Humanitext Reader

狄摩西尼 · 控诉波奥图斯一 §9-15

同名同姓在公私事务中引发的诸多危害

第 2 段,共 6 段 · 希腊语

内容简介

原告通过公职抽签、法庭审判以及国库债务登记等具体例子,详细说明了因与被告使用相同名字而在公共和私人生活中产生的混乱与不利影响。

§9τί δʼ, ἂν ἄλλη τις ἀρχὴ καθιστῇ λῃτουργεῖν, οἷον ἄρχων, βασιλεύς, ἀθλοθέται, τί σημεῖον ἔσται πότερον καθιστᾶσιν;
如果其他官职,例如执政官、王副执政官、竞技委员等指定我们履行公益服务,又会有什么标记能表明他们指定的是我们中的哪一个?
προσπαραγράψουσι νὴ Δία τὸν ἐκ Πλαγγόνος, ἂν σὲ ἐγγράφωσιν, ἂν δʼ ἐμέ, τῆς ἐμῆς μητρὸς τοὔνομα.
凭宙斯起誓,如果登记你,他们会加上‘普兰贡之子’,如果登记我,则会加上我母亲的名字。
καὶ τίς ἤκουσε πώποτε, ἢ κατὰ ποῖον νόμον προσπαραγράφοιτʼ ἂν τοῦτο τὸ παράγραμμα ἢ ἄλλο τι πλὴν ὁ πατὴρ καὶ ὁ δῆμος;
但谁曾听说过这样的事,或者根据什么法律可以加上这种或除父亲和区名之外的其他任何附加说明?
ὧν ὄντων ἀμφοῖν τῶν αὐτῶν πολλὴ ταραχὴ συμβαίνει.
既然这两者完全相同,必然会引起极大的混乱。
§10φέρε, εἰ δὲ κριτὴς καλοῖτο Μαντίθεος Μαντίου Θορίκιος, τί ἂν ποιοῖμεν;
且看,如果‘索里科斯区的曼提亚斯之子曼提特乌斯’被召集担任裁判员,我们该怎么办?
ἢ βαδίζοιμεν ἂν ἄμφω;
难道我们两个都去吗?
τῷ γὰρ ἔσται δῆλον πότερον σὲ κέκληκεν ἢ ἐμέ;
因为凭什么能清楚知道他召唤的是你还是我?
πρὸς Διός, ἂν δʼ ἀρχὴν ἡντινοῦν ἡ πόλις κληροῖ, οἷον βουλῆς, θεσμοθέτου, τῶν ἄλλων, τῷ δῆλος ὁ λαχὼν ἡμῶν ἔσται;
凭宙斯起誓,如果城邦为任何官职进行抽签,例如议会、法官或其他任何官职,我们中抽中者如何能明确?
πλὴν εἰ σημεῖον, ὥσπερ ἂν ἄλλῳ τινί, τῷ χαλκίῳ προσέσται· καὶ οὐδὲ τοῦθʼ ὁποτέρου ἐστὶν οἱ πολλοὶ γνώσονται.
除非像对待其他人一样,在青铜签牌上附加上标记;但即便如此,公众也无法知道这属于我们中的哪一个。
οὐκοῦν ὁ μὲν ἑαυτόν, ἐγὼ δʼ ἐμαυτὸν φήσω τὸν εἰληχότʼ εἶναι.
因此,他会说抽中的是他,而我会说是我。
§11λοιπὸν εἰς τὸ δικαστήριον εἰσιέναι.
剩下的就只有去法庭了。
οὐκοῦν ἐφʼ ἑκάστῳ τούτων δικαστήριον ἡμῖν ἡ πόλις καθιεῖ, καὶ τοῦ μὲν κοινοῦ καὶ ἴσου, τοῦ τὸν λαχόντʼ ἄρχειν, ἀποστερησόμεθα, ἀλλήλους δὲ πλυνοῦμεν, καὶ ὁ τῷ λόγῳ κρατήσας ἄρξει.
因此,针对这些情况中的每一种,城邦都会为我们设立法庭,我们将被剥夺我们平等和共同的权利——即抽中者应当任职——而我们将互相诽谤,由口才胜出者任职。
καὶ πότερʼ ἂν βελτίους εἴημεν τῶν ὑπαρχουσῶν δυσκολιῶν ἀπαλλαττόμενοι, ἢ καινὰς ἔχθρας καὶ βλασφημίας ποιούμενοι;
那么,我们是摆脱现有的困境更好,还是制造新的仇恨和诽谤更好?
ἃς πᾶσʼ ἀνάγκη συμβαίνειν, ὅταν ἀρχῆς ἤ τινος ἄλλου πρὸς ἡμᾶς αὐτοὺς ἀμφισβητῶμεν.
每当我们为官职或其他事情相互争执时,所有这些都必然会发生。
§12τί δʼ, ἂν ἄρα (δεῖ γὰρ ἅπαντα ἐξετάσαι) ἅτερος ἡμῶν πείσας τὸν ἕτερον, ἐὰν λάχῃ, παραδοῦναι αὑτῷ τὴν ἀρχήν, οὕτω κληρῶται, τὸ δυοῖν πινακίοιν τὸν ἕνα κληροῦσθαι τί ἄλλʼ ἐστίν;
如果确实(因为我们必须审查所有情况)我们中的一个人说服了另一个,在抽中时将官职让给他,并以此参加抽签——这除了一个人用两张签牌抽签之外,还能是什么?
εἶτʼ ἐφʼ ᾧ θάνατον ζημίαν ὁ νόμος λέγει, τοῦθʼ ἡμῖν ἀδεῶς ἐξέσται πράττειν;
然后,法律规定死刑的罪行,我们竟能毫无畏惧地去干吗?
πάνυ γε· οὐ γὰρ ἂν αὐτὸ ποιήσαιμεν.
‘当然不会,因为我们不会这样做。
οἶδα κἀγώ, τὸ γοῦν κατʼ ἐμέ· ἀλλʼ οὐδʼ αἰτίαν τοιαύτης ζημίας ἐνίους ἔχειν καλόν, ἐξὸν μή.
’我也知道这一点,至少对我自己而言是如此;但如果有可能不承担,有些人却连这种处罚的指控都要承担,这绝非好事。
§13εἶεν.
很好。
ἀλλὰ ταῦτα μὲν ἡ πόλις βλάπτεται· ἐγὼ δʼ ἰδίᾳ τί;
这些是城邦受到的损害;但我个人又如何呢?
θεάσασθʼ ἡλίκα, καὶ σκοπεῖτʼ ἄν τι δοκῶ λέγειν· πολὺ γὰρ χαλεπώτερα ταῦθʼ ὧν ἀκηκόατʼ ἐστίν.
看看到底有多大,并考虑我的话是否有道理;因为这些比你们听到的要严重得多。
ὁρᾶτε μὲν γὰρ ἅπαντες αὐτὸν χρώμενον, ἕως μὲν ἔζη, Μενεκλεῖ καὶ τοῖς περὶ ἐκεῖνον ἀνθρώποις, νῦν δʼ ἑτέροις ἐκείνου βελτίοσιν οὐδέν, καὶ τὰ τοιαῦτʼ ἐζηλωκότα καὶ δεινὸν δοκεῖν εἶναι βουλόμενον· καὶ νὴ Δίʼ ἴσως ἔστιν.
因为你们都看到,他只要活着,就与梅内克勒斯以及那一伙人来往,现在又与不比他们更好的人来往,效仿此类事情并希望显得令人畏惧;凭宙斯起誓,也许他确实如此。
§14ἂν οὖν προϊόντος τοῦ χρόνου τῶν αὐτῶν τι ποιεῖν τούτοις ἐπιχειρῇ (ἔστι δὲ ταῦτα γραφαί, φάσεις, ἐνδείξεις, ἀπαγωγαί), εἶτʼ ἐπὶ τούτων τινί (πολλὰ γάρ ἐστι τἀνθρώπινα, καὶ τοὺς πάνυ δεινοὺς ἑκάστοτε, ὅταν πλεονάζωσιν, ἐπίστασθʼ ὑμεῖς κοσμίους ποιεῖν) ὄφλῃ τῷ δημοσίῳ, τί μᾶλλον οὗτος ἐγγεγραμμένος ἔσται ἐμοῦ;
如果随着时间推移,他企图做与这些人相同的事(即提起公诉、告发、控告、拘捕),然后因为其中某项指控而向国库缴纳罚款(因为人间事务多变,而你们知道如何在那些极其令人畏惧的人逾越分寸时让他们遵守秩序),那么他凭什么比我更容易被登记在案?
§15ὅτι νὴ Δίʼ εἴσονται πάντες πότερός ποτʼ ὦφλεν.
因为,凭宙斯起誓,大家都会知道他们两个中是谁被罚款了。
καλῶς.
很好。
ἂν δέ, ὃ τυχὸν γένοιτʼ ἄν, χρόνος διέλθῃ καὶ μὴ ἐκτεισθῇ τὸ ὄφλημα, τί μᾶλλον οἱ τούτου παῖδες ἔσονται τῶν ἐμῶν ἐγγεγραμμένοι, ὅταν τοὔνομα καὶ ὁ πατὴρ καὶ ἡ φυλὴ καὶ πάντʼ ᾖ ταὐτά;
但如果时间流逝而罚款未缴,这很可能会发生,那么当姓名、父亲、部落和一切都相同时,为什么他的孩子会比我的孩子更容易被登记为债务人?
τί δʼ, εἴ τις δίκην ἐξούλης αὐτῷ λαχὼν μηδὲν ἐμοὶ φαίη πρὸς αὑτὸν εἶναι, κυρίαν δὲ ποιησάμενος ἐγγράψαι, τί μᾶλλον ἂν εἴη τοῦτον ἢ ἔμʼ ἐγγεγραφώς;
如果有人对他提起收回财产之诉,并声称他与我毫无关系,但在使判决生效后进行了登记,那为什么他登记的是他而不是我?
τί δʼ, εἴ τινας εἰσφορὰς μὴ θείη;
如果他不缴纳一些税款又该怎么办?

词汇与语法注释

  1. §9ὧν ὄντων ἀμφοῖν τῶν αὐτῶν — 独立属格(分词)结构。关系代名词 ὧν 指代前文的 ὁ πατήρ 和 ὁ δῆμος。此结构表示导致混乱发生的原因。
  2. §10πλὴν εἰ σημεῖον... τῷ χαλκίῳ προσέσται — 由 πλὴν εἰ(除非)引导的条件从句。动词 προσέσται 并非无人称动词,其主语是 σημεῖον(标记),意为“标记将被附在青铜抽签牌上”。
  3. §12τὸ δυοῖν πινακίοιν τὸν ἕνα κληροῦσθαι — 带有定冠词 τό 的不定式短语作为主格,构成了 τί ἄλλʼ ἐστίν 的实质主语。τὸν ἕνα(一个人)是不定式的宾格主语,δυοῖν πινακίοιν(用两块抽签牌)是表示工具的与格。
  4. §15κυρίαν δὲ ποιησάμενος — 意为“使(判决)生效”。此处省略了阴性名词 δίκην(诉讼或判决),形容词 κυρίαν(有效的、确定的)对其进行修饰。

引用这一段

狄摩西尼, 控诉波奥图斯一 §9-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg039.humanitext-grc2:9-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。