§16πάλιν, ὡς ὁρᾶτε, δικάζεται, πάσας αἰτίας συμπλάσας καὶ ἐγκλήματʼ ἐκ παντὸς τοῦ χρόνου τοῦ πρὸ τούτου (τοῦτο γάρ ἐστιν μέγιστον ἁπάντων), ἃ οὐδεπώποτʼ ᾐτιάσατο.
ご覧の通り、彼はあらゆる作り話や、それ以前のすべての期間に遡る訴えをでっち上げて(これが何よりも重要なことですが)、これまで一度も非難しなかったことで再び裁判を起こしています。
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι τὴν γνῶσιν τὴν γενομένην ἐν ἀκροπόλει, καὶ τὴν μαρτυρίαν τῶν παραγενομένων, ὅτʼ ἀφίει τῶν ἐγκλημάτων ἁπάντων Ἀπολλόδωρος, λαμβάνων τοῦτο τὸ ἀργύριον.
したがって、私が真実を言っていることを証明するため、アクロポリスで行われた決定書と、アポロドロスがこの金を受け取ってすべての訴えを免除したときに立ち会った人々の証言書を、私に受け取ってください。
ΓΝΩΣΙΣ. ΜΑΡΤΥΡΙΑ. §17ἀκούετε τῆς γνώσεως, ἄνδρες δικασταί, ἣν ἔγνω Δεινίας, οὗ τὴν θυγατέρʼ οὗτος ἔχει, καὶ Νικίας ὁ τὴν ἀδελφὴν τῆς τούτου γυναικὸς ἔχων.
ΓΝΩΣΙΣ. ΜΑΡΤΥΡΙΑ. 裁判員の皆さん、この男が娘を妻としているデイニアス、およびこの者の妻の姉妹を妻としているニキアスが下した決定をお聞きください。
ταῦτα τοίνυν λαβὼν καὶ ἀφεὶς ἁπάντων τῶν ἐγκλημάτων, ὥσπερ ἢ πάντων τεθνεώτων τούτων ἢ τῆς ἀληθείας οὐ γενησομένης φανερᾶς, δίκην τοσούτων ταλάντων λαχὼν τολμᾷ δικάζεσθαι.
このように金を受け取り、すべての訴えを免除しておきながら、まるで彼らが全員死んでしまったか、あるいは真実が明らかにならないとでもいうかのように、これほど多くのタラントンの訴訟を起こして裁判に訴えるとは、呆れた厚顔無恥です。
§18τὰ μὲν οὖν πεπραγμένα καὶ γεγενημένα Φορμίωνι πρὸς Ἀπολλόδωρον ἐξ ἀρχῆς ἅπαντʼ ἀκηκόατʼ, ὦ ἄνδρες Ἀθηναῖοι.
アテナイの皆さん、フォルミオンとアポロドロスとの間で最初からなされ、生じたすべての出来事を、あなた方はすでにお聞きになりました。
οἶμαι δʼ Ἀπολλόδωρον τουτονί, οὐδὲν ἔχοντα δίκαιον εἰπεῖν περὶ ὧν ἐγκαλεῖ, ἅπερ παρὰ τῷ διαιτητῇ λέγειν ἐτόλμα, ταῦτʼ ἐρεῖν, ὡς τὰ γράμμαθʼ ἡ μήτηρ ἠφάνικε πεισθεῖσʼ ὑπὸ τούτου, καὶ τούτων ἀπολωλότων οὐκ ἔχει τίνα χρὴ τρόπον ταῦτʼ ἐξελέγχειν ἀκριβῶς.
しかし、アポロドロスは、自分が訴えていることについて正当な主張を何も持たないため、仲裁人の前で敢えて主張したようなことを語るだろうと私は思います。 つまり、母親がこの男に説得されて帳簿を隠滅し、それらが失われたため、正確にこれらを立証する手段を持たないのだ、と。
§19περὶ δὴ τούτων καὶ ταύτης τῆς αἰτίας σκέψασθʼ ἡλίκʼ ἄν τις ἔχοι τεκμήριʼ εἰπεῖν ὅτι ψεύδεται.
この点、およびこの非難に関して、彼が嘘をついていることを示すいかに多くの証拠を挙げられるか、考えてみてください。
πρῶτον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τίς ἂν ἐνείματο τὰ πατρῷα μὴ λαβὼν γράμματα, ἐξ ὧν ἔμελλεν εἴσεσθαι τὴν καταλειφθεῖσαν οὐσίαν;
第一に、アテナイの皆さん、残された財産を知る手がかりとなる帳簿を受け取らずに、誰が父親の遺産を分割するでしょうか。
οὐδὲ εἷς δήπου.
そんな人は絶対にいません。
καίτοι δυοῖν δέοντʼ εἴκοσιν ἔτη ἐστὶν ἐξ ὅτου ἐνείμω, καὶ οὐκ ἂν ἔχοις ἐπιδεῖξαι, ὡς ἐνεκάλεσας πώποθʼ ὑπὲρ τῶν γραμμάτων.
しかも、あなたが分割を行ってから18年になりますが、あなたが帳簿について一度でも不満を申し立てたことを示すことはできないでしょう。
§20δεύτερον δέ, τίς οὐκ ἄν, ἡνίχʼ ὁ Πασικλῆς ἀνὴρ γεγονὼς ἐκομίζετο τὸν λόγον τῆς ἐπιτροπῆς, εἰ διʼ αὑτοῦ τὰ γράμματʼ ὤκνει τὴν μητέρʼ αἰτιᾶσθαι διεφθαρκέναι, τούτῳ ταῦτʼ ἐδήλωσεν, ὅπως διὰ τούτου ταῦτʼ ἠλέγχθη;
第二に、パシクレスが成人して後見の会計報告を受け取ったとき、もし彼自身の手によって、母親が帳簿を破棄したと非難することをためらったのだとしても、なぜパシクレスにこのことを明らかにし、彼を通じてこれを追及させなかったのでしょうか。
τρίτον δʼ, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανες;
第三に、あなたはどのような帳簿に基づいて訴訟を起こしたのですか。
οὗτος γὰρ πολλοῖς τῶν πολιτῶν δίκας λαγχάνων πολλὰ χρήματʼ εἰσπέπρακται, γράφων εἰς τὰ ἐγκλήματα
ἔβλαψέ με ὁ δεῖνα οὐκ ἀποδιδοὺς ἐμοὶ τὸ ἀργύριον, ὃ κατέλιπεν ὁ πατὴρ ὀφείλοντα αὐτὸν ἐν τοῖς γράμμασιν
.
というのも、この男は多くの市民に対して訴訟を起こし、多くの金を取り立てており、その訴状にこう書いているからです。 「某は、私の父が帳簿の中で彼が負債を負っていると書き残した金を、私に返還しないことで私に損害を与えた。
§21καίτοι εἰ ἠφάνιστο τὰ γράμματα, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανεν;
」しかし、もし帳簿が隠滅されていたなら、彼はどのような帳簿に基づいてそれらの訴訟を起こしたというのでしょうか。
ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, τὴν μὲν νομὴν ἀκηκόαθʼ ἣν ἐνείματο, καὶ μεμαρτύρηται ὑμῖν·
それはともかく、私が真実を言っていることについて、彼が行った財産分割についてはすでにお聞きになり、皆さんに証言されています。
τῶν δὲ λήξεων τούτων ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας.
また、これらの訴訟の訴状についての証言書を、あなた方のために朗読させましょう。
λαβὲ τὰς μαρτυρίας μοι.
証言書を受け取ってください。
ΜΑΡΤΥΡΙΑΙ.
οὐκοῦν ἐν ταύταις ταῖς λήξεσιν ὡμολόγηκεν ἀπειληφέναι τὰ τοῦ πατρὸς γράμματα·
ΜΑΡΤΥΡΙΑΙ. したがって、これらの訴訟において、彼は父親の帳簿を受け取ったことを認めています。
οὐ γὰρ δὴ συκοφαντεῖν γε, οὐδʼ ὧν οὐκ ὤφειλον οὗτοι δικάζεσθαι φήσειεν ἄν.
なぜなら、自分が言いがかりをつけているとか、これらの人々が債務を負っていないのに裁判を起こしたのだ、などとはまさか彼も言わないでしょうから。
§22νομίζω τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλων καὶ πολλῶν ὄντων ἐξ ὧν ἔστιν ἰδεῖν οὐκ ἀδικοῦντα Φορμίωνα τουτονί, μέγιστον ἁπάντων εἶναι, ὅτι Πασικλῆς, ἀδελφὸς ὢν Ἀπολλοδώρου τουτουί, οὔτε δίκην εἴληχεν οὔτʼ ἄλλʼ οὐδὲν ὧν οὗτος ἐγκαλεῖ.
アテナイの皆さん、ここにあるフォルミオンが不正を行っていないことを示す、数多くの重要な証拠の中でも、最大のものは、アポロドロスの実弟であるパシクレスが、彼が訴えている事柄について、訴訟も他のいかなる請求も行っていないことです。
καίτοι οὐ δήπου τὸν μὲν παῖδʼ ὑπὸ τοῦ πατρὸς καταλειφθέντα, καὶ οὗ τῶν ὄντων κύριος ἦν, ἐπίτροπος καταλελειμμένος, οὐκ ἂν ἠδίκει, σὲ δέ, ὃς ἀνὴρ κατελείφθης τέτταρα καὶ εἴκοσιν ἔτη γεγονώς, καὶ ὑπὲρ σαυτοῦ ῥᾳδίως ἂν τὰ δίκαιʼ ἐλάμβανες εὐθύς, εἴ τι ἠδικοῦ.
しかし、父親から子供のままで残され、その財産の管理者であった後見人がその子供に対して不正を行わず、二十四歳の大人の状態で残され、もし不正を受けていたなら直ちに自分で容易に正当な権利を主張できたはずのあなたに対して不正を行うなどということは、到底あり得ないはずです。
οὐκ ἔστι ταῦτα.
そのようなことはあり得ません。
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω καὶ ὁ Πασικλῆς οὐδὲν ἐγκαλεῖ, λαβέ μοι τὴν τούτου μαρτυρίαν.
したがって、私が真実を言っていること、およびパシクレスが何も訴えていないことを証明するため、彼の証言書を受け取ってください。
ΜΑΡΤΥΡΙΑ. §23ἃ τοίνυν ἤδη περὶ αὐτοῦ τοῦ μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην δεῖ σκοπεῖν ὑμᾶς, ταῦτʼ ἀναμνήσθητʼ ἐκ τῶν εἰρημένων.
ΜΑΡΤΥΡΙΑ. そこで、この訴訟が受理不可能であるという点自体に関して、今や皆さんが検討すべきことを、これまでの弁論から思い起こしてください。
ἡμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένου μὲν διαλογισμοῦ καὶ ἀφέσεως τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου τῆς μισθώσεως, γεγενημένης δὲ διαίτης καὶ πάλιν πάντων ἀφέσεως, οὐκ ἐώντων τῶν νόμων δίκας ὧν ἂν ἀφῇ τις ἅπαξ λαγχάνειν,
アテナイの皆さん、私たちは、清算が完了し、銀行および盾製造工場の賃貸借の免除が行われ、また仲裁が行われて再びすべての免除が行われた後であり、法律は、一度免除した事柄について再び訴訟を起こすことを許していないのですから、