§17περὶ μὲν οὖν ὧν οὗτοί μοι ἐδικάζοντο, παρόντος τούτου καὶ ἀντιδικοῦντος καὶ οὐκ ἔχοντος ἐπιδεῖξαι οὐδὲν ὧν ἐνεκάλουν, ἀπεδιῄτησέν μου ὁ διαιτητής·
さて、彼らが私に対して起こしていた訴訟については、彼が出廷し反論しながらも、己の告発内容を何一つ証明できなかったため、仲裁人は私に有利な裁定を下しました。
καὶ οὗτος συνειδὼς αὑτῷ ἀδίκως ἐγκαλοῦντι οὔτε ἐφῆκεν εἰς τὸ δικαστήριον, οὔτε νῦν περὶ ἐκείνων εἴληχέ μοι δίκην οὐδεμίαν, ἀλλὰ περὶ ἄλλων τινῶν, λύσειν τοῖς ἐγκλήμασι τούτοις τὴν δίκην ταύτην οἰόμενος.
そして彼自身も、不当な告発をしているという自覚があったため、法廷に上訴することもせず、現在もそれらについて私を相手に何の訴訟も起こしていません。 ただ、別の事柄について訴訟を起こしており、これらの新たな告訴によって先の裁定を無効にできると考えているのです。
ἣν δʼ ἐγὼ τοῦτον ἐδίωκον τότε περὶ τῆς προικός, ἐπιδημοῦντος τούτου ἐνθάδε καὶ οὐκ ἀπαντήσαντος πρὸς τὸν διαιτητήν, ἐρήμην κατεδιῄτησεν αὐτοῦ.
一方、当時私が彼を相手に持参金に関して起こしていた訴訟では、彼がここに滞在していたにもかかわらず仲裁人のところに出頭しなかったため、仲裁人は彼の欠席により彼に不利な裁定を下しました。
§18οὑτοσὶ δέ, ὦ ἄνδρες δικασταί, οὔτε ἠντεδίκει τότε παρὼν οὔτε ἔφη με καταδιαιτήσασθαι τὴν δίκην αὑτοῦ·
ところが、裁判員諸官、この者は当時出廷して争うこともしなければ、私が彼に対してその勝訴判決を得たことを認めようともしませんでした。
οὐ γὰρ εἶναι Βοιωτὸν αὑτῷ ὄνομα, ἀλλὰ Μαντίθεον, καὶ οὕτως ὀνόματι ἀμφισβητῶν ἔργῳ τὴν προῖκά με τῆς μητρὸς ἀποστερεῖ.
自分にはボイオトスという名前はなく、マンティテオスであると主張したからです。 このように名前を口実にして争うことで、事実上、彼は私から母の持参金を奪っているのです。
ἀπορῶν δʼ ἐγὼ τί ἄν τις χρήσαιτο τῷ πράγματι, οὕτω πάλιν τὴν αὐτὴν ταύτην δίκην λαχὼν αὐτῷ Μαντιθέῳ ἑνδεκάτῳ ἔτει νῦν εἰς ὑμᾶς καταπέφευγα.
私はこの事態をどう処理すべきか途方に暮れ、今回、11年目に、同じこの訴訟を再び彼、マンティテオスを相手に起こして、あなた方に訴え出た次第です。
ὡς δὲ καὶ ταῦτʼ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὰς περὶ τούτων μαρτυρίας.
私がこれらのことも真実を言っていることを示すために、これらの点に関する証言を読ませます。
ΜΑΡΤΥΡΙΑΙ. §19ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἥ τε μήτηρ μου τάλαντον ἐπενεγκαμένη προῖκα, ἐκδοθεῖσα ὑπὸ τῶν ἀδελφῶν τῶν αὑτῆς, ὥσπερ οἱ νόμοι κελεύουσιν, συνῴκησεν τῷ πατρί, καὶ ὃν τρόπον ἐγὼ τούτους εἰσεδεξάμην εἰς τὴν οἰκίαν τοῦ πατρὸς τελευτήσαντος, καὶ ὅτι ἀπέφυγον αὐτοὺς τὰς δίκας ἅς μοι ἐνεκάλουν, ταῦτα μὲν πάντα καὶ μεμαρτύρηται ὑμῖν καὶ ἐπιδέδεικται.
ΜΑΡΤΥΡΙΑΙ. したがって、裁判員諸官、私の母が1タラントンの持参金を伴い、法律の命じる通りに自身の兄弟たちから嫁がされて父と結婚したこと、そして父が亡くなった後に私が彼らを家に迎え入れたこと、また彼らが私を告発した訴訟から私が免責されたこと、これらすべてはすでにあなた方に証言され、証明されています。
ἴθι δὴ λαβὲ καὶ τὸν περὶ τῆς προικὸς νόμον τουτονί.
さあ、この持参金に関する法律も受け取ってください。
ΝΟΜΟΣ. §20οὕτω τοίνυν τοῦ νόμου ἔχοντος, οἶμαι τουτονὶ Βοιωτὸν ἢ Μαντίθεον ἢ ὅ τι ποτʼ ἄλλο χαίρει προσαγορευόμενος, δικαίαν μὲν ἀπολογίαν καὶ ἀληθινὴν οὐδεμίαν ἕξειν εἰπεῖν, ἐπιχειρήσειν δὲ τῇ τόλμῃ καὶ τῇ θρασύτητι τῇ ἑαυτοῦ πιστεύοντα περιιστάναι τὰς αὑτῶν συμφορὰς εἰς ἐμέ, ἅπερ καὶ ἰδίᾳ ποιεῖν εἴωθεν, λέγων ὡς δημευθείσης τῆς Παμφίλου οὐσίας, ὃς ἦν πατὴρ τῆς Πλαγγόνος, τὰ περιγενόμενα χρήματα ὁ πατὴρ ὁ ἐμὸς ἔλαβεν ἐκ τοῦ βουλευτηρίου, καὶ οὕτως ἀποφαίνειν πειρώμενος τὴν μὲν αὑτοῦ μητέρα ἐπενεγκαμένην προῖκα πλέον ἢ ἑκατὸν μνᾶς, τὴν δʼ ἐμὴν ἄπροικον φάσκων συνοικῆσαι.
ΝΟΜΟΣ. さて、法律がこのようになっているのですから、このボイオトス、あるいはマンティテオス、あるいは彼が何と呼ばれて喜ぶのかは知りませんが、彼は正当で真実の弁明を何一つ語ることができず、彼自身の図々しさと厚かましさに頼って、彼ら自身の不幸を私に転嫁しようと企てるだろうと私は思います。 それは彼が私生活でもよくやっていることであり、プランゴンの父であったパンフィロスの財産が没収された際、残された資金を私の父が評議会から受け取ったと主張し、それによって、彼の母は100ミナ以上の持参金を伴って結婚した一方で、私の母は持参金なしで結婚したと主張しようと試みるのです。
§21ταῦτα διέξεισιν, ὦ ἄνδρες δικασταί, οὔτε μαρτυρίαν οὐδεμίαν ἐμβεβλημένος ὑπὲρ τούτων οὔτʼ ἀγνοῶν ὡς οὐδὲν ὑγιὲς λέγει, ἀλλʼ ἀκριβῶς εἰδὼς ὅτι ὁμολογῶν μὲν ἀδικεῖν ἐν ὑμῖν οὐδείς πω ἀπέφυγεν, ψευδόμενος δὲ καὶ παραγωγὰς λέγων ἤδη τις δίκην οὐκ ἔδωκεν.
彼はこれらのことを語るでしょう、裁判員諸官。 これらについて何の証言も提出せず、また自分が何の根拠もないことを言っていると知らないわけでもなく、ただ「あなた方の前で、罪を認めながら無罪になった者はこれまで一人もいないが、嘘を言って欺くことで罰を免れた者はすでに存在する」ということを正確に知っているからこそ、そうするのです。
ἵνα οὖν μὴ ἐξαπατηθῆτε ὑπʼ αὐτοῦ, βέλτιον εἶναί μοι δοκεῖ βραχέα καὶ περὶ τούτου πρὸς ὑμᾶς εἰπεῖν.
ですから、皆さんが彼に騙されることのないよう、このことについても簡単に皆さんに話しておくのが良いと私は思います。
§22ἐὰν γὰρ λέγῃ ὡς ἡ μὲν ἐμὴ μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, ἡ δὲ τούτων ἐπηνέγκατο, ἐνθυμεῖσθε ὅτι περιφανῶς ψεύδεται.
もし彼が、私の母は持参金を持たず、彼らの母が持参金を持っていたと言うなら、それが明白な嘘であることに注目してください。
πρῶτον μὲν γὰρ ὁ Πάμφιλος ὁ πατὴρ τῆς τούτου μητρὸς πέντε τάλαντα τῷ δημοσίῳ ὀφείλων ἐτελεύτησεν, καὶ τοσούτου ἐδέησεν περιγενέσθαι τι τοῖς ἐκείνου παισὶν τῆς οὐσίας ἀπογραφείσης καὶ δημευθείσης, ὥστε οὐδὲ τὸ ὄφλημα πᾶν ὑπὲρ αὐτοῦ ἐκτέτεισται, ἀλλʼ ἔτι καὶ νῦν ὁ Πάμφιλος ὀφείλων τῷ δημοσίῳ ἐγγέγραπται.
第一に、彼らの母の父パンフィロスは公庫に5タラントンの負債を抱えて亡くなり、その財産が登録され没収されたため、その子供たちに財産が残るどころか、彼の負債の全額すら返済されておらず、現在もなおパンフィロスは公庫の債務者として登録されているほどです。
πῶς οὖν οἷόν τε τὸν ἐμὸν πατέρα χρήματα λαβεῖν ἐκ τῆς Παμφίλου οὐσίας, ἣ οὐδὲ αὐτὸ τὸ ὄφλημα ἱκανὴ ἐγένετο τῇ πόλει ἐκτεῖσαι;
そうであるなら、国家への負債そのものを返済するのにも十分ではなかったパンフィロスの財産から、私の父が資金を受け取ることなどどうして可能でしょうか。
§23ἔπειτα, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθε ὅτι, εἰ τὰ μάλιστα περιεγένετο τὰ χρήματα ταῦτα, ὥσπερ οὗτοί φασιν, οὐκ ἂν ὁ ἐμὸς πατὴρ αὐτὰ ἔλαβεν, ἀλλʼ οἱ τοῦ Παμφίλου υἱεῖς, Βοιωτὸς καὶ Ἡδύλος καὶ Εὐθύδημος, οἳ οὐκ ἂν δήπου ἐπὶ μὲν τῷ τἀλλότρια λαμβάνειν ὅτι ἂν οὖν ἐποίουν, ὡς καὶ ὑμεῖς ἅπαντες ἴστε, τὰ δʼ αὑτῶν τὸν ἐμὸν πατέρα περιεῖδον κομισάμενον.
第二に、裁判員諸官、彼らが主張するように万一その資金が残っていたとしても、私の父がそれを受け取ったはずはなく、パンフィロスの息子たち、すなわちボイオトス、ヘデュロス、エウテュデモスが受け取ったはずです。 あなた方全員が知っているように、彼らが他人のものを手に入れるためにはいかなる手段も辞さなかった一方で、自分たちの財産を私の父が回収するのを黙って見過ごすはずがないからです。