§24συκοφαντοῦντος τούτου καὶ παρὰ τοὺς νόμους δικαζομένου παρεγραψάμεθʼ ἐκ τῶν νόμων μὴ εἶναι τὴν δίκην εἰσαγώγιμον.
この男が言いがかりをつけ、法律に反して裁判を起こしているため、私たちは法律に基づき、この訴訟が受理不可能であるという答弁書を提出しました。
ἵνʼ οὖν εἰδῆθʼ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, τόν τε νόμον ὑμῖν τοῦτον ἀναγνώσεται καὶ τὰς μαρτυρίας ἐφεξῆς τῶν παρόντων, ὅτʼ ἀφίει τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων Ἀπολλόδωρος.
したがって、あなた方が何について票を投じるのかを知るために、書記があなた方にこの法律と、アポロドロスが賃貸借および他のすべての訴えを免除したときに立ち会った人々の証言書を順に朗読するでしょう。
λαβέ μοι τὰς μαρτυρίας ταυτασὶ καὶ τὸν νόμον.
これらの証言書と法律を受け取ってください。
ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΣ. §25ἀκούετε τοῦ νόμου λέγοντος, ὦ ἄνδρες Ἀθηναῖοι, τά τʼ ἄλλʼ ὧν μὴ εἶναι δίκας, καὶ ὅσα τις ἀφῆκεν ἢ ἀπήλλαξεν.
ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΣ. アテナイの皆さん、法律が、他のいかなる事柄についても訴訟を認めないとしているか、そして誰かが免除または解放したすべての事柄についても同様であると述べているのをお聞きください。
εἰκότως·
当然のことです。
εἰ γάρ ἐστι δίκαιον, ὧν ἂν ἅπαξ γένηται δίκη, μηκέτʼ ἐξεῖναι δικάζεσθαι, πολὺ τῶν ἀφεθέντων δικαιότερον μὴ εἶναι δίκας.
なぜなら、一度裁判が行われた事柄について、再び裁判を起こすことが許されないのが正義であるならば、免除された事柄については、訴訟が認められないというのははるかに正義に適っているからです。
ὁ μὲν γὰρ ἐν ὑμῖν ἡττηθεὶς τάχʼ ἂν εἴποι τοῦθʼ ὡς ἐξηπατήθηθʼ ὑμεῖς· ὁ δʼ αὑτοῦ φανερῶς καταγνοὺς καὶ ἀφεὶς καὶ ἀπαλλάξας, τίνʼ ἂν ἑαυτὸν αἰτίαν αἰτιασάμενος τῶν αὐτῶν πάλιν εἰκότως δικάζοιτο;
あなた方の前で敗訴した者は、おそらくあなた方が騙されたのだと言うかもしれませんが、自ら明らかに不利益を認め、免除し解放した者が、自分にどのような非があると言って、同じ事柄について再び当然のように裁判を起こせるというのでしょうか。
οὐδεμίαν δήπου.
そのような理由は絶対にありません。
διόπερ τοῦτο πρῶτον ἔγραψεν ὁ τὸν νόμον θεὶς ὧν μὴ εἶναι δίκας, ὅσα τις ἀφῆκεν ἢ ἀπήλλαξεν.
それゆえ、立法者は訴訟を認めない最初のものとして、誰かが免除または解放したすべての事柄を書き記したのです。
ἃ τῷδε γέγονεν ἀμφότερα· καὶ γὰρ ἀφῆκεν καὶ ἀπήλλαξεν.
そして、この男にとっては、免除し解放したという両方のことが行われています。
ὡς δʼ ἀληθῆ λέγω, μεμαρτύρηται ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι.
私が真実を述べていることは、アテナイの皆さん、すでに証言されています。
λαβὲ δή μοι καὶ τὸν τῆς προθεσμίας νόμον.
さて、出訴期限の法律も私に受け取ってください。
ΝΟΜΟΣ. §26ὁ μὲν τοίνυν νόμος, ὦ ἄνδρες Ἀθηναῖοι, σαφῶς οὑτωσὶ τὸν χρόνον ὥρισεν·
ΝΟΜΟΣ. アテナイの皆さん、このように法律は明確に期限を定めています。
Ἀπολλόδωρος δʼ οὑτοσὶ παρεληλυθότων ἐτῶν πλέον ἢ εἴκοσιν τὴν ἑαυτοῦ συκοφαντίαν ἀξιοῖ περὶ πλείονος ὑμᾶς ποιήσασθαι τῶν νόμων, καθʼ οὓς ὀμωμοκότες δικάζετε.
しかし、ここにあるアポロドロスは、二十年以上が経過しているにもかかわらず、あなた方が誓託に基づいて裁判を行う基準である法律よりも、自身の言いがかりを重んじるよう求めているのです。
καίτοι πᾶσι μὲν τοῖς νόμοις προσέχειν εἰκός ἐσθʼ ὑμᾶς, οὐχ ἥκιστα δὲ τούτῳ, ὦ ἄνδρες Ἀθηναῖοι.
しかし、アテナイの皆さん、あなた方があらゆる法律を遵守すべきなのは当然ですが、この法律についてはなおさらです。
§27δοκεῖ γάρ μοι καὶ ὁ Σόλων οὐδενὸς ἄλλου ἕνεκα θεῖναι αὐτὸν ἢ τοῦ μὴ συκοφαντεῖσθαι ὑμᾶς.
私の考えでは、ソロンがこの法律を制定したのも、あなた方が言いがかりによって騙されないようにするため以外の何物でもありません。
τοῖς μὲν γὰρ ἀδικουμένοις τὰ πέντʼ ἔτη ἱκανὸν ἡγήσατʼ εἶναι εἰσπράξασθαι·
なぜなら、彼は不正を被った人々にとって、取り立てを行うには五年間で十分であると考えたからです。
κατὰ δὲ τῶν ψευδομένων τὸν χρόνον ἐνόμισεν σαφέστατον ἔλεγχον ἔσεσθαι.
一方で、嘘をつく者たちに対しては、時間が最も明確な検証手段になると考えました。
καὶ ἅμʼ ἐπειδὴ ἀδύνατον ἔγνω ὂν τούς τε συμβάλλοντας καὶ τοὺς μάρτυρας ἀεὶ ζῆν, τὸν νόμον ἀντὶ τούτων ἔθηκεν, ὅπως μάρτυς εἴη τοῦ δικαίου τοῖς ἐρήμοις.
同時に、取引の当事者や証人たちがいつまでも生き続けることは不可能であると認識していたため、彼らの代わりにこの法律を制定し、証人を失った人々にとって正義の証人となるようにしたのです。
§28θαυμάζω τοίνυν ἔγωγʼ, ὦ ἄνδρες δικασταί, τί ποτʼ ἐστὶν ἃ πρὸς ταῦτʼ ἐπιχειρήσει λέγειν Ἀπολλόδωρος οὑτοσί.
裁判員の皆さん、ここにあるアポロドロスがこれらに対して一体何を言おうとするのか、私は不思議でなりません。
οὐ γὰρ ἐκεῖνό γʼ ὑπείληφεν, ὡς ὑμεῖς, μηδὲν ὁρῶντες εἰς χρήματα τοῦτον ἠδικημένον, ὀργιεῖσθʼ ὅτι τὴν μητέρʼ ἔγημεν αὐτοῦ Φορμίων.
というのも、彼が金銭に関して何の不利益も被っていないことを知っているあなた方が、フォルミオンが彼の母親と結婚したからといって憤慨するだろうなどと、彼自身が思っているはずはないからです。
οὐ γὰρ ἀγνοεῖ τοῦτο, οὐδʼ αὐτὸν λέληθεν, οὐδʼ ὑμῶν πολλούς, ὅτι Σωκράτης ὁ τραπεζίτης ἐκεῖνος, παρὰ τῶν κυρίων ἀπαλλαγεὶς ὥσπερ ὁ τούτου πατήρ, ἔδωκε Σατύρῳ τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτοῦ ποτὲ γενομένῳ.
なぜなら、あの銀行家ソクラテスが、この男の父親と同じように主人たちから解放された後、かつて自分の奴隷であったサテュロスに自身の妻を与えたことを、この男が知らないわけではなく、彼も、そしてあなた方の多くも気づいているからです。
§29ἕτερος Σωκλῆς τραπεζιτεύσας ἔδωκε τὴν ἑαυτοῦ γυναῖκα Τιμοδήμῳ τῷ νῦν ἔτʼ ὄντι καὶ ζῶντι, γενομένῳ ποθʼ αὑτοῦ.
また別の銀行家ソクレスは、自身の妻を、かつて自分の奴隷であった、今もなお健在で生きているティモデモスに与えました。
καὶ οὐ μόνον ἐνθάδε ταῦτα ποιοῦσιν οἱ περὶ τὰς ἐργασίας ὄντες ταύτας, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἐν Αἰγίνῃ ἔδωκεν Στρυμόδωρος Ἑρμαίῳ τῷ ἑαυτοῦ οἰκέτῃ τὴν γυναῖκα, καὶ τελευτησάσης ἐκείνης ἔδωκε πάλιν τὴν θυγατέρα τὴν ἑαυτοῦ.
アテナイの皆さん、この種の仕事に従事している者たちがこうしたことを行うのは、この地だけに留まりません。 アイギナにおいては、ストリュモドロスが自身の奴隷であったヘルマイオスに妻を与え、その妻が亡くなったときには、さらに自身の娘をも与えました。
καὶ πολλοὺς ἂν ἔχοι τις εἰπεῖν τοιούτους.
このような例は、他にも多く挙げることができるでしょう。
§30εἰκότως·
当然のことです。
ὑμῖν μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς γένει πολίταις, οὐδὲ ἓν πλῆθος χρημάτων ἀντὶ τοῦ γένους καλόν ἐστιν ἑλέσθαι·
アテナイの皆さん、生まれながらの市民であるあなた方にとっては、高貴な生まれの代わりにいかなる莫大な富を選ぶことも美しくありません。
τοῖς δὲ τοῦτο μὲν δωρεὰν ἢ παρʼ ὑμῶν ἢ παρʼ ἄλλων τινῶν λαβοῦσιν, τῇ τύχῃ δʼ ἐξ ἀρχῆς ἀπὸ τοῦ χρηματίσασθαι καὶ ἑτέρων πλείω κτήσασθαι καὶ αὐτῶν τούτων ἀξιωθεῖσιν, ταῦτʼ ἐστὶν φυλακτέα.
しかし、市民権をあなた方や他の誰かから贈り物として受け取り、幸運にも当初から商売によって他者よりも多くの富を築き、まさにその富によって市民権に値すると認められた人々にとっては、これらを守り抜かねばなりません。
διόπερ Πασίων ὁ πατὴρ ὁ σὸς οὐ πρῶτος οὐδὲ μόνος, οὐδʼ αὑτὸν ὑβρίζων οὐδʼ ὑμᾶς τοὺς υἱεῖς, ἀλλὰ μόνην ὁρῶν σωτηρίαν τοῖς ἑαυτοῦ πράγμασιν, εἰ τοῦτον ἀνάγκῃ ποιήσειεν οἰκεῖον ὑμῖν, ἔδωκε τὴν ἑαυτοῦ γυναῖκα, μητέρα δʼ ὑμετέραν τούτῳ.
それゆえ、あなたの父親パシオンは、最初でも唯一でもなく、また自分自身を侮辱するためでも、あなた方息子たちを侮辱するためでもなく、もしこの男をどうしてもあなた方の親族にせざるを得ないならば、それが自身の事業を守る唯一の手段であると見抜いたからこそ、自身の妻であり、あなた方の母親である人を、この男に与えたのです。