§31πρὸς μὲν οὖν τὰ συμφέροντʼ ἐὰν ἐξετάζῃς, καλῶς βεβουλευμένον αὐτὸν εὑρήσεις·
したがって、もし利益に照らして吟味するなら、彼が賢明に決断したことが分かるでしょう。
εἰ δὲ πρὸς γένους δόξαν ἀναίνει Φορμίωνα κηδεστήν, ὅρα μὴ γελοῖον ᾖ σὲ ταῦτα λέγειν.
しかし、もし家柄の名誉に照らしてフォルミオンを義理の親族とすることを拒むなら、あなたがそのようなことを言うのが滑稽ではないか注意しなさい。
εἰ γάρ τις ἔροιτό σε, ποῖόν τινʼ ἡγεῖ τὸν πατέρα τὸν σεαυτοῦ εἶναι, χρηστὸν εὖ οἶδʼ ὅτι φήσειας ἄν.
もし誰かがあなたに、自分の父親をどのような人物だと思うかと尋ねるなら、あなたが「立派な人物だ」と言うのを私はよく知っているからです。
πότερον οὖν οἴει μᾶλλον ἐοικέναι τὸν τρόπον καὶ πάντα τὸν βίον Πασίωνι σαυτὸν ἢ τουτονί;
それでは、あなたは自身の性格と全生涯において、自分の方がこの男よりもパシオンに似ていると思いますか。
ἐγὼ μὲν εὖ οἶδʼ ὅτι τοῦτον.
私には、この男の方がよく似ていることが分かっています。
εἶθʼ ὅς ἐστιν ὁμοιότερος σοῦ τῷ σῷ πατρί, τοῦτον, εἰ τὴν μητέρα τὴν σὴν ἔγημεν, ἀναίνει.
それなのに、あなたよりもあなたの父親に似ているこの男が、あなたの母親と結婚したからといって、あなたは彼を拒むのです。
§32ἀλλὰ μὴν ὅτι γε δόντος καὶ ἐπισκήψαντος τοῦ σοῦ πατρὸς ταῦτʼ ἐπράχθη, οὐ μόνον ἐκ τῆς διαθήκης ἔστιν ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ σὺ μάρτυς αὐτὸς γέγονας.
しかも、あなたの父親が彼女を与え、そうするよう遺言したからこそ、これらのことが行われたということは、アテナイの皆さん、遺言書から見て取れるだけでなく、あなた自身がその証人となっています。
ὅτε γὰρ τὰ μητρῷα πρὸς μέρος ἠξίους νέμεσθαι, ὄντων παίδων ἐκ τῆς γυναικὸς Φορμίωνι τουτῳί, τόθʼ ὡμολόγεις κυρίως δόντος τοῦ πατρὸς τοῦ σοῦ κατὰ τοὺς νόμους αὐτὴν γεγαμῆσθαι.
なぜなら、フォルミオンとこの女性の間に子供たちがいたときに、あなたが母親の遺産を分け前通りに分配するよう要求した際、あなたは父親が正当に彼女を与え、法律に従って結婚が行われたことを認めていたからです。
εἰ γὰρ αὐτὴν εἶχε λαβὼν ἀδίκως ὅδε μηδενὸς δόντος, οὐκ ἦσαν οἱ παῖδες κληρονόμοι, τοῖς δὲ μὴ κληρονόμοις οὐκ ἦν μετουσία τῶν ὄντων.
もしこの男が誰にも与えられずに不正に彼女を妻としていたなら、その子供たちは相続人にはなれず、相続人でなければ財産の分け前を持つことはできなかったでしょう。
ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, μεμαρτύρηται τὸ τέταρτον μέρος λαβεῖν καὶ ἀφεῖναι τῶν ἐγκλημάτων ἁπάντων.
そして、私が真実を述べていることは、あなたが四分の一の分け前を受け取り、すべての訴えを免除したことによって証言されています。
§33κατʼ οὐδὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον οὐδὲν ἔχων εἰπεῖν, ἀναιδεστάτους λόγους ἐτόλμα λέγειν πρὸς τῷ διαιτητῇ, περὶ ὧν προακηκοέναι βέλτιόν ἐσθʼ ὑμᾶς, ἕνα μὲν τὸ παράπαν μὴ γενέσθαι διαθήκην, ἀλλʼ εἶναι τοῦτο πλάσμα καὶ σκευώρημʼ ὅλον, ἕτερον δʼ ἕνεκα τούτου πάντα ταῦτα συγχωρεῖν τὸν πρὸ τοῦ χρόνον καὶ οὐχὶ δικάζεσθαι, ὅτι μίσθωσιν ἤθελεν αὐτῷ φέρειν Φορμίων πολλὴν καὶ ὑπισχνεῖτʼ οἴσειν· ἐπειδὴ δʼ οὐ ποιεῖ ταῦτα, τηνικαῦτα, φησίν, δικάζομαι.
したがって、アテナイの皆さん、この男は何ら正当なことを述べることもできず、仲裁人の前で極めて恥知らずな主張をあえて口にしました。 それらについて、あなた方はあらかじめ聞いておく方がよいでしょう。 一つには、遺言書などそもそも存在せず、これは全くの偽造であり捏造であるということ。 もう一つには、それまで自分がこれらすべてに同意し、裁判を起こさなかったのは、フォルミオンが自分に多額の賃料を払うことを望み、払うと約束していたからであり、「彼がそれを実行しないので、今になって裁判を起こすのだ」と彼は主張しているのです。
§34ὅτι δὲ ταῦτʼ ἀμφότερʼ, ἐὰν λέγῃ, ψεύσεται καὶ τοῖς ὑφʼ ἑαυτοῦ πεπραγμένοις ἐναντίʼ ἐρεῖ, σκοπεῖτʼ ἐκ τωνδί.
もし彼がこれら両方のことを主張するなら、彼が嘘をつくことになり、自らが行ったことと矛盾することを述べることになるのを、次の点から検討してください。
ὅταν μὲν τοίνυν τὴν διαθήκην ἀρνῆται, ἐκ τίνος τρόπου πρεσβεῖα λαβὼν τὴν συνοικίαν κατὰ τὴν διαθήκην ἔχει, τοῦτʼ ἐρωτᾶτʼ αὐτόν.
彼が遺言書の存在を否定するときには、どのような経緯で、遺言書に従って優先相続財産として貸家を受け取り、それを所有しているのか、彼に尋ねてみてください。
οὐ γὰρ ἐκεῖνό γʼ ἐρεῖ, ὡς ἃ μὲν πλεονεκτεῖν τόνδʼ ἔγραψεν ὁ πατήρ, κύριʼ ἐστὶν τῆς διαθήκης, τὰ δʼ ἄλλʼ ἄκυρα.
まさか、父親が自分に有利になるよう書き残した遺言書の部分は有効であり、その他の部分は無効であるなどとは言えないでしょう。
§35ὅταν δʼ ὑπὸ τῶν τοῦδʼ ὑποσχέσεων ὑπάγεσθαι φῇ, μέμνησθʼ ὅτι μάρτυρας ὑμῖν παρεσχήμεθα, οἳ χρόνον πολὺν τοῦδʼ ἀπηλλαγμένου μισθωταὶ τούτοις ἐγίγνοντο τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου.
また、この男の約束によってだまされていたと彼が主張するときには、この男が退いた後、長い間、彼らにとって銀行と盾製造工場の賃借人であった人々を、私たちが証人として提供したことを思い出してください。
καίτοι τόθʼ, ὁπηνίκʼ ἐμίσθωσεν ἐκείνοις, τῷδʼ ἐγκαλεῖν παραχρῆμʼ ἐχρῆν, εἴπερ ἀληθῆ ἦν ὑπὲρ ὧν τότʼ ἀφεὶς νῦν τούτῳ δικάζεται.
しかし、彼が彼らに賃貸したまさにその時に、もし当時免除した事柄について今この男を訴えている理由が真実であったなら、直ちにこの男を非難すべきでした。
ὡς τοίνυν ἀληθῆ λέγω, καὶ πρεσβεῖά τε τὴν συνοικίαν ἔλαβεν κατὰ τὴν διαθήκην, καὶ τῷδʼ οὐχ ὅπως ἐγκαλεῖν ᾤετο δεῖν, ἀλλʼ ἐπῄνει, λαβὲ τὴν μαρτυρίαν.
私が真実を述べていること、そして彼が遺言書に従って優先相続財産として貸家を受け取り、この男を非難すべきだと考えるどころか称賛していたことを示すために、証言書を受け取ってください。
ΜΑΡΤΥΡΙΑ. §36ἵνα τοίνυν εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσα χρήματʼ ἔχων ἐκ τῶν μισθώσεων καὶ ἐκ τῶν χρεῶν ὡς ἀπορῶν καὶ πάντʼ ἀπολωλεκὼς ὀδυρεῖται, βραχέʼ ἡμῶν ἀκούσατε.
ΜΑΡΤΥΡΙΑ. それでは、アテナイの皆さん、この男が賃料や債権からどれほど多くの財産を手に入れながら、まるで困窮し、すべてを失ったかのように嘆いてみせるのかを知っていただくために、私たちの短い説明をお聞きください。
οὗτος γὰρ ἐκ μὲν τῶν χρεῶν ὁμοῦ τάλαντʼ εἴκοσιν εἰσπέπρακται ἐκ τῶν γραμμάτων ὧν ὁ πατὴρ κατέλιπεν, καὶ τούτων ἔχει πλέον ἢ τὰ ἡμίσεα (πολλῶν γὰρ τὰ μέρη τὸν ἀδελφὸν ἀποστερεῖ).
この男は、父親が残した帳簿に基づいて、債権から総額二十タラントンを回収しており、その半分以上を自分が所有しています(多くのものについて弟の分け前を奪っているからです)。
§37ἐκ δὲ τῶν μισθώσεων, ὀκτὼ μὲν ἐτῶν ἃ Φορμίων εἶχε τὴν τράπεζαν, ὀγδοήκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, τὸ ἥμισυ τῆς ὅλης μισθώσεως· καὶ ταῦτʼ ἐστὶ δέκα τάλαντα καὶ τετταράκοντα μναῖ·
また賃料については、フォルミオンが銀行を経営していた八年間、全体の賃料の半分にあたる毎年八十ミナを受け取っており、これは十タラントンと四十ミナになります。
δέκα δὲ τῶν μετὰ ταῦτα, ὧν ἐμίσθωσαν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, τάλαντον τοῦ ἐνιαυτοῦ ἑκάστου.
さらにその後の十年間、彼らが後にクセノン、エウプライオス、エウプロン、カリストラトスに賃貸した分から、毎年一タラントンを受け取っています。
§38χωρὶς δὲ τούτων, ἐτῶν ἴσως εἴκοσι τῆς ἐξ ἀρχῆς νεμηθείσης οὐσίας, ἧς αὐτὸς ἐπεμελεῖτο, τὰς προσόδους, πλέον ἢ μνᾶς τριάκοντα.
これらとは別に、当初分配され、彼自身が管理していた財産から、おそらく二十年間にわたり、毎年三十ミナ以上の収益を得ています。
ἐὰν δʼ ἅπαντα συνθῆτε, ὅσʼ ἐνείματο, ὅσʼ εἰσεπράξατο, ὅσʼ εἴληφε μίσθωσιν, πλέον ἢ τετταράκοντα τάλαντʼ εἰληφὼς φανήσεται, χωρὶς ὧν οὗτος εὖ πεποίηκεν, καὶ τῶν μητρῴων, καὶ ὧν ἀπὸ τῆς τραπέζης ἔχων οὐκ ἀποδίδωσι πένθʼ ἡμιταλάντων καὶ ἑξακοσίων δραχμῶν.
もし分配されたもの、回収したもの、賃料として受け取ったものをすべて合算するなら、この男が施してくれた恩恵や、母親の遺産、そして銀行から受け取ったまま返還していない二タラントン半と六百ドラクマを除いても、四十タラントン以上を受け取っていることが明らかになるでしょう。