← デモステネス

第三十七弁論 パンタイネトスへの抗弁

§8-14

担保財産の売却をめぐる債権者間の交渉

帰国した原告が、パンタイネトスとエウエルゴスの紛争により自身の担保権が危機に瀕していることを知り、他の債権者たちとの間で担保財産の売却をめぐる複雑な交渉に巻き込まれていく経緯を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

τούτων μὲν δὴ τοιούτους ἀκούω λόγους. ἐκεῖνο δʼ οἶδʼ ὅτι, εἰ μὲν οὗτος ἀληθῆ λέγει καὶ δεινὰ πέπονθεν, ὥσπερ φησίν, ὑπὸ τοῦ Εὐέργου, ἔχει δίκην ἧς ἐτιμήσατʼ1 αὐτός· εἷλεν γὰρ εἰσελθὼν αὐτὸν ὡς ὑμᾶς, καὶ οὐ δήπου τῶν αὐτῶν παρά τε τοῦ πεποιηκότος δίκαιός ἐστιν δίκην λαβεῖν καὶ παρʼ ἐμοῦ τοῦ μηδʼ ἐπιδημοῦντος· εἰ δʼ ὁ Εὔεργος ἀληθῆ λέγει, σεσυκοφάντηται μὲν ὡς ἔοικεν ἐκεῖνος, ἐγὼ δʼ οὐδʼ οὕτως τῶν αὐτῶν φεύγοιμʼ ἂν δίκην εἰκότως. ὡς οὖν ταῦτα πρῶτον ἀληθῆ λέγω, τούτων τοὺς μάρτυρας ὑμῖν παρέξομαι. ΜΑΡΤΥΡΕΣ.

私は彼らについてそのような話を聞いています。しかし、私は次のことを知っています。すなわち、もしこの男が真実を語っており、彼が言うようにエウエルゴスからひどい目にあわされたのだとすれば、彼は自ら見積もった賠償をすでに受けています。というのも、彼は皆さんの前に出廷して彼に勝訴したからです。そして同じ行為について、それを実際に行った者からも、そして国内に留まりさえしなかった私からも賠償を受け取るのが正当であるはずがありません。他方、もしエウエルゴスが真実を語っているなら、あちらは中傷されたことになるようですが、私はそのような場合でも、同じ事柄について訴訟を起こされるいわれはありません。ともかく、私がまずこれらの点について真実を語っていることの、証人たちを皆さんに提示します。証人たち。

§9

ὅτι μὲν τοίνυν καὶ πρατὴρ ἦν ἡμῖν τῶν κτημάτων ὅσπερ ἐξ ἀρχῆς αὐτὸς ἐώνητο, καὶ κατὰ τὰς συνθήκας οὗτος ἐμισθώσαθʼ ἡμέτερον ὂν τὸ ἐργαστήριον καὶ τἀνδράποδα, καὶ οὔτε παρῆν ἐγὼ τοῖς μετὰ ταῦτα πρὸς Εὔεργον τούτῳ πραχθεῖσιν οὔτʼ ἐπεδήμουν ὅλως, ἔλαχέν τε δίκην ἐκείνῳ καὶ οὐδὲν πώποθʼ ἡμῖν ἐνεκάλει, ἀκούετε τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί.

したがって、そもそも自ら購入した財産の売り主が我々に対する売り主であったこと、そして契約に従って、この男が我々の所有物である作業場と奴隷を賃借したこと、また私が、その後に彼とエウエルゴスの間で行われた出来事に立ち会っておらず、そもそも国内にさえいなかったこと、そして彼が(私ではなく)あちらに訴訟を起こし、我々には一度も不満を申し立てなかったことを、裁判員諸官、証人たちからお聞きください。

§10

ἐπειδὴ τοίνυν ἀφικόμην σχεδόν τι πάντʼ ἀπολωλεκὼς ὅσʼ ἔχων ἐξέπλευσα, ἀκούσας καὶ καταλαβὼν τοῦτον μὲν ἀφεστηκότα, τὸν δʼ Εὔεργον ἔχοντα καὶ κρατοῦνθʼ ὧν ἐωνήμεθα, θαυμαστῶς ὡς2 ἐλυπήθην, ὁρῶν τὸ πρᾶγμά μοι περιεστηκὸς εἰς ἄτοπον· ἢ γὰρ κοινωνεῖν ἔδει τῆς ἐργασίας καὶ τῶν ἐπιμελειῶν τῷ Εὐέργῳ, ἢ χρήστην ἀντὶ τούτου τὸν Εὔεργον ἔχειν, καὶ πρὸς ἐκεῖνον πάλιν μίσθωσιν γράφειν καὶ συμβόλαιον ποιεῖσθαι· τούτων δʼ οὐδέτερον προῃρούμην.

さて、私が船出したときに持っていたもののほぼすべてを失って帰国したとき、この男が手を引き、エウエルゴスが我々の購入したものを保有し支配しているのを耳にし、また見いだしたとき、私は驚くほど深く苦悩しました。自分の状況が奇妙なことになっているのを見たからです。すなわち、エウエルゴスと共同で操業と管理を行うか、もしくは、この男の代わりにエウエルゴスを借主とし、彼との間で再び賃貸借を記録し契約を結ぶか、のどちらかをしなければならなかったからです。しかし、私はこれらどちらも望みませんでした。

§11

ἀηδῶς δʼ ἔχων οἷς λέγω τούτοις, ἰδὼν τὸν Μνησικλέα τὸν πρατῆρα τούτων ἡμῖν γεγενημένον, προσελθὼν ἐμεμφόμην αὐτῷ, λέγων οἷον ἄνθρωπον προὐξένησέ μοι, καὶ τοὺς ἀμφισβητοῦντας καὶ τί ταῦτʼ ἐστὶν ἠρώτων. ἀκούσας δʼ ἐκεῖνος τῶν μὲν ἀμφισβητούντων κατεγέλα, συνελθεῖν δʼ ἔφη τούτους βούλεσθαι πρὸς ἡμᾶς, καὶ συνάξειν αὐτὸς ἡμᾶς, καὶ παραινέσειν τούτῳ πάντα ποιεῖν τὰ δίκαιʼ ἐμοί, καὶ οἴεσθαι πείσειν.

私が述べているこれらの状況に不快感を抱きつつ、これらの財産の我々への売り主となったムネシクレスに会い、彼のところへ行って彼を責め、どんな人物を自分に紹介してくれたのかと言い、また、異議を唱えている人々について、そしてこれが一体どういうことなのかを尋ねました。彼はそれを聞くと、異議を唱えている人々を嘲笑し、彼らが我々と会談することを望んでいると言い、自分が我々を同席させ、この男に私に対してすべての正当な義務を果たすよう勧告するつもりであり、彼を説得できると思う、と語りました。

§12

ὡς δὲ συνήλθομεν, τὰ μὲν πολλὰ τί δεῖ λέγειν; ἧκον δʼ οἱ δεδανεικέναι φάσκοντες τούτῳ ἐπὶ τῷ ἐργαστηρίῳ καὶ τοῖς ἀνδραπόδοις ἃ ἡμεῖς ἐπριάμεθα παρὰ Μνησικλέους, καὶ οὐδὲν ἦν ἁπλοῦν οὐδʼ ὑγιὲς τούτων. πάντα δʼ ἐξελεγχόμενοι ψευδῆ λέγοντες, καὶ τοῦ Μνησικλέους βεβαιοῦντος ἡμῖν, προκαλοῦνται πρόκλησιν ἡμᾶς ὡς οὐ δεξομένους,3 ἢ κομίσασθαι πάντα τὰ χρήματα παρʼ αὑτῶν καὶ ἀπελθεῖν, ἢ διαλῦσαι σφᾶς ὑπὲρ ὧν ἐνεκάλουν, αἰτιώμενοι πολλῷ πλείονος ἄξιʼ ἔχειν ὧν ἐδεδώκεμεν χρημάτων.

さて、我々が集まったとき、多くの詳細を語る必要がどこにありましょう。我々がムネシクレスから購入した作業場と奴隷を担保にして、この男に金を貸したと主張する人々がやって来ました。そして彼らの主張には明白なこともまっとうなことも何一つありませんでした。彼らが嘘をついていることがすべて暴かれ、またムネシクレスが我々の権利を保証したとき、彼らは我々が受け入れないだろうと思って、次のような提案をしてきました。すなわち、自分たちから全額を受け取って手を引くか、あるいは、彼らが請求している分について彼らに支払いをして和解するかであり、我々が出した金額よりもはるかに価値のあるものを我々が保持していると主張したのです。

§13

ἀκούσας δʼ ἐγώ, παραχρῆμα, οὐδὲ βουλευσάμενος, κομίσασθαι συνεχώρησα, καὶ τὸν Εὔεργον ἔπεισα. ἐπειδὴ δʼ ἔδει τὰ χρήμαθʼ ἡμᾶς ἀπολαμβάνειν καὶ τὸ πρᾶγμʼ εἰς τοῦτο προῆκτο, οὐκ ἔφασαν μετὰ ταῦτα δώσειν οἱ τότʼ ἐκεῖνʼ ἐπαγγειλάμενοι, εἰ μὴ πρατῆρες γιγνοίμεθʼ ἡμεῖς τῶν κτημάτων αὐτοῖς, νοῦν ἔχοντες, ὦ ἄνδρες Ἀθηναῖοι, κατʼ αὐτό γε τοῦτο· ἑώρων γὰρ ἡμᾶς οἷʼ ἐσυκοφαντούμεθʼ ὑπὸ τούτου. ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτας τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.

私はそれを聞いて、その場ですぐに、熟慮することもなく、その金額を受け取ることに同意し、エウエルゴスをも説得しました。しかし、我々が金を受け取るべき段階になり、事態がそこまで進んだとき、当時それを申し出た者たちは、その後になって、金を支払うつもりはないと言い出しました、我々が彼らに対してその財産の売り主にならない限りは。アテナイの皆さん、この点においてまさに、彼らは思慮があったのです。というのも、我々がこの男からどれほど中傷されているかを見ていたからです。ともかく、私がこれらのことも真実を語っていることについて、私のためにこれらの証言も受け取ってください。証言たち。

§14

ἐπειδὴ τοίνυν τὸ πρᾶγμʼ ἐνταῦθʼ εἱστήκει, καὶ τὰ μὲν χρήματʼ οὐ προΐενθʼ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δʼ εἰκότως ἐφαινόμεθʼ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι. ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντος; καὶ τοῦθʼ ὑπέμεινα.

さて、事態がそこに立ち至り、この男が連れてきた者たちは金を出そうとせず、我々が購入したものを保有し続けるのが当然であると思われるようになったとき、彼は我々に売り主になってくれるよう、懇願し、求め、すがってきました。彼がこのように要求し、私に何度も懇願し、ありとあらゆる懇願の手を尽くしたため、私はこのことをも引き受けたのです。

構文注3 件
  1. 8ἧς ἐτιμήσατʼ

    関係代名詞 ἧς は、価値・見積額を表す属格である。動詞 τιμάομαι(ここでは ἐτιμήσατο)は見積額を属格でとる。

  2. 10θαυμαστῶς ὡς

    慣用的な表現であり、θαυμαστόν ἐστιν ὡς(いかに~かが驚くべきことであるか)という構文が副詞化して「驚くほどに」「極めて」という意味で動詞 ἐλυπήθην を修飾している。

  3. 12ὡς οὐ δεξομένους

    小辞 ὡς を伴う未来分詞 δεξομένους(対格、意味上の主語は ἡμᾶς)は、「~しないだろうという想定のもとに」という主観的な意図や予想を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 2 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0014.tlg037.humanitext-grc2:8-14