§8τούτων μὲν δὴ τοιούτους ἀκούω λόγους.
私は彼らについてそのような話を聞いています。
ἐκεῖνο δʼ οἶδʼ ὅτι, εἰ μὲν οὗτος ἀληθῆ λέγει καὶ δεινὰ πέπονθεν, ὥσπερ φησίν, ὑπὸ τοῦ Εὐέργου, ἔχει δίκην ἧς ἐτιμήσατʼ αὐτός·
しかし、私は次のことを知っています。 すなわち、もしこの男が真実を語っており、彼が言うようにエウエルゴスからひどい目にあわされたのだとすれば、彼は自ら見積もった賠償をすでに受けています。
εἷλεν γὰρ εἰσελθὼν αὐτὸν ὡς ὑμᾶς, καὶ οὐ δήπου τῶν αὐτῶν παρά τε τοῦ πεποιηκότος δίκαιός ἐστιν δίκην λαβεῖν καὶ παρʼ ἐμοῦ τοῦ μηδʼ ἐπιδημοῦντος·
というのも、彼は皆さんの前に出廷して彼に勝訴したからです。 そして同じ行為について、それを実際に行った者からも、そして国内に留まりさえしなかった私からも賠償を受け取るのが正当であるはずがありません。
εἰ δʼ ὁ Εὔεργος ἀληθῆ λέγει, σεσυκοφάντηται μὲν ὡς ἔοικεν ἐκεῖνος, ἐγὼ δʼ οὐδʼ οὕτως τῶν αὐτῶν φεύγοιμʼ ἂν δίκην εἰκότως.
他方、もしエウエルゴスが真実を語っているなら、あちらは中傷されたことになるようですが、私はそのような場合でも、同じ事柄について訴訟を起こされるいわれはありません。
ὡς οὖν ταῦτα πρῶτον ἀληθῆ λέγω, τούτων τοὺς μάρτυρας ὑμῖν παρέξομαι.
ともかく、私がまずこれらの点について真実を語っていることの、証人たちを皆さんに提示します。
ΜΑΡΤΥΡΕΣ.
証人たち。
§9ὅτι μὲν τοίνυν καὶ πρατὴρ ἦν ἡμῖν τῶν κτημάτων ὅσπερ ἐξ ἀρχῆς αὐτὸς ἐώνητο, καὶ κατὰ τὰς συνθήκας οὗτος ἐμισθώσαθʼ ἡμέτερον ὂν τὸ ἐργαστήριον καὶ τἀνδράποδα, καὶ οὔτε παρῆν ἐγὼ τοῖς μετὰ ταῦτα πρὸς Εὔεργον τούτῳ πραχθεῖσιν οὔτʼ ἐπεδήμουν ὅλως, ἔλαχέν τε δίκην ἐκείνῳ καὶ οὐδὲν πώποθʼ ἡμῖν ἐνεκάλει, ἀκούετε τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί.
したがって、そもそも自ら購入した財産の売り主が我々に対する売り主であったこと、そして契約に従って、この男が我々の所有物である作業場と奴隷を賃借したこと、また私が、その後に彼とエウエルゴスの間で行われた出来事に立ち会っておらず、そもそも国内にさえいなかったこと、そして彼が(私ではなく)あちらに訴訟を起こし、我々には一度も不満を申し立てなかったことを、裁判員諸官、証人たちからお聞きください。
§10ἐπειδὴ τοίνυν ἀφικόμην σχεδόν τι πάντʼ ἀπολωλεκὼς ὅσʼ ἔχων ἐξέπλευσα, ἀκούσας καὶ καταλαβὼν τοῦτον μὲν ἀφεστηκότα, τὸν δʼ Εὔεργον ἔχοντα καὶ κρατοῦνθʼ ὧν ἐωνήμεθα, θαυμαστῶς ὡς ἐλυπήθην, ὁρῶν τὸ πρᾶγμά μοι περιεστηκὸς εἰς ἄτοπον·
さて、私が船出したときに持っていたもののほぼすべてを失って帰国したとき、この男が手を引き、エウエルゴスが我々の購入したものを保有し支配しているのを耳にし、また見いだしたとき、私は驚くほど深く苦悩しました。 自分の状況が奇妙なことになっているのを見たからです。
ἢ γὰρ κοινωνεῖν ἔδει τῆς ἐργασίας καὶ τῶν ἐπιμελειῶν τῷ Εὐέργῳ, ἢ χρήστην ἀντὶ τούτου τὸν Εὔεργον ἔχειν, καὶ πρὸς ἐκεῖνον πάλιν μίσθωσιν γράφειν καὶ συμβόλαιον ποιεῖσθαι·
すなわち、エウエルゴスと共同で操業と管理を行うか、もしくは、この男の代わりにエウエルゴスを借主とし、彼との間で再び賃貸借を記録し契約を結ぶか、のどちらかをしなければならなかったからです。
τούτων δʼ οὐδέτερον προῃρούμην.
しかし、私はこれらどちらも望みませんでした。
§11ἀηδῶς δʼ ἔχων οἷς λέγω τούτοις, ἰδὼν τὸν Μνησικλέα τὸν πρατῆρα τούτων ἡμῖν γεγενημένον, προσελθὼν ἐμεμφόμην αὐτῷ, λέγων οἷον ἄνθρωπον προὐξένησέ μοι, καὶ τοὺς ἀμφισβητοῦντας καὶ τί ταῦτʼ ἐστὶν ἠρώτων.
私が述べているこれらの状況に不快感を抱きつつ、これらの財産の我々への売り主となったムネシクレスに会い、彼のところへ行って彼を責め、どんな人物を自分に紹介してくれたのかと言い、また、異議を唱えている人々について、そしてこれが一体どういうことなのかを尋ねました。
ἀκούσας δʼ ἐκεῖνος τῶν μὲν ἀμφισβητούντων κατεγέλα, συνελθεῖν δʼ ἔφη τούτους βούλεσθαι πρὸς ἡμᾶς, καὶ συνάξειν αὐτὸς ἡμᾶς, καὶ παραινέσειν τούτῳ πάντα ποιεῖν τὰ δίκαιʼ ἐμοί, καὶ οἴεσθαι πείσειν.
彼はそれを聞くと、異議を唱えている人々を嘲笑し、彼らが我々と会談することを望んでいると言い、自分が我々を同席させ、この男に私に対してすべての正当な義務を果たすよう勧告するつもりであり、彼を説得できると思う、と語りました。
§12ὡς δὲ συνήλθομεν, τὰ μὲν πολλὰ τί δεῖ λέγειν;
さて、我々が集まったとき、多くの詳細を語る必要がどこにありましょう。
ἧκον δʼ οἱ δεδανεικέναι φάσκοντες τούτῳ ἐπὶ τῷ ἐργαστηρίῳ καὶ τοῖς ἀνδραπόδοις ἃ ἡμεῖς ἐπριάμεθα παρὰ Μνησικλέους, καὶ οὐδὲν ἦν ἁπλοῦν οὐδʼ ὑγιὲς τούτων.
我々がムネシクレスから購入した作業場と奴隷を担保にして、この男に金を貸したと主張する人々がやって来ました。 そして彼らの主張には明白なこともまっとうなことも何一つありませんでした。
πάντα δʼ ἐξελεγχόμενοι ψευδῆ λέγοντες, καὶ τοῦ Μνησικλέους βεβαιοῦντος ἡμῖν, προκαλοῦνται πρόκλησιν ἡμᾶς ὡς οὐ δεξομένους, ἢ κομίσασθαι πάντα τὰ χρήματα παρʼ αὑτῶν καὶ ἀπελθεῖν, ἢ διαλῦσαι σφᾶς ὑπὲρ ὧν ἐνεκάλουν, αἰτιώμενοι πολλῷ πλείονος ἄξιʼ ἔχειν ὧν ἐδεδώκεμεν χρημάτων.
彼らが嘘をついていることがすべて暴かれ、またムネシクレスが我々の権利を保証したとき、彼らは我々が受け入れないだろうと思って、次のような提案をしてきました。 すなわち、自分たちから全額を受け取って手を引くか、あるいは、彼らが請求している分について彼らに支払いをして和解するかであり、我々が貸し付けた金額よりもはるかに価値のあるものを我々が保持していると主張したのです。
§13ἀκούσας δʼ ἐγώ, παραχρῆμα, οὐδὲ βουλευσάμενος, κομίσασθαι συνεχώρησα, καὶ τὸν Εὔεργον ἔπεισα.
私はそれを聞いて、その場ですぐに、熟慮することもなく、その金額を受け取ることに同意し、エウエルゴスをも説得しました。
ἐπειδὴ δʼ ἔδει τὰ χρήμαθʼ ἡμᾶς ἀπολαμβάνειν καὶ τὸ πρᾶγμʼ εἰς τοῦτο προῆκτο, οὐκ ἔφασαν μετὰ ταῦτα δώσειν οἱ τότʼ ἐκεῖνʼ ἐπαγγειλάμενοι, εἰ μὴ πρατῆρες γιγνοίμεθʼ ἡμεῖς τῶν κτημάτων αὐτοῖς, νοῦν ἔχοντες, ὦ ἄνδρες Ἀθηναῖοι, κατʼ αὐτό γε τοῦτο·
しかし、我々が金を受け取るべき段階になり、事態がそこまで進んだとき、当時それを申し出た者たちは、その後になって、金を支払うつもりはないと言い出しました、我々が彼らに対してその財産の売り主にならない限りは。 アテナイの皆さん、この点においてまさに、彼らは思慮があったのです。
ἑώρων γὰρ ἡμᾶς οἷʼ ἐσυκοφαντούμεθʼ ὑπὸ τούτου.
というのも、我々がこの男からどれほど中傷されているかを見ていたからです。
ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτας τὰς μαρτυρίας.
ともかく、私がこれらのことも真実を語っていることの、私のためにこれらの証言も受け取ってください。
ΜΑΡΤΥΡΙΑΙ.
証言たち。
§14ἐπειδὴ τοίνυν τὸ πρᾶγμʼ ἐνταῦθʼ εἱστήκει, καὶ τὰ μὲν χρήματʼ οὐ προΐενθʼ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δʼ εἰκότως ἐφαινόμεθʼ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι.
さて、事態がそこに立ち至り、この男が連れてきた者たちは金を出そうとせず、我々が購入したものを保有し続けるのが当然であると思われるようになったとき、彼は我々に売り主になってくれるよう、懇願し、求め、すがってきました。
ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντος; καὶ τοῦθʼ ὑπέμεινα.
彼がこのように要求し、私に何度も懇願し、ありとあらゆる懇願の手を尽くしたため、私はこのことをも引き受けたのです。