Humanitext Reader

狄摩西尼 · 控诉潘泰内图斯 §8-14

关于转让抵押财产的债权人谈判

第 2 段,共 8 段 · 希腊语

内容简介

叙述者解释了他在回国后如何发现自己的投资因潘泰内托斯与埃乌埃尔戈斯的纠纷而面临危机,并被迫卷入与其他债权人关于转让抵押财产的复杂谈判中。

§8τούτων μὲν δὴ τοιούτους ἀκούω λόγους.
听到关于他们的这些说法。
ἐκεῖνο δʼ οἶδʼ ὅτι, εἰ μὲν οὗτος ἀληθῆ λέγει καὶ δεινὰ πέπονθεν, ὥσπερ φησίν, ὑπὸ τοῦ Εὐέργου, ἔχει δίκην ἧς ἐτιμήσατʼ αὐτός· εἷλεν γὰρ εἰσελθὼν αὐτὸν ὡς ὑμᾶς, καὶ οὐ δήπου τῶν αὐτῶν παρά τε τοῦ πεποιηκότος δίκαιός ἐστιν δίκην λαβεῖν καὶ παρʼ ἐμοῦ τοῦ μηδʼ ἐπιδημοῦντος·
但我知道这一点:如果这个男人说的是真话,而且确实像他所说的那样遭受了埃乌埃尔戈斯的粗暴对待,他已经得到了他自己估定的赔偿;因为他曾向你们提起诉讼并胜诉,当然,对于同样的行径,既从行为人那里,又从我这个甚至不在国内的人那里获取赔偿是不公正的。
εἰ δʼ ὁ Εὔεργος ἀληθῆ λέγει, σεσυκοφάντηται μὲν ὡς ἔοικεν ἐκεῖνος, ἐγὼ δʼ οὐδʼ οὕτως τῶν αὐτῶν φεύγοιμʼ ἂν δίκην εἰκότως.
另一方面,如果埃乌埃尔戈斯说的是真话,那么那个人显然是被恶意控告了,即便如此,我也不能合理地因同样的事而被告上法庭。
ὡς οὖν ταῦτα πρῶτον ἀληθῆ λέγω, τούτων τοὺς μάρτυρας ὑμῖν παρέξομαι.
为了证明我首先在这些事上说的是真话,我将向你们提供这些事实的证人。
ΜΑΡΤΥΡΕΣ.
证人。
§9ὅτι μὲν τοίνυν καὶ πρατὴρ ἦν ἡμῖν τῶν κτημάτων ὅσπερ ἐξ ἀρχῆς αὐτὸς ἐώνητο, καὶ κατὰ τὰς συνθήκας οὗτος ἐμισθώσαθʼ ἡμέτερον ὂν τὸ ἐργαστήριον καὶ τἀνδράποδα, καὶ οὔτε παρῆν ἐγὼ τοῖς μετὰ ταῦτα πρὸς Εὔεργον τούτῳ πραχθεῖσιν οὔτʼ ἐπεδήμουν ὅλως, ἔλαχέν τε δίκην ἐκείνῳ καὶ οὐδὲν πώποθʼ ἡμῖν ἐνεκάλει, ἀκούετε τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί.
诸位陪审员,因此,从证人那里你们可以听到:起初自己买下这些财产并将其卖给我们的人,正是我们的出卖人;而根据契约,这个男人租赁了属于我们的作坊和奴隶;我既没有参与此后他与埃乌埃尔戈斯之间发生的事情,也根本不在国内;他向埃乌埃尔戈斯提起了诉讼,却从未对我们提出任何指控。
§10ἐπειδὴ τοίνυν ἀφικόμην σχεδόν τι πάντʼ ἀπολωλεκὼς ὅσʼ ἔχων ἐξέπλευσα, ἀκούσας καὶ καταλαβὼν τοῦτον μὲν ἀφεστηκότα, τὸν δʼ Εὔεργον ἔχοντα καὶ κρατοῦνθʼ ὧν ἐωνήμεθα, θαυμαστῶς ὡς ἐλυπήθην, ὁρῶν τὸ πρᾶγμά μοι περιεστηκὸς εἰς ἄτοπον· ἢ γὰρ κοινωνεῖν ἔδει τῆς ἐργασίας καὶ τῶν ἐπιμελειῶν τῷ Εὐέργῳ, ἢ χρήστην ἀντὶ τούτου τὸν Εὔεργον ἔχειν, καὶ πρὸς ἐκεῖνον πάλιν μίσθωσιν γράφειν καὶ συμβόλαιον ποιεῖσθαι·
当我回来时,几乎失去了我出发时带走的所有东西,并听说且发现这个男人已经退出,而埃乌埃尔戈斯占有并控制着我们买下的财产,我感到无比痛苦,看到我的处境变得极其尴尬:因为我必须要么与埃乌埃尔戈斯共同分担工作和管理,要么让埃乌埃尔戈斯代替这个男人作为承租人,并轮流与他签订租赁合同和契约;但这两种选择我都不愿意。
τούτων δʼ οὐδέτερον προῃρούμην. §11ἀηδῶς δʼ ἔχων οἷς λέγω τούτοις, ἰδὼν τὸν Μνησικλέα τὸν πρατῆρα τούτων ἡμῖν γεγενημένον, προσελθὼν ἐμεμφόμην αὐτῷ, λέγων οἷον ἄνθρωπον προὐξένησέ μοι, καὶ τοὺς ἀμφισβητοῦντας καὶ τί ταῦτʼ ἐστὶν ἠρώτων.
我对我所说的这些事情感到厌烦,见到作为我们这些财产出卖人的姆内西克莱斯,我走上前去责备他,说他给我介绍了一个什么样的家伙,并询问那些争夺者是谁,这究竟是怎么回事。
ἀκούσας δʼ ἐκεῖνος τῶν μὲν ἀμφισβητούντων κατεγέλα, συνελθεῖν δʼ ἔφη τούτους βούλεσθαι πρὸς ἡμᾶς, καὶ συνάξειν αὐτὸς ἡμᾶς, καὶ παραινέσειν τούτῳ πάντα ποιεῖν τὰ δίκαιʼ ἐμοί, καὶ οἴεσθαι πείσειν.
他听了之后,对那些争夺者戏谑嘲笑,并说他们想与我们见面,他会把我们召集到一起,并劝告这个男人对我履行所有合理的义务,且认为他能够说服他。
§12ὡς δὲ συνήλθομεν, τὰ μὲν πολλὰ τί δεῖ λέγειν;
当我们见面时,大部分细节何必多说呢?
ἧκον δʼ οἱ δεδανεικέναι φάσκοντες τούτῳ ἐπὶ τῷ ἐργαστηρίῳ καὶ τοῖς ἀνδραπόδοις ἃ ἡμεῖς ἐπριάμεθα παρὰ Μνησικλέους, καὶ οὐδὲν ἦν ἁπλοῦν οὐδʼ ὑγιὲς τούτων.
那些声称在这处作坊和奴隶上向这个男人贷过款的人来了,而这些财产是我们从姆内西克莱斯那里买来的,他们的主张没有一点是坦白或诚实的。
πάντα δʼ ἐξελεγχόμενοι ψευδῆ λέγοντες, καὶ τοῦ Μνησικλέους βεβαιοῦντος ἡμῖν, προκαλοῦνται πρόκλησιν ἡμᾶς ὡς οὐ δεξομένους, ἢ κομίσασθαι πάντα τὰ χρήματα παρʼ αὑτῶν καὶ ἀπελθεῖν, ἢ διαλῦσαι σφᾶς ὑπὲρ ὧν ἐνεκάλουν, αἰτιώμενοι πολλῷ πλείονος ἄξιʼ ἔχειν ὧν ἐδεδώκεμεν χρημάτων.
当他们撒谎被彻底戳穿,且姆内西克莱斯确认我们的产权时,他们向我们提出了一个他们以为我们不会接受的提议:要么从他们那里拿回我们所有的钱并离开,要么就他们指控的事项向他们支付赔偿,指责我们占有了远比我们预付款项价值更高的财产。
§13ἀκούσας δʼ ἐγώ, παραχρῆμα, οὐδὲ βουλευσάμενος, κομίσασθαι συνεχώρησα, καὶ τὸν Εὔεργον ἔπεισα.
我听了之后,当场甚至没有商量,就同意拿回钱,并说服了埃乌埃尔戈斯。
ἐπειδὴ δʼ ἔδει τὰ χρήμαθʼ ἡμᾶς ἀπολαμβάνειν καὶ τὸ πρᾶγμʼ εἰς τοῦτο προῆκτο, οὐκ ἔφασαν μετὰ ταῦτα δώσειν οἱ τότʼ ἐκεῖνʼ ἐπαγγειλάμενοι, εἰ μὴ πρατῆρες γιγνοίμεθʼ ἡμεῖς τῶν κτημάτων αὐτοῖς, νοῦν ἔχοντες, ὦ ἄνδρες Ἀθηναῖοι, κατʼ αὐτό γε τοῦτο·
但是当我们需要收回钱、事情已经进展到这一步时,当时提出这一建议的人随后却说,除非我们成为财产的出卖人并向他们转让,否则他们不会付钱。
ἑώρων γὰρ ἡμᾶς οἷʼ ἐσυκοφαντούμεθʼ ὑπὸ τούτου.
雅典的男子汉们,正是在这一点上他们表现得很有头脑;因为他们看到我们是如何被这个男人恶意控告的。
ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτας τὰς μαρτυρίας.
为了证明我在这些事上说的也是真话,请帮我拿来这些证言。
ΜΑΡΤΥΡΙΑΙ.
证言。
§14ἐπειδὴ τοίνυν τὸ πρᾶγμʼ ἐνταῦθʼ εἱστήκει, καὶ τὰ μὲν χρήματʼ οὐ προΐενθʼ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δʼ εἰκότως ἐφαινόμεθʼ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι.
既然事情陷入了这种境地,而这个男人带来的人又不肯付钱,而我们理所当然地继续占有我们买下的财产,他便恳求、请求、哀求我们成为出卖人。
ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντος; καὶ τοῦθʼ ὑπέμεινα.
由于他提出了这个要求,并对我多次恳求,无所不用其极,我也容忍并答应了这件事。

词汇与语法注释

  1. §8ἧς ἐτιμήσατʼ — 关系代词 ἧς 被其先行词 δίκην 吸引(同化)而呈现属格形式(原本应为宾格 ἥν,作为动词 ἐτιμήσατο 的直接宾语)。
  2. §10θαυμαστῶς ὡς — 这是一个惯用表达,源自 θαυμαστόν ἐστιν ὡς(……是令人惊异的),在此处起副词作用,意为“令人惊异地”或“极其”,修饰动词 ἐλυπήθην。
  3. §12ὡς οὐ δεξομένους — 带有 ὡς 的将来时分词 δεξομένους(宾格,修饰 ἡμᾶς)表示主观的意图或预期,意为“料定我们不会接受”。

引用这一段

狄摩西尼, 控诉潘泰内图斯 §8-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg037.humanitext-grc2:8-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。