- 底本
- Demosthenes. Orationes, Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg039.humanitext-grc2:9-15
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
原告は、自分と被告が同じ名前を使用することによって公的および私的な場面で生じる具体的な混乱や不利益を、官職の抽選や裁判、国庫への債務登録などを例に挙げて詳細に説明する。
τί δʼ, ἂν ἄλλη τις ἀρχὴ καθιστῇ λῃτουργεῖν, οἷον ἄρχων, βασιλεύς, ἀθλοθέται, τί σημεῖον ἔσται πότερον καθιστᾶσιν; προσπαραγράψουσι νὴ Δία τὸν ἐκ Πλαγγόνος, ἂν σὲ ἐγγράφωσιν, ἂν δʼ ἐμέ, τῆς ἐμῆς μητρὸς τοὔνομα. καὶ τίς ἤκουσε πώποτε, ἢ κατὰ ποῖον νόμον προσπαραγράφοιτʼ ἂν τοῦτο τὸ παράγραμμα ἢ ἄλλο τι πλὴν ὁ πατὴρ καὶ ὁ δῆμος; ὧν ὄντων ἀμφοῖν τῶν αὐτῶν1 πολλὴ ταραχὴ συμβαίνει.
もし他の官職、例えば執政官、王たる執政官、競技委員などが公務を課す場合、どちらが課されているか、どのような目印があるでしょうか。ゼウスにかけて、あなたを登録するなら「プランゴンの息子」と、私なら私の母の名前を書き加えるでしょう。しかし、これまでにそのような追加の記載や、父親と区以外の記載について誰が聞いたことがあるでしょうか。またいかなる法律に基づいてそのようなことが書き加えられうるでしょうか。これら二つがどちらも同じであるために、多大な混乱が生じるのです。
φέρε, εἰ δὲ κριτὴς καλοῖτο Μαντίθεος Μαντίου Θορίκιος, τί ἂν ποιοῖμεν; ἢ βαδίζοιμεν ἂν ἄμφω; τῷ γὰρ ἔσται δῆλον πότερον σὲ κέκληκεν ἢ ἐμέ; πρὸς Διός, ἂν δʼ ἀρχὴν ἡντινοῦν ἡ πόλις κληροῖ, οἷον βουλῆς, θεσμοθέτου, τῶν ἄλλων, τῷ δῆλος ὁ λαχὼν ἡμῶν ἔσται; πλὴν εἰ σημεῖον, ὥσπερ ἂν ἄλλῳ τινί, τῷ χαλκίῳ προσέσται·2 καὶ οὐδὲ τοῦθʼ ὁποτέρου ἐστὶν οἱ πολλοὶ γνώσονται. οὐκοῦν ὁ μὲν ἑαυτόν, ἐγὼ δʼ ἐμαυτὸν φήσω τὸν εἰληχότʼ εἶναι.
さあ、もし「ソリコス区のマンティアスの子マンティテオス」が裁判員として呼び出されたら、私たちはどうすべきでしょうか。二人とも行くのでしょうか。あなたを呼んだのか私を呼んだのか、何によって明らかになるでしょうか。神々に誓って、もし国家が評議会やテスモテテス、あるいはその他のいかなる官職であれ抽選を行うなら、私たちのうち誰が当選したかがどうして明らかになるでしょうか。ただし、他の者にそうであるように、ブロンズの抽選札に目印が添えられている場合は別ですが。しかし、それすらどちらのものであるか、多くの人々にはわからないでしょう。したがって、彼(ボイオトス)は自分が、私は自分が当選したのだと主張するでしょう。
λοιπὸν εἰς τὸ δικαστήριον εἰσιέναι. οὐκοῦν ἐφʼ ἑκάστῳ τούτων δικαστήριον ἡμῖν ἡ πόλις καθιεῖ, καὶ τοῦ μὲν κοινοῦ καὶ ἴσου, τοῦ τὸν λαχόντʼ ἄρχειν, ἀποστερησόμεθα, ἀλλήλους δὲ πλυνοῦμεν, καὶ ὁ τῷ λόγῳ κρατήσας ἄρξει. καὶ πότερʼ ἂν βελτίους εἴημεν τῶν ὑπαρχουσῶν δυσκολιῶν ἀπαλλαττόμενοι, ἢ καινὰς ἔχθρας καὶ βλασφημίας ποιούμενοι; ἃς πᾶσʼ ἀνάγκη συμβαίνειν, ὅταν ἀρχῆς ἤ τινος ἄλλου πρὸς ἡμᾶς αὐτοὺς ἀμφισβητῶμεν.
残るは裁判所に行くことです。したがって、これらの事柄の一つ一つについて、国家は私たちのために裁判所を設けることになり、私たちは当選した者が官職に就くという平等で共通の権利を奪われ、お互いを泥仕合で罵り合い、言葉で打ち勝った者が官職に就くことになるでしょう。そして、私たちは現在の困難から解放される方がよいのでしょうか、それとも新たな敵意や非難を作り出す方がよいのでしょうか。私たちが官職やその他の何かをめぐって互いに争うとき、そのようなことが生じるのはどうしても避けられません。
τί δʼ, ἂν ἄρα (δεῖ γὰρ ἅπαντα ἐξετάσαι) ἅτερος ἡμῶν πείσας τὸν ἕτερον, ἐὰν λάχῃ, παραδοῦναι αὑτῷ τὴν ἀρχήν, οὕτω κληρῶται, τὸ δυοῖν πινακίοιν τὸν ἕνα κληροῦσθαι3 τί ἄλλʼ ἐστίν; εἶτʼ ἐφʼ ᾧ θάνατον ζημίαν ὁ νόμος λέγει, τοῦθʼ ἡμῖν ἀδεῶς ἐξέσται πράττειν; πάνυ γε· οὐ γὰρ ἂν αὐτὸ ποιήσαιμεν. οἶδα κἀγώ, τὸ γοῦν κατʼ ἐμέ· ἀλλʼ οὐδʼ αἰτίαν τοιαύτης ζημίας ἐνίους ἔχειν καλόν, ἐξὸν μή.
もし万が一(すべての可能性を検討すべきですから)、私たちの一方が他方を説得して、もし当選したら自分に官職を譲るようにとし、そのようにして抽選に参加するなら、一人が二枚の抽選札で抽選を受けることと何が違うでしょうか。そして、法律が死刑を規定している行為を、私たちは何ら恐れることなく行うことができるのでしょうか。「まさか、私たちはそんなことはしないだろう。」私も、少なくとも自分に関する限りはそう確信しています。しかし、それを避けられるのに、そのような罪の嫌疑をかけられるだけでも、決して名誉なことではありません。
εἶεν. ἀλλὰ ταῦτα μὲν ἡ πόλις βλάπτεται· ἐγὼ δʼ ἰδίᾳ τί; θεάσασθʼ ἡλίκα, καὶ σκοπεῖτʼ ἄν τι δοκῶ λέγειν· πολὺ γὰρ χαλεπώτερα ταῦθʼ ὧν ἀκηκόατʼ ἐστίν. ὁρᾶτε μὲν γὰρ ἅπαντες αὐτὸν χρώμενον, ἕως μὲν ἔζη, Μενεκλεῖ καὶ τοῖς περὶ ἐκεῖνον ἀνθρώποις, νῦν δʼ ἑτέροις ἐκείνου βελτίοσιν οὐδέν, καὶ τὰ τοιαῦτʼ ἐζηλωκότα καὶ δεινὸν δοκεῖν εἶναι βουλόμενον· καὶ νὴ Δίʼ ἴσως ἔστιν.
よろしい。しかし、これらは国家が受ける害です。私個人にとってはどのような私的な害があるでしょうか。それがいかに大きいかを見て、私の言うことに一理あるかどうかを考えてください。なぜなら、これらはあなたがたが今聞いたものよりもはるかに深刻だからです。あなたがたが皆見ているように、彼は、〔メネクレスが〕生きている間はメネクレスやその一味と交際し、現在は彼らより少しもマシではない者たちと交際しており、そうした生き方に憧れ、油断ならない者と思われたがっています。そして、ゼウスにかけて、おそらく実際にそうなのです。
ἂν οὖν προϊόντος τοῦ χρόνου τῶν αὐτῶν τι ποιεῖν τούτοις ἐπιχειρῇ (ἔστι δὲ ταῦτα γραφαί, φάσεις, ἐνδείξεις, ἀπαγωγαί), εἶτʼ ἐπὶ τούτων τινί (πολλὰ γάρ ἐστι τἀνθρώπινα, καὶ τοὺς πάνυ δεινοὺς ἑκάστοτε, ὅταν πλεονάζωσιν, ἐπίστασθʼ ὑμεῖς κοσμίους ποιεῖν) ὄφλῃ τῷ δημοσίῳ, τί μᾶλλον οὗτος ἐγγεγραμμένος ἔσται ἐμοῦ;
それゆえ、時が経つにつれて、もし彼が彼らと同じようなこと、すなわち公訴、告発、告知、連行を行おうとし、そしてこれらのいずれかによって公庫への負債を負うことになった場合(人間には多くのことが起こるものであり、あなたがたは、極めて不敵な者たちであっても、彼らが行き過ぎるときにはいつでもおとなしくさせる方法を知っています)、どうしてこの男が私よりも登録されていると言えるでしょうか。
ὅτι νὴ Δίʼ εἴσονται πάντες πότερός ποτʼ ὦφλεν. καλῶς. ἂν δέ, ὃ τυχὸν γένοιτʼ ἄν, χρόνος διέλθῃ καὶ μὴ ἐκτεισθῇ τὸ ὄφλημα, τί μᾶλλον οἱ τούτου παῖδες ἔσονται τῶν ἐμῶν ἐγγεγραμμένοι, ὅταν τοὔνομα καὶ ὁ πατὴρ καὶ ἡ φυλὴ καὶ πάντʼ ᾖ ταὐτά; τί δʼ, εἴ τις δίκην ἐξούλης αὐτῷ λαχὼν μηδὲν ἐμοὶ φαίη πρὸς αὑτὸν εἶναι, κυρίαν δὲ ποιησάμενος4 ἐγγράψαι, τί μᾶλλον ἂν εἴη τοῦτον ἢ ἔμʼ ἐγγεγραφώς; τί δʼ, εἴ τινας εἰσφορὰς μὴ θείη;
「ゼウスにかけて、誰が負債を負ったかは皆が知るだろう」と言うかもしれません。結構。しかし、起こりうることですが、時が経ってもその負債が支払われない場合、名前も父親も部族もすべてが同じであるとき、どうして彼の子供たちが私の子供たちよりも債務者として登録されていると言えるでしょうか。また、誰かが彼に対して不動産引渡請求訴訟を起こし、私には何の関係もないと言いながら、勝訴判決を確定させて登録した場合、彼を登録したのか私を登録したのか、どうして区別できるでしょうか。また、彼が直接税を支払わなかったらどうなるでしょうか。
- 9ὧν ὄντων ἀμφοῖν τῶν αὐτῶν
独立分詞構文(genitive absolute)。ὧν は関係代名詞で、先行詞は直前の ὁ πατήρ と ὁ δῆμος。両者が同一であるために混乱が生じるという原因・理由を表す。
- 10πλὴν εἰ σημεῖον... τῷ χαλκίῳ προσέσται
πλὴν εἰ(〜の場合を除いて)に導かれる条件節。προσέσται(未来形)は非人称的ではなく、「目印(σημεῖον)が、ブロンズの抽選札(τῷ χαλκίῳ)に付加される(προσέσεσθαι)」という主語・述語関係を持つ。
- 12τὸ δυοῖν πινακίοιν τὸν ἕνα κληροῦσθαι
定冠詞 τό を伴う不定詞句が主格として機能し、τί ἄλλʼ ἐστίν の実質的な主語となっている。τὸν ἕνα(一人の人間が)が不定詞の対格主語、δυοῖν πινακίοιν(二つの抽選札で)は手段を表す与格。
- 15κυρίαν δὲ ποιησάμενος
「(判決を)確定させて」の意。女性名詞 δίκην(訴訟、あるいはその判決)が省略されており、形容詞 κυρίαν(有効な、確定した)がそれを修飾している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 訳文 2 件
