§1δεδωκότων, ὦ ἄνδρες δικασταί, τῶν νόμων παραγράψασθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας δικάζηται, γεγενημένων ἀμφοτέρων μοι τούτων πρὸς Πανταίνετον τουτονί, παρεγραψάμην, ὡς ἠκούσατʼ ἀρτίως, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, οὐκ οἰόμενος δεῖν ἀφεῖσθαι τοῦ δικαίου τούτου, οὐδʼ, ἐπειδὰν ἐξελέγξω πρὸς ἅπασι τοῖς ἄλλοις καὶ ἀφεικότα τοῦτον ἐμαυτὸν καὶ ἀπηλλαγμένον, ἐγγενέσθαι τούτῳ μὴ φάσκειν ἀληθῆ με λέγειν, καὶ ποιεῖσθαι τεκμήριον ὡς, εἴπερ ἐπράχθη τι τοιοῦτον, παρεγραψάμην ἂν αὐτόν, ἀλλʼ ἐπὶ ταύτης τῆς σκήψεως εἰσελθὼν ἀμφότερʼ ὑμῖν ἐπιδεῖξαι, καὶ ὡς οὐδὲν ἠδίκηκα τοῦτον καὶ ὡς παρὰ τὸν νόμον μοι δικάζεται.
裁判員諸官、法律が、誰かが相手を免責し和解した事柄について訴訟を起こす場合、特別抗弁を提出することを許しており、私において、これら両方がこのパンタイネトスに対してすでになされているので、先ほどお聞きになった通り、私はこの訴訟が受理不可能であるという特別抗弁を提出しました。 私はこの正当な権利を諦めるべきではないと考えたからです。 また、私が他のすべての事柄に加えて、彼を免責し和解したことを証明したときに、彼が「私の言うことは真実ではない」と主張する余地を与えないためであり、また「もしそのような和解がなされていたなら、私は抗弁を提出していただろうに」と(抗弁を提出しなかったことを)証拠にするのを防ぐためであり、むしろ、この抗弁に基づいて出廷し、私が彼に対して何一つ不義を働いていないこと、そして彼が法律に反して私を訴えていることの両方を皆さんに証明するためです。
§2εἰ μὲν οὖν ἐπεπόνθει τι τούτων Πανταίνετος ὧν νῦν ἐγκαλεῖ, κατʼ ἐκείνους ἂν τοὺς χρόνους εὐθὺς ἐφαίνετό μοι δικαζόμενος, ἐν οἷς τὸ συμβόλαιον ἡμῖν πρὸς ἀλλήλους ἐγένετο, οὐσῶν μὲν ἐμμήνων τούτων τῶν δικῶν, ἐπιδημούντων δʼ ἡμῶν ἀμφοτέρων, ἁπάντων δʼ ἀνθρώπων εἰωθότων παρʼ αὐτὰ τἀδικήματα μᾶλλον ἢ χρόνων ἐγγεγενημένων ἀγανακτεῖν.
もしパンタイネトスが、現在告発しているような被害を当時受けていたのなら、我々の間に契約が成立したまさにその時期に、すぐに私を訴えていたはずです。 これらの訴訟は毎月開かれるものであり、我々両方が国内に滞在しており、すべての人間が、時間が経過してからよりも、不正の直後に憤慨するのが常だからです。
ἐπειδὴ δʼ οὐδὲν ἠδικημένος, ὡς καὶ ὑμεῖς οἶδʼ ὅτι φήσετε, ἐπειδὰν τὰ πεπραγμένʼ ἀκούσητε, τῷ κατορθῶσαι τὴν πρὸς Εὔεργον δίκην ἐπηρμένος συκοφαντεῖ, ὑπόλοιπόν ἐστι παρʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἐπιδείξανθʼ ὡς οὐδʼ ὁτιοῦν ἀδικῶ, καὶ μάρτυρας ὧν ἂν λέγω παρασχόμενον, πειρᾶσθαι σῴζειν ἐμαυτόν.
しかし、彼は何の不正も受けていないのに(皆さんも事実をお聞きになればそうおっしゃると思いますが)、エウエルゴスに対する訴訟で勝訴したことに乗じて中傷しているのですから、裁判員諸官、私に残されているのは、自分が何一つ不正を行っていないことを証明し、私の言うことの証人を立てて、身を救うよう努めることです。
§3δεήσομαι δὲ καὶ μέτρια καὶ δίκαιʼ ὑμῶν ἁπάντων, ἀκοῦσαί τέ μου περὶ ὧν παρεγραψάμην εὐνοϊκῶς, καὶ προσέχειν ὅλῳ τῷ πράγματι τὸν νοῦν·
私は皆さん全員に、控えめで正当なことを要求します。 それは、私が提出した抗弁について好意的に耳を傾けてくださること、そして事件の全体に注意を向けてくださることです。
πολλῶν γὰρ δικῶν ἐν τῇ πόλει γεγενημένων, οὐδένα πω δίκην οὔτʼ ἀναιδεστέραν οὔτε συκοφαντικωτέραν οἴομαι φανήσεσθαι δεδικασμένον ἧς νῦν οὑτοσὶ λαχὼν εἰσελθεῖν τετόλμηκεν.
この都市で多くの訴訟が行われてきましたが、この男が今、提起して出廷する大胆さを見せている訴訟よりも、恥知らずで中傷に満ちた訴訟を他に誰も起こしたことがないということが明らかになるでしょう。
ἐξ ἀρχῆς δʼ, ὡς ἂν οἷός τʼ ὦ διὰ βραχυτάτων, ἅπαντα τὰ πραχθέντα διηγήσομαι πρὸς ὑμᾶς.
私は最初から、できる限り簡潔に、起こったことのすべてを皆さんにご説明いたします。
§4ἐδανείσαμεν πέντε καὶ ἑκατὸν μνᾶς ἐγὼ καὶ Εὔεργος, ὦ ἄνδρες δικασταί, Πανταινέτῳ τουτῳί, ἐπʼ ἐργαστηρίῳ τʼ ἐν τοῖς ἔργοις ἐν Μαρωνείᾳ καὶ τριάκοντʼ ἀνδραπόδοις.
裁判員諸官、私とエウエルゴスは、このパンタイネトスに対し、マロネイアの鉱山地区にある作業場と30人の奴隷を担保にして、105ミナを貸し付けました。
ἦν δὲ τοῦ δανείσματος τετταράκοντα μὲν καὶ πέντε μναῖ ἐμαί, τάλαντον δʼ Εὐέργου.
その貸付金のうち、45ミナは私のもので、1タラントンはエウエルゴスのものでした。
συνέβαινε δὲ τοῦτον ὀφείλειν Μνησικλεῖ μὲν Κολλυτεῖ τάλαντον, Φιλέᾳ δʼ Ἐλευσινίῳ καὶ Πλείστορι πέντε καὶ τετταράκοντα μνᾶς.
そして、この男はコリュトス区のムネシクレスに1タラントン、エレウシス区のフィレアスとプレイストルに45ミナの負債を負っていました。
§5πρατὴρ μὲν δὴ τοῦ ἐργαστηρίου καὶ τῶν ἀνδραπόδων ὁ Μνησικλῆς ἡμῖν γίγνεται (καὶ γὰρ ἐώνητʼ ἐκεῖνος αὐτὰ τούτῳ παρὰ Τηλεμάχου τοῦ πρότερον κεκτημένου)·
そこで、ムネシクレスが我々に対するその作業場と奴隷の売り主となりました(彼は以前の所有者であったテレマコスから、この男のためにそれらを購入していたからです)。
μισθοῦται δʼ οὗτος παρʼ ἡμῶν τοῦ γιγνομένου τόκου τῷ ἀργυρίῳ, πέντε καὶ ἑκατὸν δραχμῶν τοῦ μηνὸς ἑκάστου.
そして、この男は我々から、貸付金から生じる利息に等しい月額105ドラクマの賃貸料で、それらを賃借しました。
καὶ τιθέμεθα συνθήκας, ἐν αἷς ἥ τε μίσθωσις ἦν γεγραμμένη καὶ λύσις τούτῳ παρʼ ἡμῶν ἔν τινι ῥητῷ χρόνῳ.
そして我々は、そこに賃貸契約と、特定の期日内に我々から彼が買い戻す権利が記された契約を結びました。
§6πραχθέντων δὲ τούτων ἐλαφηβολιῶνος μηνὸς ἐπὶ Θεοφίλου ἄρχοντος, ἐγὼ μὲν ἐκπλέων εἰς τὸν Πόντον εὐθὺς ᾠχόμην, οὗτος δʼ ἐνθάδʼ ἦν καὶ Εὔεργος.
これらのことがテオフィロスがアルコンであった年のエラペボリオン月に行われた後、私はすぐにポントスへと船出していなくなりましたが、この男とエウエルゴスはここに残っていました。
τὰ μὲν δὴ πραχθέντα τούτοις πρὸς αὑτούς, ἕως ἀπεδήμουν ἐγώ, οὐκ ἂν ἔχοιμʼ εἰπεῖν.
私が留守にしている間に、この両者の間でどのようなことが行われたかについては、私は語ることができません。
οὔτε γὰρ ταὐτὰ λέγουσιν οὔτʼ ἀεὶ ταὔθʼ οὗτός γε, ἀλλὰ τοτὲ μὲν ἐκπεσεῖν ὑπʼ ἐκείνου βίᾳ παρὰ τὰς συνθήκας ἐκ τῆς μισθώσεως, τοτὲ δʼ αὐτὸν αἴτιον αὑτῷ πρὸς τὸ δημόσιον γενέσθαι τῆς ἐγγραφῆς, τοτὲ δʼ ἄλλʼ ὅ τι ἂν βούληται.
というのも、彼らの言うことは一致しておらず、特にこの男は一貫したことを言わず、ある時はエウエルゴスによって契約に反して力ずくで賃貸から追い出されたと言い、またある時は公金に対する登録について自分自身のせいだったと言い、またある時は自分が望む他のあらゆることを言うからです。
§7ἐκεῖνος δʼ ἁπλῶς οὔτε τοὺς τόκους ἀπολαμβάνων οὔτε τῶν ἄλλων τῶν ἐν ταῖς συνθήκαις ποιοῦντος οὐδὲν τούτου, ἐλθὼν παρʼ ἑκόντος τούτου λαβὼν ἔχειν τὰ ἑαυτοῦ·
しかし、エウエルゴスが単純に主張するところによれば、彼は利息も受け取れず、この男が契約の他の条項も何も履行しなかったので、彼はこの男の合意の上で赴き、自身の権利を確保したとのことです。
μετὰ δὲ ταῦτʼ ἀπελθόντα τοῦτον ἥκειν τοὺς ἀμφισβητήσοντας ἄγοντα, αὐτὸς δʼ οὐχ ὑπεξελθεῖν ἐκείνοις, τοῦτον δʼ οὐχὶ κωλύειν ἔχειν ὅσαπερ ἐμισθώσατο, εἰ ποιοίη τὰ συγκείμενα.
その後、この男が去った後、権利を主張する人々を連れて戻ってきましたが、自分(エウエルゴス)は彼らに引き下がらなかったものの、この男が合意事項を履行するなら、賃借したものをすべて保持することを妨げなかったとのことです。