← デモステネス

第三十七弁論 パンタイネトスへの抗弁

§15-21

請求免除の合意と既解決事案の訴訟禁止

原告がかつて合意の上で被告をすべての請求から解放し、被告がその条件で第三者に売り主として財産を売却した経緯を述べ、解放済みの事案に対する再告訴を禁じる法律の絶対性を主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§15

ὁρῶν δʼ αὐτόν,1 ὦ ἄνδρες Ἀθηναῖοι, κακοήθη, καὶ τὸ μὲν ἐξ ἀρχῆς τοῦ Μνησικλέους κατηγοροῦντα πρὸς ἡμᾶς, πάλιν δʼ ᾧ φίλος ἦν τὰ μάλιστα, τῷ Εὐέργῳ, τούτῳ προσκεκρουκότα, καὶ τὸ μὲν πρῶτον ὡς ἐγὼ κατέπλευσα, ἅσμενον φάσκονθʼ ἑορακέναι με, ἐπειδὴ δʼ ἔδει τὰ δίκαια ποιεῖν, ἐμοὶ πάλιν δυσκολαίνοντα, καὶ ἅπασι μέχρι τοῦ προλαβεῖν καὶ τυχεῖν ὧν δέοιτο φίλον ὄντα, μετὰ ταῦτα δʼ ἐχθρὸν καὶ διάφορον γιγνόμενον, ἠξίουν ἀπαλλαττόμενος καὶ πρατὴρ ὑπὲρ τούτου γιγνόμενος, πάντων ἀφεθεὶς τῶν ἐγκλημάτων καὶ ἀπαλλαγείς, οὕτω διαλύεσθαι. τούτων δὲ συγχωρηθέντων οὗτος μὲν ἀφῆκεν ἁπάντων ἐμέ, ἐγὼ δὲ πρατήρ, ὥσπερ ἐδεῖθʼ οὗτος, τῶν κτημάτων ἐγιγνόμην, καθάπερ αὐτὸς ἐπριάμην παρὰ Μνησικλέους. κομισάμενος δὲ τἀμαυτοῦ καὶ τοῦτον οὐδʼ ὁτιοῦν ἀδικῶν, μὰ τοὺς θεούς, οὐδʼ ἂν2 εἴ τι γένοιτο, ᾠήθην ἂν δίκην μοι λαχεῖν ποτὲ τουτονί.

アテナイの皆さん、彼が悪意に満ちており、最初はムネシクレスを我々に対して非難しておきながら、今度はかつて最も親しかったエウエルゴスと衝突し、また最初は私が帰国したとき私に会えて嬉しいと言っていたのに、正当な義務を果たすべき時になると、私に対して再び不機嫌になり、自分が求め、必要とするものを手に入れ獲得するまではすべての人に友人でありながら、その後は敵となり、不和を起こす者となるのを見て、私は、関係を断ち、この男の代わりに売り主となるにあたって、すべての訴えから解放され、免除された上で、このようにして和解することを求めました。そして、これらのことが合意されると、この男は私をすべての訴えから解放し、私は、この男が求めた通り、かつて私自身がムネシクレスから購入した条件のまま、これらの財産の売り主となりました。私は自分のものを取り戻し、この男に対して何一つ不正を行っておらず、神々に誓って、何が起ころうとも、この男がいつか私を告訴するなどとは思いもしませんでした。

§17

τὰ μὲν δὴ γεγενημένα, καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, καὶ διʼ ἃ τὴν δίκην συκοφαντούμενος παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι, ταῦτʼ ἐστιν, ὦ ἄνδρες δικασταί. παρασχόμενος δὲ μάρτυρας οἳ παρῆσαν ἡνίκʼ ἀφιέμην ὑπὸ τούτου καὶ ἀπηλλαττόμην, ὡς οὐκ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, μετὰ ταῦτʼ ἐπιδείξω. καί μοι λέγε ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. λέγε δή μοι καὶ τὴν τῶν ἐωνημένων μαρτυρίαν, ἵνʼ εἰδῆθʼ ὅτι τούτου κελεύοντος αὔτʼ ἀπεδόμην οἷς οὗτος ἐκέλευσεν. ΜΑΡΤΥΡΙΑ. οὐ τοίνυν μόνον ἡμῖν εἰσιν οὗτοι μάρτυρες, ὡς ἀφείμεθα καὶ νῦν συκοφαντούμεθα, ἀλλὰ καὶ Πανταίνετος αὐτός. ὅτε γὰρ λαγχάνων Εὐέργῳ τὴν δίκην εἴασεν ἐμέ,3 τότʼ ἐμαρτύρει πρὸς ἔμʼ αὑτῷ μηδὲν ἔγκλημʼ ὑπόλοιπον εἶναι· οὐ γὰρ ἂν δήπου, τῶν αὐτῶν ἀδικημάτων παρόντων, ἀμφοῖν δʼ ὁμοίως ἐγκαλῶν, τὸν μὲν εἴασεν τῷ δʼ ἐδικάζετο. ἀλλὰ μὴν ὅτι γʼ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων πάλιν λαγχάνειν, οἶμαι μὲν ὑμᾶς καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν· ὅμως δὲ λέγʼ αὐτοῖς καὶ τὸν νόμον τουτονί. ΝΟΜΟΣ. ἀκούετʼ, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ὧν ἂν ἀφῇ καὶ ἀπαλλάξῃ τις, μηκέτι τὰς δίκας εἶναι. καὶ μὴν ὅτι γʼ ἀμφότερʼ ἐστὶ πεπραγμένα ταῦτα τούτῳ πρὸς ἡμᾶς, ἠκούσατε τῶν μαρτυριῶν. ἁπάντων μὲν τοίνυν τῶν ἐν τοῖς νόμοις ἀπειρημένων οὐ προσήκει δικάζεσθαι, ἥκιστα δὲ τούτων. ἃ μὲν γὰρ τὸ δημόσιον πέπρακεν, ἔχοι τις ἂν εἰπεῖν ὡς ἀδίκως οὐ προσήκοντα πέπρακεν·

裁判員諸官、現実に起こった出来事、および皆さんが投票されるべき事柄、そして私が中傷されてこの訴訟は受理不可能であると抗弁を申し立てた理由は、これらであります。私がこの男によって解放され免除されたときに立ち会った証人たちを提示した上で、この訴訟が法律に照らして受理不可能であることを、その後にお示ししましょう。そして、私のためにこの証言を読み上げてください。 〔証言〕買い手たちの証言も私に読み上げてください。この男の勧めで、この男が指示した者たちに私がこれらを売却したことを、皆さんが知るために。 〔証言〕さらに、我々が解放され、今や中傷されていることの証人は彼らだけではなく、パンタイネトス自身もそうです。なぜなら、彼がエウエルゴスを告訴した際、私を不問に付したとき、彼はまさにそのことによって、私に対して何の苦情も残っていないことを私に向かって証言していたからです。というのも、同じ不正行為が存在し、両者に対して等しく苦情を申し立てていたのに、一方を不問にし、他方を告訴するはずがないからです。しかし、このように解決された事柄について、法律が再び告訴することを許していないことは、私が何も言わなくても皆さんはご承知のことと思います。それでも、彼らのためにこの法律を読み上げてください。 〔法律〕裁判員諸官、法律が、人が解放し免除した事柄については、もはや訴訟は存在しないとはっきりと述べているのをお聞きください。そして、これら両方が、この男によって我々に対して行われたことは、証言からお聞きになりました。したがって、法律で禁止されているすべての事柄について訴訟を起こすことは適切ではありませんが、これらの事柄については最も不適切です。なぜなら、国家が売却したものについては、不当に、かつ不適切に売却したと主張する者がいるかもしれないからです。

§20

καὶ περὶ ὧν ἔγνω τὸ δικαστήριον, ἔστιν εἰπεῖν ὡς ἐξαπατηθὲν τοῦτʼ ἐποίησεν, καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῷ νόμῳ καθʼ ἑκάστου γένοιτʼ ἄν τις εἰκότως λόγος. ἃ δʼ αὐτὸς ἐπείσθη καὶ ἀφῆκεν, οὐκ ἔνι δήπουθεν εἰπεῖν οὐδʼ αὑτὸν αἰτιάσασθαι, ὡς οὐ δικαίως ταῦτʼ ἐποίησεν. οἱ μὲν οὖν παρά τι τῶν ἄλλων τούτων δικαζόμενοι τοῖς ὑφʼ ἑτέρων δικαίοις ὡρισμένοις οὐκ ἐμμένουσιν, ὁ δʼ ὧν ἂν ἀφῇ πάλιν λαγχάνων4 τοῖς ὑφʼ ἑαυτοῦ. διὸ πάντων μάλιστʼ ἄξιον τούτοις χαλεπαίνειν.

また、裁判所が判決を下した事柄については、欺かれてそうしたのだと言うこともできますし、法律に定められた他の各事柄についても、もっともな議論がなされるかもしれません。しかし、自分自身が納得して解放した事柄については、自分が正当にそうしなかったのだと言ったり、自分自身を責めたりすることは、到底できることではありません。したがって、これらの他の事柄に違反して訴訟を起こす者たちは、他者によって定められた決定に従わないわけですが、自分が解放した事柄について再び告訴する者は、自分自身によって定められた決定に従わないのです。それゆえ、すべての人々の中で最もこのような者たちに対して怒るのが当然なのです。

§21

οὐκοῦν ὡς μὲν ἀφῆκέ με πάντων, ὅτʼ ἐγιγνόμην τῶν ἀνδραπόδων πρατήρ, ἐπέδειξα· ὅτι δʼ οὐκ ἐῶσιν οἱ νόμοι τούτων εἶναι δίκας, ἀκηκόατʼ ἀρτίως ἀναγιγνωσκομένου τοῦ νόμου. ἵνα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μή τις οἴηται τοῖς περὶ τῶν πραγμάτων αὐτῶν δικαίοις ἁλισκόμενόν μʼ ἐπὶ τοῦτʼ ἀποχωρεῖν, καὶ καθʼ ἕκαστον ὧν ἐγκαλεῖ βούλομαι δεῖξαι αὐτὸν ψευδόμενον.

さて、私が奴隷たちの売り主となったとき、彼が私をすべての訴えから解放したことは、すでにお示ししました。そして、法律がこれらの事柄について訴訟を起こすことを許していないことも、先ほど法律が読み上げられたのを聞いておわかりでしょう。しかし、アテナイの皆さん、実体的な正当性において私が敗北しているために、この抗弁に逃げ込んでいるのだと誰にも思われないように、彼が告発している個々の点についても、彼が嘘をついていることをお示ししたいと思います。

構文注4 件
  1. 15ὁρῶν δʼ αὐτόν

    現在分詞 ὁρῶν(〜を見て)は、§16 の主動詞 ἠξίουν(私は要求した)に係る副詞的分詞である。目的格の αὐτόν に対して、κακοήθη(形容詞)から始まり、κατηγοροῦντα, προσκεκρουκότα, φάσκονθʼ, δυσκολαίνοντα, ὄντα, γιγνόμενον という一連の分詞・形容詞が並列され、彼の性格やこれまでの不誠実な行動の変化を具体的に描写している。

  2. 16οὐδʼ ἂν εἴ τι γένοιτο, ᾠήθην ἂν

    εἴ τι γένοιτο(希求法過去「万一〜なことがあっても」)という潜在的な条件節に対して、帰結節に直説法過去(アオリスト)+ ἄν(ᾠήθην ἂν「〜と思っただろうに[思わなかった]」)が使われており、過去における強い確信(反実仮想的な帰結)を表す。神々への誓いと相まって、告訴が予期せぬ理不尽なものであることを強調している。

  3. 18ὅτε γὰρ λαγχάνων Εὐέργῳ τὴν δίκην εἴασεν ἐμέ

    分詞 λαγχάνων(告訴を起こす際)は、主動詞 εἴασεν(不問にした、除外した)の時間的な状況を表す。原告が共同被告にすべき私をあえて除外してエウエルゴスのみを告訴した行為自体が、私に対して請求権が残っていないことを黙示的に承認した(ἐμαρτύρει)と解釈されている。

  4. 20ὁ δʼ ὧν ἂν ἀφῇ πάλιν λαγχάνων

    関係代名詞 ὧν は先行詞(複中 τούτων)を吸収し、動詞 ἀφῇ の目的格(対格 ἅ)から、主節の先行詞が置かれるべき属格に引きずられて格変化している(関係代名詞の縮約)。ἄν + 接続法(ἀφῇ)は一般条件を表し、「自分が解放した事柄について再び告訴する者は」という意味になる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg037.humanitext-grc2:15-21