彼らが言うように、父は私と私の母にへつらって、彼らをないがしろにしたのだ」とでも言うのでしょうか。
§27ἀλλʼ ἐκείνη μὲν ἔτι παῖδα μικρὸν ἐμὲ καταλιποῦσα αὐτὴ τὸν βίον ἐτελεύτησεν, ἡ δὲ τούτων μήτηρ Πλαγγὼν καὶ πρότερον καὶ μετὰ ταῦτα εὐπρεπὴς τὴν ὄψιν οὖσα ἐπλησίαζεν αὐτῷ·
しかし、母は私がまだ幼い子供だった頃に私を残してこの世を去りました。 他方、彼らの母プランゴンは、その前もその後も容姿が美しく、父と親密に交際していました。
ὥστε πολὺ μᾶλλον εἰκὸς ἦν αὐτὸν διὰ τὴν ζῶσαν γυναῖκα, ἧς ἐρῶν ἐτύγχανε, τὸν τῆς τεθνεώσης υἱὸν ἀτιμάζειν, ἢ διʼ ἐμὲ καὶ τὴν τετελευτηκυῖαν τοὺς ἐκ τῆς ζώσης καὶ πλησιαζούσης αὐτῷ παῖδας μὴ ποιεῖσθαι.
したがって、父が自分が愛していた生きている女性のために、亡くなった女性の息子を冷遇することの方が、私や亡き母のために、生きているかつ親しい女性との間の子供たちを自分の子と認めないことよりも、はるかにありそうなことでした。
§28καίτοι οὗτός γε εἰς τοῦτο τόλμης ἥκει, ὥστε φησὶ τὸν πατέρα μου δεκάτην ὑπὲρ αὑτοῦ ἑστιᾶσαι.
それにもかかわらず、この者はこれほどまで図々しくなり、私の父が彼のために10日目の祝いの宴を催したと主張しています。
καὶ περὶ τούτου μόνον Τιμοκράτους καὶ Προμάχου ἐμβέβληται μαρτυρίας, οἳ οὔτε γένει προσήκουσί μου τῷ πατρὶ οὐδὲν οὔτε φίλοι ἦσαν ἐκείνῳ.
そしてこの点についてだけ、彼はティモクラテスとプロマコスの証言を提出していますが、彼らは私の父と血縁関係は全くなく、父の友人でもありませんでした。
οὕτω δὲ φανερῶς τὰ ψευδῆ μεμαρτυρήκασιν, ὥστε ὃν πάντων ὑμῶν εἰδότων οὑτοσὶ δίκην λαχὼν ἄκοντα ἠνάγκασε ποιήσασθαι αὑτόν, τοῦτον οὗτοι, ὥσπερ κλητῆρες, δύο μόνοι ὄντες μαρτυροῦσιν δεκάτην ὑπὲρ τούτου ἑστιᾶσαι.
彼らはあまりにも明白な嘘を証言しています。 なぜなら、あなた方全員が知っているように、この者が訴訟を起こして、父にいやいやながら自分を認知させたというのに、彼ら二人だけが、まるで訴状送達の立会人のように、父が彼のために10日目の宴を催したと証言しているからです。
§29οἷς τίς ἂν ὑμῶν πιστεύσειεν;
彼らを、あなた方のうち誰が信じるでしょうか。
καὶ μὴν οὐδʼ ἐκεῖνό γε εἰπεῖν αὐτῷ ἐνδέχεται, ὡς μικρὸν μὲν ὄντα ἐποιεῖτο αὐτὸν ὁ πατήρ, μείζω δὲ γενόμενον τῇ μητρὶ ὀργισθείς τι τῇ τούτων ἠτίμαζεν·
さらに、彼が次のように言うことも不可能です。 すなわち、幼い頃には父が彼を自分の子として認めていたが、彼が大きくなってから、彼らの母に対して何らかの怒りを抱くようになって彼を冷遇した、と。
πολὺ γὰρ δήπου μᾶλλον εἰώθασιν, ὧν ἂν ἐν αὑτοῖς διενεχθῶσιν γυνὴ καὶ ἀνήρ, διαλλάττεσθαι διὰ τοὺς παῖδας ἢ διὰ τὰς πρὸς ἑαυτοὺς ὀργὰς τοὺς κοινοὺς παῖδας πρὸς μισεῖν.
なぜなら、夫婦の間にどのような不和が生じようとも、彼らは子供たちのために和解するのが常であり、お互いに対する怒りのために共同の子供たちまでをも憎むようになることなどよりも、はるかにそうだからです。
ὥστε ἐὰν μὲν ἐπιχειρῇ ταῦτα λέγειν, μὴ ἐπιτρέπετε ἀναισχυντεῖν.
ですから、もし彼がこのようなことを言おうとするなら、彼が恥知らずに振る舞うのを許さないでください。
§30ἂν δὲ λέγῃ περὶ τῶν δικῶν ἃς ἀπεδιῄτησέν μου ὁ διαιτητής, καὶ φάσκῃ ὑπʼ ἐμοῦ ἀπαράσκευος ληφθῆναι, πρῶτον μὲν μέμνησθε ὅτι οὐκ ὀλίγος χρόνος ἐγένετο, ἐν ᾧ ἔδει παρασκευάσασθαι αὐτόν, ἀλλʼ ἔτη πολλά, ἔπειθʼ ὅτι οὗτος ἦν ὁ διώκων, ὥστε πολὺ μᾶλλον ἦν εἰκὸς ἐμὲ ὑπὸ τούτου ἀπαράσκευον ληφθῆναι ἢ τοῦτον ὑπʼ ἐμοῦ.
また、もし彼が、仲裁人が私に有利な裁定を下したあの訴訟について語り、私によって不意を突かれたと主張するなら、第一に、彼が準備すべき期間は短くはなく、何年もの歳月があったことを思い出してください。 第二に、彼こそが原告であったのですから、彼が私に不意を突かれるよりも、私が彼に不意を突かれる可能性の方がはるかに高かったということです。
§31ἔτι δὲ πάντες ὑμῖν οἱ πρὸς τῷ διαιτητῇ παρόντες μεμαρτυρήκασιν ὡς οὗτος παρὼν αὐτός, ὅτε ἀπεδιῄτησέ μου ὁ διαιτητής, οὔτε ἐφῆκεν εἰς τὸ δικαστήριον ἐνέμεινέ τε τῇ διαίτῃ.
さらに、仲裁人のもとに立ち会ったすべての者が、この者自身が出廷していたにもかかわらず、仲裁人が私に有利な裁定を下した際、法廷に上訴もせず、その裁定に従い留まったことをあなた方に証言しています。
καίτοι ἄτοπον δοκεῖ μοι εἶναι, εἰ οἱ μὲν ἄλλοι, ὅταν οἴωνται ἀδικεῖσθαι, καὶ τὰς πάνυ μικρὰς δίκας εἰς ὑμᾶς ἐφιᾶσιν, οὗτος δέ μοι περὶ προικὸς δίκην ταλάντου λαχών, ταύτης, ὡς αὐτός φησιν, ἀδίκως ἀποδιαιτηθείσης ἐνέμεινεν.
しかし、他の人々は不正を受けたと考えると、極めて小さな訴訟であってもあなた方に上訴するのに対して、この者は私に対して1タラントンの持参金に関する訴訟を起こしておきながら、それが、彼が言うように不当に裁定されたのを受け入れたというのは、私には奇妙に思われます。