Humanitext Reader

狄摩西尼 · 控诉潘泰内图斯 §15-21

免责和解协议与禁止就已决争议再诉

第 3 段,共 8 段 · 希腊语

内容简介

诉讼人叙述了潘泰内托斯此前如何在转让财产时同意免除对其的一切指控,并指出法律明文禁止对已经和解和免诉的事项再次提起诉讼。

§15ὁρῶν δʼ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, κακοήθη, καὶ τὸ μὲν ἐξ ἀρχῆς τοῦ Μνησικλέους κατηγοροῦντα πρὸς ἡμᾶς, πάλιν δʼ ᾧ φίλος ἦν τὰ μάλιστα, τῷ Εὐέργῳ, τούτῳ προσκεκρουκότα, καὶ τὸ μὲν πρῶτον ὡς ἐγὼ κατέπλευσα, ἅσμενον φάσκονθʼ ἑορακέναι με, ἐπειδὴ δʼ ἔδει τὰ δίκαια ποιεῖν, ἐμοὶ πάλιν δυσκολαίνοντα, καὶ ἅπασι μέχρι τοῦ προλαβεῖν καὶ τυχεῖν ὧν δέοιτο φίλον ὄντα, μετὰ ταῦτα δʼ ἐχθρὸν καὶ διάφορον γιγνόμενον,
雅典的男子汉们,我看到他品质恶劣:起初向我们指责姆内西克莱斯,接着又与他最要好的朋友埃乌埃尔戈斯发生冲突;最初在我乘船归国时,他声称很高兴见到我,但到了需要履行公正义务的时候,他却又对我百般刁难;在达到目的、得到他想要的东西之前,他对所有人都是朋友,而在此之后,他就变成了仇人和对头。
§16ἠξίουν ἀπαλλαττόμενος καὶ πρατὴρ ὑπὲρ τούτου γιγνόμενος, πάντων ἀφεθεὶς τῶν ἐγκλημάτων καὶ ἀπαλλαγείς, οὕτω διαλύεσθαι.
我要求在摆脱纠纷并为他担任出卖人的同时,免除并解脱我的一切指控,以此方式达成和解。
τούτων δὲ συγχωρηθέντων οὗτος μὲν ἀφῆκεν ἁπάντων ἐμέ, ἐγὼ δὲ πρατήρ, ὥσπερ ἐδεῖθʼ οὗτος, τῶν κτημάτων ἐγιγνόμην, καθάπερ αὐτὸς ἐπριάμην παρὰ Μνησικλέους.
在这些条件得到同意后,他免除了我的一切指控,而我则应他的要求,按照我自己当初从姆内西克莱斯那里购买的条件,成为了这些财产的出卖人。
κομισάμενος δὲ τἀμαυτοῦ καὶ τοῦτον οὐδʼ ὁτιοῦν ἀδικῶν, μὰ τοὺς θεούς, οὐδʼ ἂν εἴ τι γένοιτο, ᾠήθην ἂν δίκην μοι λαχεῖν ποτὲ τουτονί.
我收回了我自己的财产,没有对这个男人进行任何不公的伤害。 天哪! 我万万没有想到,无论发生什么,这个男人有一天竟然会起诉我。
§17τὰ μὲν δὴ γεγενημένα, καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, καὶ διʼ ἃ τὴν δίκην συκοφαντούμενος παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι, ταῦτʼ ἐστιν, ὦ ἄνδρες δικασταί.
诸位陪审员,已经发生的事实、你们将要表决的事项,以及我因受到恶意控告而提出该诉讼不可受理的妨诉抗辩的原因,就是这些。
παρασχόμενος δὲ μάρτυρας οἳ παρῆσαν ἡνίκʼ ἀφιέμην ὑπὸ τούτου καὶ ἀπηλλαττόμην, ὡς οὐκ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, μετὰ ταῦτʼ ἐπιδείξω.
在向你们提供我被他免除和解脱指控时在场的证人之后,我将进一步证明,根据法律,该诉讼是不可受理的。
καί μοι λέγε ταύτην τὴν μαρτυρίαν.
请为我宣读这份证言。
ΜΑΡΤΥΡΙΑ. λέγε δή μοι καὶ τὴν τῶν ἐωνημένων μαρτυρίαν, ἵνʼ εἰδῆθʼ ὅτι τούτου κελεύοντος αὔτʼ ἀπεδόμην οἷς οὗτος ἐκέλευσεν.
证言。 也请为我宣读买主们的证言,以便你们知道,我是按照他的要求,将这些财产卖给了他所指定的人。
ΜΑΡΤΥΡΙΑ.
证言。
§18οὐ τοίνυν μόνον ἡμῖν εἰσιν οὗτοι μάρτυρες, ὡς ἀφείμεθα καὶ νῦν συκοφαντούμεθα, ἀλλὰ καὶ Πανταίνετος αὐτός.
因此,不仅这些人是证明我们已获得免诉且现在受到恶意控告的证人,潘泰内托斯本人也是。
ὅτε γὰρ λαγχάνων Εὐέργῳ τὴν δίκην εἴασεν ἐμέ, τότʼ ἐμαρτύρει πρὸς ἔμʼ αὑτῷ μηδὲν ἔγκλημʼ ὑπόλοιπον εἶναι· οὐ γὰρ ἂν δήπου, τῶν αὐτῶν ἀδικημάτων παρόντων, ἀμφοῖν δʼ ὁμοίως ἐγκαλῶν, τὸν μὲν εἴασεν τῷ δʼ ἐδικάζετο.
因为当他对埃乌埃尔戈斯提起诉讼而将我置之度外时,他当时就向我证明,对我已不再保留任何指控;因为在存在同样的侵害、且对两者的指责相同的情况下,他绝不可能放过一人而起诉另一人。
ἀλλὰ μὴν ὅτι γʼ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων πάλιν λαγχάνειν, οἶμαι μὲν ὑμᾶς καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν·
然而,对于这样解决的事情,法律不允许再次起诉,我想即使我不说,你们也知道。
ὅμως δὲ λέγʼ αὐτοῖς καὶ τὸν νόμον τουτονί.
尽管如此,还是请给他们宣读这条法律。
ΝΟΜΟΣ.
法律。
§19ἀκούετʼ, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ὧν ἂν ἀφῇ καὶ ἀπαλλάξῃ τις, μηκέτι τὰς δίκας εἶναι.
诸位陪审员,请听法律明确规定,对于任何人已经免除和解脱的事项,不得再提起诉讼。
καὶ μὴν ὅτι γʼ ἀμφότερʼ ἐστὶ πεπραγμένα ταῦτα τούτῳ πρὸς ἡμᾶς, ἠκούσατε τῶν μαρτυριῶν.
而这这两项行为他都确实对我们做过了,你们也已经从证言中听到了。
ἁπάντων μὲν τοίνυν τῶν ἐν τοῖς νόμοις ἀπειρημένων οὐ προσήκει δικάζεσθαι, ἥκιστα δὲ τούτων.
因此,对于法律所禁止的一切事项提起诉讼都是不妥当的,而在这些事项上提起诉讼最不妥当。
ἃ μὲν γὰρ τὸ δημόσιον πέπρακεν, ἔχοι τις ἂν εἰπεῖν ὡς ἀδίκως οὐ προσήκοντα πέπρακεν· §20καὶ περὶ ὧν ἔγνω τὸ δικαστήριον, ἔστιν εἰπεῖν ὡς ἐξαπατηθὲν τοῦτʼ ἐποίησεν, καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῷ νόμῳ καθʼ ἑκάστου γένοιτʼ ἄν τις εἰκότως λόγος.
因为对于国家所卖出的东西,人们还可以说国家是不公正地卖出了不属于它的东西;对于法院判决的事项,也可以说法院是因为受骗才这样做的;对于法律中的其他各项,也可能找到合理的借口。
ἃ δʼ αὐτὸς ἐπείσθη καὶ ἀφῆκεν, οὐκ ἔνι δήπουθεν εἰπεῖν οὐδʼ αὑτὸν αἰτιάσασθαι, ὡς οὐ δικαίως ταῦτʼ ἐποίησεν.
但是,对于一个人自己同意并免除的事项,显然不可能说自己做得很不公正,也不可能以此指责自己。
οἱ μὲν οὖν παρά τι τῶν ἄλλων τούτων δικαζόμενοι τοῖς ὑφʼ ἑτέρων δικαίοις ὡρισμένοις οὐκ ἐμμένουσιν, ὁ δʼ ὧν ἂν ἀφῇ πάλιν λαγχάνων τοῖς ὑφʼ ἑαυτοῦ.
因此,违反其他规定而起诉的人,是不遵守由他人确定的公正,而对于自己已经免除的事项再次起诉的人,则是不遵守由自己确定的公正。
διὸ πάντων μάλιστʼ ἄξιον τούτοις χαλεπαίνειν.
因此,在所有人当中,最应该对这些人发怒。
§21οὐκοῦν ὡς μὲν ἀφῆκέ με πάντων, ὅτʼ ἐγιγνόμην τῶν ἀνδραπόδων πρατήρ, ἐπέδειξα· ὅτι δʼ οὐκ ἐῶσιν οἱ νόμοι τούτων εἶναι δίκας, ἀκηκόατʼ ἀρτίως ἀναγιγνωσκομένου τοῦ νόμου.
那么,在我成为奴隶的出卖人时,他已经免除了我的一切指控,这我已经证明了;法律不允许对这些事项提起诉讼,你们刚才也听到了宣读的法律。
ἵνα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μή τις οἴηται τοῖς περὶ τῶν πραγμάτων αὐτῶν δικαίοις ἁλισκόμενόν μʼ ἐπὶ τοῦτʼ ἀποχωρεῖν, καὶ καθʼ ἕκαστον ὧν ἐγκαλεῖ βούλομαι δεῖξαι αὐτὸν ψευδόμενον.
但是,雅典的男子汉们,为了不让任何人以为我是因为在事实的实体正义上理亏才退守这一抗辩的,我也想证明,在他指控的每一个具体点上,他都在撒谎。

词汇与语法注释

  1. 15ὁρῶν δʼ αὐτόν — 现在分词 ὁρῶν(看到)是修饰 §16 中主句动词 ἠξίουν(我要求)的状语分词。它支配宾格代词 αὐτόν,其后连带着一系列同位形容词与分词(κακοήθη, κατηγοροῦντα, προσκεκρουκότα, φάσκονθʼ, δυσκολαίνοντα, ὄντα, γιγνόμενον),用以详细描绘他恶劣的品性以及前后不一的行为变化。
  2. 16οὐδʼ ἂν εἴ τι γένοιτο, ᾠήθην ἂν — 条件从句 εἴ τι γένοιτο(希求过去,“万一发生什么事”)与主句中带 ἄν 的直说过去时(ᾠήθην ἂν,“我本会以为[但实际上未曾想到]”)相结合,表达了过去强烈的信念(本质上是虚拟语气)。配合对神明的起誓,强调了这起诉讼是多么出乎意料且不通情理。
  3. 18ὅτε γὰρ λαγχάνων Εὐέργῳ τὴν δίκην εἴασεν ἐμέ — 分词 λαγχάνων(在提起诉讼时)表示主句动词 εἴασεν(放过、排除)的时间状况。发言人认为,原告在起诉埃乌埃尔戈斯时将自己排除在外,这一行为本身就等同于默示承认(ἐμαρτύρει)对其已不再保留任何索赔权。
  4. 20ὁ δʼ ὧν ἂν ἀφῇ πάλιν λαγχάνων — 关系代名词 ὧν 发生了格的吸引,本应是动词 ἀφῇ 的宾格(对格 ἅ),但被吸引成了省略的先行词(属格 τούτων)的属格。ἄν 加上虚拟语气(ἀφῇ)构成一般性关系从句,意为“对于自己已经免除的任何事项再次起诉的人”。

引用这一段

狄摩西尼, 控诉潘泰内图斯 §15-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg037.humanitext-grc2:15-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。