§9καὶ νέμονται τὴν ἄλλην οὐσίαν πλὴν ὧν ἐμεμίσθωθʼ οὑτοσί·
そして彼らは、この男が賃貸借していたものを除く他の財産を分割しました。
τούτων δὲ τῆς προσόδου τὴν ἡμίσειαν τούτῳ ἀπεδίδοσαν.
そして、賃貸借された財産から得られる収益の半分を、彼らはこのアポロドロスに支払っていたのです。
ἄχρι μὲν οὖν τούτου τοῦ χρόνου πῶς ἔνεστʼ ἐγκαλεῖν αὐτῷ μισθώσεως;
したがって、この時までは、どうして賃貸借に関して彼を非難することができましょうか。
οὐ γὰρ νῦν, ἀλλὰ τότʼ εὐθὺς ἔδει χαλεπαίνοντα φαίνεσθαι.
というのも、今ではなく、その時すぐに怒りを示すべきだったからです。
καὶ μὴν οὐδὲ τὰς ἐπιγιγνομένας μισθώσεις ὡς οὐκ ἀπείληφεν ἔστʼ εἰπεῖν αὐτῷ.
さらに、その後に生じた賃料を彼が受け取っていないと主張することも不可能です。
§10οὐ γὰρ ἄν ποτʼ, ἐπειδὴ δοκιμασθέντος Πασικλέους ἀπηλλάττετο τῆς μισθώσεως ὅδε, ἀφήκατʼ ἂν αὐτὸν ἁπάντων τῶν ἐγκλημάτων, ἀλλὰ τότʼ ἂν παραχρῆμʼ ἀπῃτεῖτʼ, εἴ τι προσώφειλεν ὑμῖν.
なぜなら、パシクレスが成年の審査を終えてこの男が賃貸借から退いたとき、もし彼があなた方に何か未払い債務を残していたなら、あなた方が彼をすべての訴えから解放するはずはなく、その時ただちに請求したはずだからです。
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, καὶ ἐνείμαθʼ οὗτος πρὸς τὸν ἀδελφὸν παῖδʼ ὄντα, καὶ ἀφῆκαν τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων, λαβὲ ταυτηνὶ τὴν μαρτυρίαν.
したがって、私が真実を言っていること、そしてこの者が(まだ)子供であった弟と財産を分割したこと、また彼らが賃貸借および他のすべての訴えから免除したことを証明するため、この証言書を受け取ってください。
ΜΑΡΤΥΡΙΑ. §11εὐθὺς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς ἀφεῖσαν τουτονὶ τῆς μισθώσεως, νέμονται τὴν τράπεζαν καὶ τὸ ἀσπιδοπηγεῖον, καὶ λαβὼν αἵρεσιν Ἀπολλόδωρος αἱρεῖται τὸ ἀσπιδοπηγεῖον ἀντὶ τῆς τραπέζης.
ΜΑΡΤΥΡΙΑ. 〔証言書〕アテナイの皆さん、彼らがこの男を賃貸借から解放するとすぐに、彼らは銀行と盾製造工場を分割しました。 そして、選択権を与えられたアポロドロスは、銀行ではなく盾製造工場のほうを選んだのです。
καίτοι εἰ ἦν ἰδία τις ἀφορμὴ τούτῳ πρὸς τῇ τραπέζῃ, τί δή ποτʼ ἂν εἵλετο τοῦτο μᾶλλον ἢ ʼκείνην;
しかし、もし銀行に独自の運転資金が付属していたなら、なぜ彼は銀行よりも盾製造工場のほうを選んだのでしょうか。
οὔτε γὰρ ἡ πρόσοδος ἦν πλείων, ἀλλʼ ἐλάττων (τὸ μὲν γὰρ τάλαντον, ἡ δʼ ἑκατὸν μνᾶς ἔφερεν), οὔτε τὸ κτῆμʼ ἥδιον, εἰ προσῆν χρήματα τῇ τραπέζῃ ἴδια.
というのも、収入が多いどころか、むしろ少なかったからであり(盾製造工場は1タラントン、銀行は100ミナをもたらした)、また、もし銀行に独自の資金が付属していたなら、盾製造工場のほうが魅力的な財産であったわけでもないからです。
ἀλλʼ οὐ προσῆν.
しかし、実際には付属していなかったのです。
διόπερ σωφρονῶν εἵλετο τὸ ἀσπιδοπηγεῖον οὗτος·
それゆえ、この者は賢明にも盾製造工場を選んだのです。
τὸ μὲν γὰρ κτῆμʼ ἀκίνδυνόν ἐστιν, ἡ δʼ ἐργασία προσόδους ἔχουσʼ ἐπικινδύνους ἀπὸ χρημάτων ἀλλοτρίων.
なぜなら、工場の財産は安全ですが、銀行の事業は他人の資金を運用して危険な収益を得るものだからです。
§12πολλὰ δʼ ἄν τις ἔχοι λέγειν καὶ ἐπιδεικνύναι σημεῖα τοῦ τοῦτον συκοφαντεῖν ἐγκαλοῦντʼ ἀφορμήν.
彼が運転資金を請求して言いがかりをつけていることを示す証拠として、多くのことを語り、示すことができます。
ἀλλʼ οἶμαι μέγιστον μέν ἐστιν ἁπάντων τεκμήριον τοῦ μηδεμίαν λαβεῖν ἀφορμὴν εἰς ταῦτα τουτονὶ τὸ ἐν τῇ μισθώσει γεγράφθαι προσοφείλοντα τὸν Πασίωνʼ ἐπὶ τὴν τράπεζαν, οὐ δεδωκότʼ ἀφορμὴν τούτῳ, δεύτερον δὲ τὸ τοῦτον ἐν τῇ νομῇ μηδὲν ἐγκαλοῦντα φαίνεσθαι, τρίτον δʼ, ὅτι μισθῶν ἑτέροις ὕστερον ταὐτὰ ταῦτα τοῦ ἴσου ἀργυρίου οὐ φανήσεται προσμεμισθωκὼς ἰδίαν ἀφορμήν.
しかし、この男がこの件に関して何の運転資金も受け取っていないことの、何よりも最大の証拠は、賃貸借契約書にパシオンが銀行に対して追加の債務を負っていると書かれていて、彼に運転資金を与えていないことであり、第二に、この者が財産分割の際に何の不満も述べていないことであり、第三に、彼が後にこれらと同じものを同じ金額で他人に賃貸した際、独自の運転資金を合わせて賃貸した形跡が全くないことです。
§13καίτοι εἰ, ἣν ὁ πατὴρ παρέσχεν, ὑπὸ τοῦδʼ ἀπεστερεῖτο, αὐτὸν νῦν προσῆκεν ἐκείνοις ἄλλοθεν πορίσαντα δεδωκέναι.
しかし、もし父親が提供した資金をこの男によって奪われていたとするなら、今度は彼自身が他の場所から資金を調達して、彼らにそれを引き渡さなければならなかったはずです。
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, καὶ ἐμίσθωσεν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, καὶ οὐδὲ τούτοις παρέδωκεν ἰδίαν ἀφορμήν, ἀλλὰ τὰς παρακαταθήκας καὶ τὴν ἀπὸ τούτων ἐργασίαν αὐτὴν ἐμισθώσαντο, λαβέ μοι τὴν τούτων μαρτυρίαν, καὶ ὡς τὸ ἀσπιδοπηγεῖον εἵλετο.
したがって、私が真実を言っていること、そして彼が後にクセノン、エウプライオス、エウプロン、カリストラトスに賃貸した際、彼らに対しても独自の運転資金を渡さず、彼らは預金とその預金による運用業務そのものを賃借したにすぎないこと、これらを証明する彼らの証言書と、彼が盾製造工場を選択したことを示す証言書を受け取ってください。
ΜΑΡΤΥΡΙΑ. §14μεμαρτύρηται μὲν τοίνυν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι καὶ τούτοις ἐμίσθωσαν καὶ οὐ παρέδωκαν ἰδίαν ἀφορμὴν οὐδεμίαν, καὶ ἐλευθέρους ἀφεῖσαν ὡς μεγάλʼ εὖ πεπονθότες, καὶ οὐκ ἐδικάζοντʼ οὔτʼ ἐκείνοις τότʼ οὔτε τούτῳ.
ΜΑΡΤΥΡΙΑ. 〔証言書〕アテナイの皆さん、彼らがこれらの人々にも賃貸し、独自の運転資金を一切引き渡さなかったこと、そして彼らが大いに恩を受けたとして借主たちを解放し、当時は彼らに対しても、この男に対しても訴訟を起こさなかったことが皆さんに証言されました。
ὃν μὲν τοίνυν χρόνον ἡ μήτηρ ἔζη, ἡ πάντʼ ἀκριβῶς ταῦτʼ εἰδυῖα, οὐδὲν ἔγκλημα πώποτʼ ἐποιήσατο πρὸς τουτονὶ Φορμίωνʼ Ἀπολλόδωρος·
したがって、これらの事情をすべて正確に知っていた母親が存命であった間は、アポロドロスはこのフォルミオンに対して一度も何の非難も申し立てませんでした。
ὡς δʼ ἐτελεύτησεν ἐκείνη, τρισχιλίας ἐγκαλέσας ἀργυρίου δραχμὰς πρὸς αἷς ἔδωκεν ἐκείνη δισχιλίαις τοῖς τούτου παιδίοις, καὶ χιτωνίσκον τινὰ καὶ θεράπαιναν, ἐσυκοφάντει.
しかし、彼女が他界すると、彼女がこの者の子供たちに与えた二千ドラクマに加えて、さらに銀三千ドラクマ、ならびに上着と一人の女奴隷を要求し、言いがかりをつけて彼を苦しめました。
§15καὶ οὐδʼ ἐνταῦθα τούτων οὐδὲν ὧν νῦν ἐγκαλεῖ λέγων φανήσεται.
そして、その時点でも、彼が現在訴えているような事柄を口にした形跡は全くありません。
ἐπιτρέψας δὲ τῷ τε τῆς ἑαυτοῦ γυναικὸς πατρὶ καὶ τῷ συγκηδεστῇ τῷ αὑτοῦ καὶ Λυσίνῳ καὶ Ἀνδρομένει, πεισάντων τούτων Φορμίωνα τουτονὶ δοῦναι δωρεὰν τὰς τρισχιλίας καὶ τὸ προσόν, καὶ φίλον μᾶλλον ἔχειν τοῦτον ἢ διὰ ταῦτʼ ἐχθρὸν αὐτὸν εἶναι, λαβὼν τὸ σύμπαν πεντακισχιλίας, καὶ πάντων ἀφεὶς τῶν ἐγκλημάτων τὸ δεύτερον εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐλθών.
むしろ、自分の妻の父親や、自らの義兄弟、ならびにリュシノスとアンドロメネスに調停を委ね、彼らがこのフォルミオンを説得して、好意として三千ドラクマと付随するものを与え、この件で彼を敵にするよりもむしろ味方にしておくべきだと納得させたので、アテナの神殿に赴き、合わせて五千ドラクマを受け取って、二度目のすべての訴えの免除を行ったのです。