Humanitext Reader

狄摩西尼 · 为波尔米翁辩护 §9-15

财产分割的选择与对福尔米翁的免责

第 2 段,共 8 段 · 希腊语

内容简介

发言人解释了财产分配的经过以及阿波罗多洛斯为何选择更安全的盾牌作坊而非银行,并指出阿波罗多洛斯曾在母亲去世后因微不足道的索赔接受和解金,并免除了福尔米翁的所有责任。

§9καὶ νέμονται τὴν ἄλλην οὐσίαν πλὴν ὧν ἐμεμίσθωθʼ οὑτοσί· τούτων δὲ τῆς προσόδου τὴν ἡμίσειαν τούτῳ ἀπεδίδοσαν.
他们分配了除该人承租的部分以外的其余财产;并且他们将这些承租财产所得收益的一半付给阿波罗多洛斯。
ἄχρι μὲν οὖν τούτου τοῦ χρόνου πῶς ἔνεστʼ ἐγκαλεῖν αὐτῷ μισθώσεως;
因此,直到那时,又怎么可能就租赁之事对他提出指控呢?
οὐ γὰρ νῦν, ἀλλὰ τότʼ εὐθὺς ἔδει χαλεπαίνοντα φαίνεσθαι.
因为他理应在当时立即表示不满,而不是在现在。
καὶ μὴν οὐδὲ τὰς ἐπιγιγνομένας μισθώσεις ὡς οὐκ ἀπείληφεν ἔστʼ εἰπεῖν αὐτῷ.
此外,他甚至不可能声称自己没有收到后来陆续到期的租金。
§10οὐ γὰρ ἄν ποτʼ, ἐπειδὴ δοκιμασθέντος Πασικλέους ἀπηλλάττετο τῆς μισθώσεως ὅδε, ἀφήκατʼ ἂν αὐτὸν ἁπάντων τῶν ἐγκλημάτων, ἀλλὰ τότʼ ἂν παραχρῆμʼ ἀπῃτεῖτʼ, εἴ τι προσώφειλεν ὑμῖν.
因为当帕西克勒斯通过成年审查、此人退出租赁时,如果他仍欠你们任何款项,你们绝对不会免除他的所有指控,而是在当时就会立即要求偿还。
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, καὶ ἐνείμαθʼ οὗτος πρὸς τὸν ἀδελφὸν παῖδʼ ὄντα, καὶ ἀφῆκαν τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων, λαβὲ ταυτηνὶ τὴν μαρτυρίαν.
因此,为了证明我所说的是真话,并且此人与仍是孩子的弟弟分配了财产,并且他们免除了他对租赁及所有其他指控的责任,请拿这份证词。
ΜΑΡΤΥΡΙΑ. §11εὐθὺς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς ἀφεῖσαν τουτονὶ τῆς μισθώσεως, νέμονται τὴν τράπεζαν καὶ τὸ ἀσπιδοπηγεῖον, καὶ λαβὼν αἵρεσιν Ἀπολλόδωρος αἱρεῖται τὸ ἀσπιδοπηγεῖον ἀντὶ τῆς τραπέζης.
ΜΑΡΤΥΡΙΑ. 【证词】雅典人啊,当他们免除了此人的租赁责任后,便立即分配了银行和盾牌作坊。 阿波罗多洛斯在获得选择权后,选择了盾牌作坊,而没有选择银行。
καίτοι εἰ ἦν ἰδία τις ἀφορμὴ τούτῳ πρὸς τῇ τραπέζῃ, τί δή ποτʼ ἂν εἵλετο τοῦτο μᾶλλον ἢ ʼκείνην;
然而,如果银行里留有属于他自己的任何独立运营资金,他到底为什么会选择盾牌作坊而不是银行呢?
οὔτε γὰρ ἡ πρόσοδος ἦν πλείων, ἀλλʼ ἐλάττων (τὸ μὲν γὰρ τάλαντον, ἡ δʼ ἑκατὸν μνᾶς ἔφερεν), οὔτε τὸ κτῆμʼ ἥδιον, εἰ προσῆν χρήματα τῇ τραπέζῃ ἴδια.
因为前者的收益不仅没有更多,反而更少(作坊带来一塔兰同,而银行带来一百米纳),而且如果银行里附有独立资金,作坊也并不比银行更合意。
ἀλλʼ οὐ προσῆν.
但实际上并没有附带资金。
διόπερ σωφρονῶν εἵλετο τὸ ἀσπιδοπηγεῖον οὗτος· τὸ μὲν γὰρ κτῆμʼ ἀκίνδυνόν ἐστιν, ἡ δʼ ἐργασία προσόδους ἔχουσʼ ἐπικινδύνους ἀπὸ χρημάτων ἀλλοτρίων.
因此,此人明智地选择了盾牌作坊;因为作坊的财产是没有风险的,而银行则是利用他人的资金进行运营、获取具有风险的收益。
§12πολλὰ δʼ ἄν τις ἔχοι λέγειν καὶ ἐπιδεικνύναι σημεῖα τοῦ τοῦτον συκοφαντεῖν ἐγκαλοῦντʼ ἀφορμήν.
人们可以说出并指出许多迹象,证明此人索要运营资金是在进行诬告。
ἀλλʼ οἶμαι μέγιστον μέν ἐστιν ἁπάντων τεκμήριον τοῦ μηδεμίαν λαβεῖν ἀφορμὴν εἰς ταῦτα τουτονὶ τὸ ἐν τῇ μισθώσει γεγράφθαι προσοφείλοντα τὸν Πασίωνʼ ἐπὶ τὴν τράπεζαν, οὐ δεδωκότʼ ἀφορμὴν τούτῳ, δεύτερον δὲ τὸ τοῦτον ἐν τῇ νομῇ μηδὲν ἐγκαλοῦντα φαίνεσθαι, τρίτον δʼ, ὅτι μισθῶν ἑτέροις ὕστερον ταὐτὰ ταῦτα τοῦ ἴσου ἀργυρίου οὐ φανήσεται προσμεμισθωκὼς ἰδίαν ἀφορμήν.
但我认为,此人在此事中没有得到任何运营资金的最大证据,首先是租赁合同中写明帕西翁对银行负有追加债务,而没有将运营资金交给此人;第二,此人在分配财产时显出没有任何抱怨;第三,当他后来以同样的价格将这些相同的产业租赁给他人时,也未曾见他附带租赁任何独立的运营资金。
§13καίτοι εἰ, ἣν ὁ πατὴρ παρέσχεν, ὑπὸ τοῦδʼ ἀπεστερεῖτο, αὐτὸν νῦν προσῆκεν ἐκείνοις ἄλλοθεν πορίσαντα δεδωκέναι.
然而,如果父亲提供的运营资金被此人侵占,那么他现在理应自己从别处筹集资金并交予那些承租人。
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, καὶ ἐμίσθωσεν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, καὶ οὐδὲ τούτοις παρέδωκεν ἰδίαν ἀφορμήν, ἀλλὰ τὰς παρακαταθήκας καὶ τὴν ἀπὸ τούτων ἐργασίαν αὐτὴν ἐμισθώσαντο, λαβέ μοι τὴν τούτων μαρτυρίαν, καὶ ὡς τὸ ἀσπιδοπηγεῖον εἵλετο.
因此,为了证明我所言非虚,并且他后来将产业租赁给克塞农、欧普拉伊奥斯、欧普隆和卡利斯特拉托斯时,同样没有交予他们任何独立运营资金,而他们租赁的只是存款以及由存款产生的运营业务本身,请帮我拿来他们的证词,以及他选择盾牌作坊的证明。
ΜΑΡΤΥΡΙΑ. §14μεμαρτύρηται μὲν τοίνυν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι καὶ τούτοις ἐμίσθωσαν καὶ οὐ παρέδωκαν ἰδίαν ἀφορμὴν οὐδεμίαν, καὶ ἐλευθέρους ἀφεῖσαν ὡς μεγάλʼ εὖ πεπονθότες, καὶ οὐκ ἐδικάζοντʼ οὔτʼ ἐκείνοις τότʼ οὔτε τούτῳ.
ΜΑΡΤΥΡΙΑ. 【证词】雅典的众位公民,已向你们证实,他们也将产业租赁给这些人,并且没有交予任何独立的运营资金,而且他们因为获得巨大的恩惠而免除了承租人的责任,在当时既没有起诉那些人,也没有起诉此人。
ὃν μὲν τοίνυν χρόνον ἡ μήτηρ ἔζη, ἡ πάντʼ ἀκριβῶς ταῦτʼ εἰδυῖα, οὐδὲν ἔγκλημα πώποτʼ ἐποιήσατο πρὸς τουτονὶ Φορμίωνʼ Ἀπολλόδωρος·
因此,在对这一切细节了如指掌的母亲在世时,阿波罗多洛斯从未对这里的福尔米翁提出过任何指控。
ὡς δʼ ἐτελεύτησεν ἐκείνη, τρισχιλίας ἐγκαλέσας ἀργυρίου δραχμὰς πρὸς αἷς ἔδωκεν ἐκείνη δισχιλίαις τοῖς τούτου παιδίοις, καὶ χιτωνίσκον τινὰ καὶ θεράπαιναν, ἐσυκοφάντει.
但当她去世后,阿波罗多洛斯不仅索要她给此人孩子们的两千德拉克马,还追加索要三千银德拉克马,以及一件外衣和一个女仆,以此进行诬告和纠缠。
§15καὶ οὐδʼ ἐνταῦθα τούτων οὐδὲν ὧν νῦν ἐγκαλεῖ λέγων φανήσεται.
并且,即使在那个时候,也看不出他提及了任何他现在所控告的事情。
ἐπιτρέψας δὲ τῷ τε τῆς ἑαυτοῦ γυναικὸς πατρὶ καὶ τῷ συγκηδεστῇ τῷ αὑτοῦ καὶ Λυσίνῳ καὶ Ἀνδρομένει, πεισάντων τούτων Φορμίωνα τουτονὶ δοῦναι δωρεὰν τὰς τρισχιλίας καὶ τὸ προσόν, καὶ φίλον μᾶλλον ἔχειν τοῦτον ἢ διὰ ταῦτʼ ἐχθρὸν αὐτὸν εἶναι, λαβὼν τὸ σύμπαν πεντακισχιλίας, καὶ πάντων ἀφεὶς τῶν ἐγκλημάτων τὸ δεύτερον εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐλθών.
相反,他将此事委托给其妻之父、其连襟以及吕西诺斯和安德罗梅内斯调停。 在这些人说服福尔米翁赠予他三千德拉克马及附加物,并劝其与其和好而不因这些事成为仇人之后,他一共拿到了五千德拉克马,并在前往雅典娜神殿后,第二次免除了福尔米翁的所有指控。

词汇与语法注释

  1. 9ὧν — 关系代词的吸引现象(attraction)。省略了属格指示代词先行词 τούτων,关系代词 ἃ(原本作为 ἐμεμίσθωτο 的宾格宾语)受到介词 πλὴν 的支配,同化成了属格 ὧν。
  2. 10οὐ γὰρ ἄν ποτʼ... ἀφήκατʼ ἂν — 伴随 ἄν 的直陈式过去时( festival ἀφήκατε)构成的违背过去事实条件句的结论主句。表示“(过去)绝不可能已经……”。
  3. 11τί δή ποτʼ ἂν εἵλετο τοῦτο μᾶλλον ἢ ʼκείνην; — 指示代词的对比。在上下文中,τοῦτο 指代较近的事物(即刚刚提到的盾牌作坊),而 ἐκείνην 指代较远的事物(即银行)。
  4. 12τοῦ μηδεμίαν λαβεῖν ἀφορμὴν εἰς ταῦτα τουτονὶ — 属格的冠词不定式短语(τοῦ λαβεῖν),修饰名词 τεκμήριον。宾格的 τουτονὶ 作为不定式的逻辑主语,μηδεμίαν ἀφορμὴν 作为其宾语。

引用这一段

狄摩西尼, 为波尔米翁辩护 §9-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg036.humanitext-grc2:9-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。