§9τί δʼ, ἂν ἄλλη τις ἀρχὴ καθιστῇ λῃτουργεῖν, οἷον ἄρχων, βασιλεύς, ἀθλοθέται, τί σημεῖον ἔσται πότερον καθιστᾶσιν;
もし他の官職、例えば執政官、王たる執政官、競技委員などが公務を課す場合、どちらが課されているか、どのような目印があるでしょうか。
προσπαραγράψουσι νὴ Δία τὸν ἐκ Πλαγγόνος, ἂν σὲ ἐγγράφωσιν, ἂν δʼ ἐμέ, τῆς ἐμῆς μητρὸς τοὔνομα.
ゼウスにかけて、あなたを登録するなら「プランゴンの息子」と、私なら私の母の名前を書き加えるでしょう。
καὶ τίς ἤκουσε πώποτε, ἢ κατὰ ποῖον νόμον προσπαραγράφοιτʼ ἂν τοῦτο τὸ παράγραμμα ἢ ἄλλο τι πλὴν ὁ πατὴρ καὶ ὁ δῆμος;
しかし、これまでにそのような追加の記載や、父親と区以外の記載について誰が聞いたことがあるでしょうか。 またいかなる法律に基づいてそのようなことが書き加えられうるでしょうか。
ὧν ὄντων ἀμφοῖν τῶν αὐτῶν πολλὴ ταραχὴ συμβαίνει.
これら二つがどちらも同じであるために、多大な混乱が生じるのです。
§10φέρε, εἰ δὲ κριτὴς καλοῖτο Μαντίθεος Μαντίου Θορίκιος, τί ἂν ποιοῖμεν;
さあ、もし「ソリコス区のマンティアスの子マンティテオス」が裁判員として呼び出されたら、私たちはどうすべきでしょうか。
ἢ βαδίζοιμεν ἂν ἄμφω;
二人とも行くのでしょうか。
τῷ γὰρ ἔσται δῆλον πότερον σὲ κέκληκεν ἢ ἐμέ;
あなたを呼んだのか私を呼んだのか、何によって明らかになるでしょうか。
πρὸς Διός, ἂν δʼ ἀρχὴν ἡντινοῦν ἡ πόλις κληροῖ, οἷον βουλῆς, θεσμοθέτου, τῶν ἄλλων, τῷ δῆλος ὁ λαχὼν ἡμῶν ἔσται;
神々に誓って、もし国家が評議会やテスモテテス、あるいはその他のいかなる官職であれ抽選を行うなら、私たちのうち誰が当選したかがどうして明らかになるでしょうか。
πλὴν εἰ σημεῖον, ὥσπερ ἂν ἄλλῳ τινί, τῷ χαλκίῳ προσέσται·
ただし、他の者にそうであるように、ブロンズの抽選札に目印が添えられている場合は別ですが。
καὶ οὐδὲ τοῦθʼ ὁποτέρου ἐστὶν οἱ πολλοὶ γνώσονται.
しかし、それすらどちらのものであるか、多くの人々にはわからないでしょう。
οὐκοῦν ὁ μὲν ἑαυτόν, ἐγὼ δʼ ἐμαυτὸν φήσω τὸν εἰληχότʼ εἶναι.
したがって、彼(ボイオトス)は自分が、私は自分が当選したのだと主張するでしょう。
§11λοιπὸν εἰς τὸ δικαστήριον εἰσιέναι.
残るは裁判所に行くことです。
οὐκοῦν ἐφʼ ἑκάστῳ τούτων δικαστήριον ἡμῖν ἡ πόλις καθιεῖ, καὶ τοῦ μὲν κοινοῦ καὶ ἴσου, τοῦ τὸν λαχόντʼ ἄρχειν, ἀποστερησόμεθα, ἀλλήλους δὲ πλυνοῦμεν, καὶ ὁ τῷ λόγῳ κρατήσας ἄρξει.
したがって、これらの事柄の一つ一つについて、国家は私たちのために裁判所を設けることになり、私たちは当選した者が官職に就くという平等で共通の権利を奪われ、お互いを泥仕合で罵り合い、言葉で打ち勝った者が官職に就くことになるでしょう。
καὶ πότερʼ ἂν βελτίους εἴημεν τῶν ὑπαρχουσῶν δυσκολιῶν ἀπαλλαττόμενοι, ἢ καινὰς ἔχθρας καὶ βλασφημίας ποιούμενοι;
そして、私たちは現在の困難から解放される方がよいのでしょうか、それとも新たな敵意や非難を作り出す方がよいのでしょうか。
ἃς πᾶσʼ ἀνάγκη συμβαίνειν, ὅταν ἀρχῆς ἤ τινος ἄλλου πρὸς ἡμᾶς αὐτοὺς ἀμφισβητῶμεν.
私たちが官職やその他の何かをめぐって互いに争うとき、そのようなことが生じるのはどうしても避けられません。
§12τί δʼ, ἂν ἄρα (δεῖ γὰρ ἅπαντα ἐξετάσαι) ἅτερος ἡμῶν πείσας τὸν ἕτερον, ἐὰν λάχῃ, παραδοῦναι αὑτῷ τὴν ἀρχήν, οὕτω κληρῶται, τὸ δυοῖν πινακίοιν τὸν ἕνα κληροῦσθαι τί ἄλλʼ ἐστίν;
もし万が一(すべての可能性を検討すべきですから)、私たちの一方が他方を説得して、もし当選したら自分に官職を譲るようにとし、そのようにして抽選に参加するなら、一人が二枚の抽選札で抽選を受けることと何が違うでしょうか。
εἶτʼ ἐφʼ ᾧ θάνατον ζημίαν ὁ νόμος λέγει, τοῦθʼ ἡμῖν ἀδεῶς ἐξέσται πράττειν;
そして、法律が死刑を規定している行為を、私たちは何ら恐れることなく行うことができるのでしょうか。
πάνυ γε·
「まさか、私たちはそんなことはしないだろう。
οὐ γὰρ ἂν αὐτὸ ποιήσαιμεν. οἶδα κἀγώ, τὸ γοῦν κατʼ ἐμέ·
」私も、少なくとも自分に関する限りはそう確信しています。
ἀλλʼ οὐδʼ αἰτίαν τοιαύτης ζημίας ἐνίους ἔχειν καλόν, ἐξὸν μή.
しかし、それを避けられるのに、そのような罪の嫌疑をかけられるだけでも、決して名誉なことではありません。
§13εἶεν.
よろしい。
ἀλλὰ ταῦτα μὲν ἡ πόλις βλάπτεται·
しかし、これらは国家が受ける害です。
ἐγὼ δʼ ἰδίᾳ τί;
私個人にとってはどのような私的な害があるでしょうか。
θεάσασθʼ ἡλίκα, καὶ σκοπεῖτʼ ἄν τι δοκῶ λέγειν·
それがいかに大きいかを見て、私の言うことに一理あるかどうかを考えてください。
πολὺ γὰρ χαλεπώτερα ταῦθʼ ὧν ἀκηκόατʼ ἐστίν.
なぜなら、これらはあなたがたが今聞いたものよりもはるかに深刻だからです。
ὁρᾶτε μὲν γὰρ ἅπαντες αὐτὸν χρώμενον, ἕως μὲν ἔζη, Μενεκλεῖ καὶ τοῖς περὶ ἐκεῖνον ἀνθρώποις, νῦν δʼ ἑτέροις ἐκείνου βελτίοσιν οὐδέν, καὶ τὰ τοιαῦτʼ ἐζηλωκότα καὶ δεινὸν δοκεῖν εἶναι βουλόμενον·
あなたがたが皆見ているように、彼は生きている間はメネクレスやその一味と交際し、現在は彼らより少しもマシではない者たちと交際しており、そうした生き方に憧れ、油ない者と思われたがっています。
καὶ νὴ Δίʼ ἴσως ἔστιν.
そして、ゼウスにかけて、おそらく実際にそうなのです。
§14ἂν οὖν προϊόντος τοῦ χρόνου τῶν αὐτῶν τι ποιεῖν τούτοις ἐπιχειρῇ (ἔστι δὲ ταῦτα γραφαί, φάσεις, ἐνδείξεις, ἀπαγωγαί), εἶτʼ ἐπὶ τούτων τινί (πολλὰ γάρ ἐστι τἀνθρώπινα, καὶ τοὺς πάνυ δεινοὺς ἑκάστοτε, ὅταν πλεονάζωσιν, ἐπίστασθʼ ὑμεῖς κοσμίους ποιεῖν) ὄφλῃ τῷ δημοσίῳ, τί μᾶλλον οὗτος ἐγγεγραμμένος ἔσται ἐμοῦ;
それゆえ、時が経つにつれて、もし他が彼らと同じようなこと、すなわち公訴、告発、告知、連行を行おうとし、そしてこれらのいずれかによって公庫への負債を負うことになった場合(人間には多くのことが起こるものであり、あなたがたは、極めて不敵な者たちであっても、彼らが行き過ぎるときにはいつでもおとなしくさせる方法を知っています)、どうしてこの男が私よりも登録されていると言えるでしょうか。
§15ὅτι νὴ Δίʼ εἴσονται πάντες πότερός ποτʼ ὦφλεν.
「ゼウスにかけて、誰が負債を負ったかは皆が知るだろう」と言うかもしれません。
καλῶς.
結構。
ἂν δέ, ὃ τυχὸν γένοιτʼ ἄν, χρόνος διέλθῃ καὶ μὴ ἐκτεισθῇ τὸ ὄφλημα, τί μᾶλλον οἱ τούτου παῖδες ἔσονται τῶν ἐμῶν ἐγγεγραμμένοι, ὅταν τοὔνομα καὶ ὁ πατὴρ καὶ ἡ φυλὴ καὶ πάντʼ ᾖ ταὐτά;
しかし、起こりうることですが、時が経ってもその負債が支払われない場合、名前も父親も部族もすべてが同じであるとき、どうして彼の子供たちが私の子供たちよりも債務者として登録されていると言えるでしょうか。
τί δʼ, εἴ τις δίκην ἐξούλης αὐτῷ λαχὼν μηδὲν ἐμοὶ φαίη πρὸς αὑτὸν εἶναι, κυρίαν δὲ ποιησάμενος ἐγγράψαι, τί μᾶλλον ἂν εἴη τοῦτον ἢ ἔμʼ ἐγγεγραφώς;
また、誰かが彼に対して不動産引渡請求訴訟を起こし、私には何の関係もないと言いながら、勝訴判決を確定させて登録した場合、彼を登録したのか私を登録したのか、どうして区別できるでしょうか。
τί δʼ, εἴ τινας εἰσφορὰς μὴ θείη;
また、彼が直接税を支払わなかったらどうなるでしょうか。