§15ὁρῶν δʼ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, κακοήθη, καὶ τὸ μὲν ἐξ ἀρχῆς τοῦ Μνησικλέους κατηγοροῦντα πρὸς ἡμᾶς, πάλιν δʼ ᾧ φίλος ἦν τὰ μάλιστα, τῷ Εὐέργῳ, τούτῳ προσκεκρουκότα, καὶ τὸ μὲν πρῶτον ὡς ἐγὼ κατέπλευσα, ἅσμενον φάσκονθʼ ἑορακέναι με, ἐπειδὴ δʼ ἔδει τὰ δίκαια ποιεῖν, ἐμοὶ πάλιν δυσκολαίνοντα, καὶ ἅπασι μέχρι τοῦ προλαβεῖν καὶ τυχεῖν ὧν δέοιτο φίλον ὄντα, μετὰ ταῦτα δʼ ἐχθρὸν καὶ διάφορον γιγνόμενον,
アテナイの皆さん、彼が悪意に満ちており、最初はムネシクレスを我々に対して非難しておきながら、今度はかつて最も親しかったエウエルゴスと衝突し、また最初は私が帰国したとき私に会えて嬉しいと言っていたのに、正当な義務を果たすべき時になると、私に対して再び不機嫌になり、自分が求め、必要とするものを手に入れ獲得するまではすべての人に友人でありながら、その後は敵となり、不和を起こす者となるのを見て、私は、関係を断ち、この男の代わりに売り主となるにあたって、すべての訴えから解放され、免除された上で、このようにして和解することを求めました。
§16ἠξίουν ἀπαλλαττόμενος καὶ πρατὴρ ὑπὲρ τούτου γιγνόμενος, πάντων ἀφεθεὶς τῶν ἐγκλημάτων καὶ ἀπαλλαγείς, οὕτω διαλύεσθαι. τούτων δὲ συγχωρηθέντων οὗτος μὲν ἀφῆκεν ἁπάντων ἐμέ, ἐγὼ δὲ πρατήρ, ὥσπερ ἐδεῖθʼ οὗτος, τῶν κτημάτων ἐγιγνόμην, καθάπερ αὐτὸς ἐπριάμην παρὰ Μνησικλέους.
そして、これらのことが合意されると、この男は私をすべての訴えから解放し、私は、この男が求めた通り、かつて私自身がムネシクレスから購入した条件のまま、これらの財産の売り主となりました。
κομισάμενος δὲ τἀμαυτοῦ καὶ τοῦτον οὐδʼ ὁτιοῦν ἀδικῶν, μὰ τοὺς θεούς, οὐδʼ ἂν εἴ τι γένοιτο, ᾠήθην ἂν δίκην μοι λαχεῖν ποτὲ τουτονί.
私は自分のものを取り戻し、この男に対して何一つ不正を行っておらず、神々に誓って、何が起ころうとも、この男がいつか私を告訴するなどとは思いもしませんでした。
§17τὰ μὲν δὴ γεγενημένα, καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, καὶ διʼ ἃ τὴν δίκην συκοφαντούμενος παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι, ταῦτʼ ἐστιν, ὦ ἄνδρες δικασταί.
裁判員諸官、現実に起こった出来事、および皆さんが投票されるべき事柄、そして私が中傷されてこの訴訟は受理不可能であると抗弁を申し立てた理由は、これらであります。
παρασχόμενος δὲ μάρτυρας οἳ παρῆσαν ἡνίκʼ ἀφιέμην ὑπὸ τούτου καὶ ἀπηλλαττόμην, ὡς οὐκ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, μετὰ ταῦτʼ ἐπιδείξω.
私がこの男によって解放され免除されたときに立ち会った証人たちを提示した上で、この訴訟が法律に照らして受理不可能であることを、その後にお示ししましょう。
καί μοι λέγε ταύτην τὴν μαρτυρίαν.
そして、私のためにこの証言を読み上げてください。
ΜΑΡΤΥΡΙΑ.
λέγε δή μοι καὶ τὴν τῶν ἐωνημένων μαρτυρίαν, ἵνʼ εἰδῆθʼ ὅτι τούτου κελεύοντος αὔτʼ ἀπεδόμην οἷς οὗτος ἐκέλευσεν.
ΜΑΡΤΥΡΙΑ. 買い手たちの証言も私に読み上げてください。 この男の勧めで、この男が指示した者たちに私がこれらを売却したことを、皆さんが知るために。
ΜΑΡΤΥΡΙΑ. §18οὐ τοίνυν μόνον ἡμῖν εἰσιν οὗτοι μάρτυρες, ὡς ἀφείμεθα καὶ νῦν συκοφαντούμεθα, ἀλλὰ καὶ Πανταίνετος αὐτός.
ΜΑΡΤΥΡΙΑ. さらに、我々が解放され、今や中傷されていることの証人は彼らだけではなく、パンタイネトス自身もそうです。
ὅτε γὰρ λαγχάνων Εὐέργῳ τὴν δίκην εἴασεν ἐμέ, τότʼ ἐμαρτύρει πρὸς ἔμʼ αὑτῷ μηδὲν ἔγκλημʼ ὑπόλοιπον εἶναι·
なぜなら、彼がエウエルゴスを告訴した際、私を不問に付したとき、彼はまさにそのことによって、私に対して何の苦情も残っていないことを私に向かって証言していたからです。
οὐ γὰρ ἂν δήπου, τῶν αὐτῶν ἀδικημάτων παρόντων, ἀμφοῖν δʼ ὁμοίως ἐγκαλῶν, τὸν μὲν εἴασεν τῷ δʼ ἐδικάζετο.
というのも、同じ不正行為が存在し、両者に対して等しく苦情を申し立てていたのに、一方を不問にし、他方を告訴するはずがないからです。
ἀλλὰ μὴν ὅτι γʼ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων πάλιν λαγχάνειν, οἶμαι μὲν ὑμᾶς καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν·
しかし、このように解決された事柄について、法律が再び告訴することを許していないことは、私が何も言わなくても皆さんはご承知のことと思います。
ὅμως δὲ λέγʼ αὐτοῖς καὶ τὸν νόμον τουτονί.
それでも、彼らのためにこの法律を読み上げてください。
ΝΟΜΟΣ. §19ἀκούετʼ, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ὧν ἂν ἀφῇ καὶ ἀπαλλάξῃ τις, μηκέτι τὰς δίκας εἶναι.
ΝΟΜΟΣ. 裁判員諸官、法律が、人が解放し免除した事柄については、もはや訴訟は存在しないとはっきりと述べているのをお聞きください。
καὶ μὴν ὅτι γʼ ἀμφότερʼ ἐστὶ πεπραγμένα ταῦτα τούτῳ πρὸς ἡμᾶς, ἠκούσατε τῶν μαρτυριῶν.
そして、これら両方が、この男によって我々に対して行われたことは、証言からお聞きになりました。
ἁπάντων μὲν τοίνυν τῶν ἐν τοῖς νόμοις ἀπειρημένων οὐ προσήκει δικάζεσθαι, ἥκιστα δὲ τούτων.
したがって、法律で禁止されているすべての事柄について訴訟を起こすことは適切ではありませんが、これらの事柄については最も不適切です。
ἃ μὲν γὰρ τὸ δημόσιον πέπρακεν, ἔχοι τις ἂν εἰπεῖν ὡς ἀδίκως οὐ προσήκοντα πέπρακεν·
なぜなら、国家が売却したものについては、不当に、かつ不適切に売却したと主張する者がいるかもしれないからです。
§20καὶ περὶ ὧν ἔγνω τὸ δικαστήριον, ἔστιν εἰπεῖν ὡς ἐξαπατηθὲν τοῦτʼ ἐποίησεν, καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῷ νόμῳ καθʼ ἑκάστου γένοιτʼ ἄν τις εἰκότως λόγος.
また、裁判所が判決を下した事柄については、欺かれてそうしたのだと言うこともできますし、法律に定められた他の各事柄についても、もっともな議論がなされるかもしれません。
ἃ δʼ αὐτὸς ἐπείσθη καὶ ἀφῆκεν, οὐκ ἔνι δήπουθεν εἰπεῖν οὐδʼ αὑτὸν αἰτιάσασθαι, ὡς οὐ δικαίως ταῦτʼ ἐποίησεν.
しかし、自分自身が納得して解放した事柄については、自分が正当にそうしなかったのだと言ったり、自分自身を責めたりすることは、到底できることではありません。
οἱ μὲν οὖν παρά τι τῶν ἄλλων τούτων δικαζόμενοι τοῖς ὑφʼ ἑτέρων δικαίοις ὡρισμένοις οὐκ ἐμμένουσιν, ὁ δʼ ὧν ἂν ἀφῇ πάλιν λαγχάνων τοῖς ὑφʼ ἑαυτοῦ.
したがって、これらの他の事柄に違反して訴訟を起こす者たちは、他者によって定められた決定に従わないわけですが、自分が解放した事柄について再び告訴する者は、自分自身によって定められた決定に従わないのです。
διὸ πάντων μάλιστʼ ἄξιον τούτοις χαλεπαίνειν.
それゆえ、すべての人々の中で最もこのような者たちに対して怒るのが当然なのです。
§21οὐκοῦν ὡς μὲν ἀφῆκέ με πάντων, ὅτʼ ἐγιγνόμην τῶν ἀνδραπόδων πρατήρ, ἐπέδειξα·
さて、私が奴隷たちの売り主となったとき、彼が私をすべての訴えから解放したことは、すでにお示ししました。
ὅτι δʼ οὐκ ἐῶσιν οἱ νόμοι τούτων εἶναι δίκας, ἀκηκόατʼ ἀρτίως ἀναγιγνωσκομένου τοῦ νόμου.
そして、法律がこれらの事柄について訴訟を起こすことを許していないことも、先ほど法律が読み上げられたのを聞いておわかりでしょう。
ἵνα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μή τις οἴηται τοῖς περὶ τῶν πραγμάτων αὐτῶν δικαίοις ἁλισκόμενόν μʼ ἐπὶ τοῦτʼ ἀποχωρεῖν, καὶ καθʼ ἕκαστον ὧν ἐγκαλεῖ βούλομαι δεῖξαι αὐτὸν ψευδόμενον.
しかし、アテナイの皆さん、実体的な正当性において私が敗北しているために、この抗弁に逃げ込んでいるのだと誰にも思われないように、彼が告発している個々の点についても、彼が嘘をついていることをお示ししたいと思います。