Humanitext Reader

狄摩西尼 · 控诉波奥图斯二 §24-31

母亲嫁妆的证明与驳斥对方关于仲裁的辩解

第 4 段,共 8 段 · 希腊语

内容简介

说话人通过其母亲显赫的家庭背景证明了其合法的嫁妆,揭露了对方关于命名宴的说辞纯属捏造,并指出对方就此前仲裁败诉所作的辩解完全站不住脚。

§24ὅτι μὲν τοίνυν ἥ γε τούτων μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, ἀλλʼ οὗτοι τοῦτο ψεύδονται, ἱκανῶς ὑμᾶς μεμαθηκέναι νομίζω· ὅτι δὲ ἡ ἐμὴ μήτηρ ἐπηνέγκατο, ῥᾳδίως ἐγὼ δείξω.
因此,我认为你们已经充分了解,他们的母亲并没有带来嫁妆,而是他们在此事上撒谎;而关于我的母亲带来了嫁妆,我将很容易地予以证明。
πρῶτον μὲν γὰρ Πολυαράτου θυγάτηρ ἦν, ὃς καὶ ὑφʼ ὑμῶν ἐτιμᾶτο καὶ πολλὴν οὐσίαν ἐκέκτητο· ἔπειτα μεμαρτύρηται ὑμῖν ὡς καὶ ἡ ἀδελφὴ αὐτῆς τοσαύτην προῖκα ἐπενεγκαμένη Ἐρυξιμάχῳ συνῴκησεν, τῷ Χαβρίου κηδεστῇ.
第一,她曾是波利亚拉托斯的女儿,他不仅受到你们的尊敬,而且拥有丰厚的财产;第二,已经向你们作证的是,她的姐妹也带着同样数额的嫁妆,嫁给了哈布里阿斯的姻亲埃里希马科斯。
§25πρὸς δὲ τούτοις φαίνεταί μου ἡ μήτηρ τὸ πρῶτον ἐκδοθεῖσα Κλεομέδοντι, οὗ φασι τὸν πατέρα Κλέωνα τῶν ὑμετέρων προγόνων στρατηγοῦντα, Λακεδαιμονίων πολλοὺς ἐν Πύλῳ ζῶντας λαβόντα, μάλιστα πάντων ἐν τῇ πόλει εὐδοκιμῆσαι· ὥστε οὔτε τὸν ἐκείνου προσῆκεν υἱὸν ἄπροικον αὐτὴν γῆμαι, οὔτε Μενέξενον καὶ Βάθυλλον εἰκός ἐστιν, αὐτούς τε οὐσίαν πολλὴν κεκτημένους καὶ Κλεομέδοντος τελευτήσαντος κομισαμένους τὴν προῖκα, ἀποστερῆσαι τὴν ἀδελφὴν τὴν ἑαυτῶν, ἀλλὰ προσθέντας αὐτοὺς ἐκδοῦναι τῷ ἡμετέρῳ πατρί, καθάπερ καὶ αὐτοὶ πρὸς ὑμᾶς καὶ οἱ ἄλλοι μεμαρτυρήκασιν.
此外,显然我的母亲最初被嫁给了克莱奥梅东,人们说他的父亲克莱翁在担任你们先祖的将军时,在皮洛斯生擒了许多拉栖代梦人,并在城邦中赢得了至高无上的声誉;因此,他的儿子绝不至于无嫁妆娶她,也不可能的是,梅内克塞努斯和巴叙卢斯——他们自己拥有丰厚财产,且在克莱奥梅东去世后收回了那笔嫁妆——会剥夺自己姐妹的这笔财产,相反,他们一定是在此基础上有所增加,再将她嫁给我们的父亲,正如他们自己及其他人向你们作证的那样。
§26χωρὶς δὲ τούτων ἐνθυμήθητε, διὰ τί ἄν ποτε ὁ πατήρ, εἴπερ ἡ μὲν ἐμὴ μήτηρ μὴ ἦν ἐγγυητὴ μηδὲ ἠνέγκατο προῖκα, ἡ δὲ τούτων ἠνέγκατο, τοὺς μὲν οὐκ ἔφη αὑτοῦ υἱεῖς εἶναι, ἐμὲ δὲ καὶ ἐποιεῖτο καὶ ἐπαίδευεν;
除此以外,请考虑一下:如果我的母亲既非明媒正娶,也没有带来嫁妆,而他们的母亲却带来了,那么父亲为什么会否认他们是自己的儿子,却承认并教育我呢?
ὅτι νὴ Δία, ὡς οὗτοι φήσουσιν, ἐμοὶ χαριζόμενος καὶ τῇ ἐμῇ μητρὶ τούτους ἠτίμαζεν.
难道是像他们将要说的那样,“凭宙斯起誓,他是为了讨好我和我的母亲,才冷落他们的”吗?
§27ἀλλʼ ἐκείνη μὲν ἔτι παῖδα μικρὸν ἐμὲ καταλιποῦσα αὐτὴ τὸν βίον ἐτελεύτησεν, ἡ δὲ τούτων μήτηρ Πλαγγὼν καὶ πρότερον καὶ μετὰ ταῦτα εὐπρεπὴς τὴν ὄψιν οὖσα ἐπλησίαζεν αὐτῷ· ὥστε πολὺ μᾶλλον εἰκὸς ἦν αὐτὸν διὰ τὴν ζῶσαν γυναῖκα, ἧς ἐρῶν ἐτύγχανε, τὸν τῆς τεθνεώσης υἱὸν ἀτιμάζειν, ἢ διʼ ἐμὲ καὶ τὴν τετελευτηκυῖαν τοὺς ἐκ τῆς ζώσης καὶ πλησιαζούσης αὐτῷ παῖδας μὴ ποιεῖσθαι.
然而,我的母亲在我还只是个幼童时就丢下我去世了,而他们的母亲普兰贡,无论在这之前还是之后,都因容貌美丽而与他关系亲密;因此,比起为了我和已故的母亲而不承认那个活着的、与他亲近的女人所生的孩子,他更可能因为那个活着的、他正爱恋着的女人,而冷落死者的儿子。
§28καίτοι οὗτός γε εἰς τοῦτο τόλμης ἥκει, ὥστε φησὶ τὸν πατέρα μου δεκάτην ὑπὲρ αὑτοῦ ἑστιᾶσαι.
然而,此人竟无耻到如此地步,声称我父亲曾为他举办了出生第十天的命名宴。
καὶ περὶ τούτου μόνον Τιμοκράτους καὶ Προμάχου ἐμβέβληται μαρτυρίας, οἳ οὔτε γένει προσήκουσί μου τῷ πατρὶ οὐδὲν οὔτε φίλοι ἦσαν ἐκείνῳ.
并且,仅仅就这一点,他提交了蒂莫克拉特斯和普罗马霍斯的证词,而这些人与我的父亲既无任何亲属关系,也不是他的朋友。
οὕτω δὲ φανερῶς τὰ ψευδῆ μεμαρτυρήκασιν, ὥστε ὃν πάντων ὑμῶν εἰδότων οὑτοσὶ δίκην λαχὼν ἄκοντα ἠνάγκασε ποιήσασθαι αὑτόν, τοῦτον οὗτοι, ὥσπερ κλητῆρες, δύο μόνοι ὄντες μαρτυροῦσιν δεκάτην ὑπὲρ τούτου ἑστιᾶσαι.
他们作了如此显而易见的伪证,以至于尽管你们所有人都知道,此人是通过提起诉讼、违背我父亲的意愿强迫其承认自己的,这两个人却像法庭传唤员一样,仅凭两人便作证说父亲曾为他举办了命名宴。
§29οἷς τίς ἂν ὑμῶν πιστεύσειεν;
你们中会有谁相信他们呢?
καὶ μὴν οὐδʼ ἐκεῖνό γε εἰπεῖν αὐτῷ ἐνδέχεται, ὡς μικρὸν μὲν ὄντα ἐποιεῖτο αὐτὸν ὁ πατήρ, μείζω δὲ γενόμενον τῇ μητρὶ ὀργισθείς τι τῇ τούτων ἠτίμαζεν· πολὺ γὰρ δήπου μᾶλλον εἰώθασιν, ὧν ἂν ἐν αὑτοῖς διενεχθῶσιν γυνὴ καὶ ἀνήρ, διαλλάττεσθαι διὰ τοὺς παῖδας ἢ διὰ τὰς πρὸς ἑαυτοὺς ὀργὰς τοὺς κοινοὺς παῖδας πρὸς μισεῖν.
此外,他甚至也不可能这样说:在他年幼时父亲承认了他,但他长大后,父亲因对他们的母亲生气而冷落了他;因为无论夫妻之间发生什么争执,他们通常更愿意为了孩子而和解,而不是因为彼此的愤怒而顺带怨恨共同的孩子。
ὥστε ἐὰν μὲν ἐπιχειρῇ ταῦτα λέγειν, μὴ ἐπιτρέπετε ἀναισχυντεῖν.
所以,如果他企图说这些话,请不要容许他如此厚颜无耻。
§30ἂν δὲ λέγῃ περὶ τῶν δικῶν ἃς ἀπεδιῄτησέν μου ὁ διαιτητής, καὶ φάσκῃ ὑπʼ ἐμοῦ ἀπαράσκευος ληφθῆναι, πρῶτον μὲν μέμνησθε ὅτι οὐκ ὀλίγος χρόνος ἐγένετο, ἐν ᾧ ἔδει παρασκευάσασθαι αὐτόν, ἀλλʼ ἔτη πολλά, ἔπειθʼ ὅτι οὗτος ἦν ὁ διώκων, ὥστε πολὺ μᾶλλον ἦν εἰκὸς ἐμὲ ὑπὸ τούτου ἀπαράσκευον ληφθῆναι ἢ τοῦτον ὑπʼ ἐμοῦ.
如果他谈到仲裁人作出对我有利裁决的那几起诉讼,并声称自己是在毫无准备的情况下被我算计的,首先请记住,他准备的时间并不是很短,而是很多年;其次,他才是起诉者,因此我被他打得措手不及的可能性,要比他被我打得措手不及的可能性大得多。
§31ἔτι δὲ πάντες ὑμῖν οἱ πρὸς τῷ διαιτητῇ παρόντες μεμαρτυρήκασιν ὡς οὗτος παρὼν αὐτός, ὅτε ἀπεδιῄτησέ μου ὁ διαιτητής, οὔτε ἐφῆκεν εἰς τὸ δικαστήριον ἐνέμεινέ τε τῇ διαίτῃ.
此外,所有当时在仲裁人处到场的人都向你们作证:当仲裁人作出对我有利的裁决时,此人本人在场,既没有上诉至法庭,也接受了这一裁决。
καίτοι ἄτοπον δοκεῖ μοι εἶναι, εἰ οἱ μὲν ἄλλοι, ὅταν οἴωνται ἀδικεῖσθαι, καὶ τὰς πάνυ μικρὰς δίκας εἰς ὑμᾶς ἐφιᾶσιν, οὗτος δέ μοι περὶ προικὸς δίκην ταλάντου λαχών, ταύτης, ὡς αὐτός φησιν, ἀδίκως ἀποδιαιτηθείσης ἐνέμεινεν.
然而在我看来,这是非常荒谬的:如果其他人在认为自己受到不公对待时,连极小的诉讼都会上诉到你们这里,而此人起诉我一塔兰托的嫁妆诉讼,在这起诉讼如他自己所言是被不公裁决的情况下,他却接受了。

词汇与语法注释

  1. 25οὗ φασι τὸν πατέρα Κλέωνα — 关系代词 `οὗ` 的先行词是紧接其前的人名 `Κλεομέδοντι`。在关系从句中,言说动词 `φασί` 支配着“宾格加不定式”结构(其中 `τὸν πατέρα Κλέωνα` 是不定式的逻辑主语,`εὐδοκιμῆσαι` 是不定式)。分词 `στρατηγοῦντα`(担任将军时)和 `λαβόντα`(生擒时)与主语 `Κλέωνα` 保持一致。
  2. 27ὥστε πολὺ μᾶλλον εἰκὸς ἦν αὐτὸν διὰ τὴν ζῶσαν γυναῖκα ... ἢ διʼ ἐμὲ ... — 无人称句式 `εἰκὸς ἦν`(本是大概率的事)支配着由比较连词 `ἤ` 连接的两组“宾格加不定式”从句。第一项是 `αὐτὸν ... τὸν τῆς τεθνεώσης υἱὸν ἀτιμάζειν`(他冷落已故妻子的儿子),第二项是 `... τοὺς ἐκ τῆς ζώσης ... παῖδας μὴ ποιεῖσθαι`(他不承认活着的女人的孩子),文中主张前者的可能性“要大得多”(`πολὺ μᾶλλον`)。
  3. 28ὥστε ὃν πάντων ὑμῶν εἰδότων οὑτοσὶ δίκην λαχὼν ἄκοντα ἠνάγκασε ποιήσασθαι αὑτόν, τοῦτον — 在由结果连词 `ὥστε`(以至于)引导的从句中,嵌套了一个由关系代词 `ὃν` 开始的关系从句。关系从句的主动词是 `ἠνάγκασε`,其先行词是后置的指示代词 `τοῦτον`(指父亲)。`πάντων ὑμῶν εἰδότων` 是属格绝对结构(在你们大家明知的情况下),该插入语使句法结构显得复杂,但核心骨架仍是 `ὥστε ... τοῦτον οὗτοι ... μαρτυροῦσιν ...`。

引用这一段

狄摩西尼, 控诉波奥图斯二 §24-31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg040.humanitext-grc2:24-31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。