← デモステネス

第三十六弁論 ポルミオン擁護

§31-38

アポロドロスの遺産承認と受領額の暴露

アポロドロスの主張する告訴の不当性を暴くため、かつて彼自身が母親の遺産の分配を通じてパシオンの遺言と結婚を承認していた事実を突きつけ、彼の言動の矛盾を指摘する。さらに、彼がこれまで相続財産や銀行の賃料などから受け取ってきた膨大な金額を具体的に列挙し、彼が経済的に困窮しているという訴えが虚偽であることを証明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§31

πρὸς μὲν οὖν τὰ συμφέροντʼ ἐὰν ἐξετάζῃς, καλῶς βεβουλευμένον αὐτὸν εὑρήσεις· εἰ δὲ πρὸς γένους δόξαν ἀναίνει Φορμίωνα κηδεστήν, ὅρα μὴ γελοῖον ᾖ1 σὲ ταῦτα λέγειν. εἰ γάρ τις ἔροιτό σε, ποῖόν τινʼ ἡγεῖ τὸν πατέρα τὸν σεαυτοῦ εἶναι, χρηστὸν εὖ οἶδʼ ὅτι φήσειας ἄν. πότερον οὖν οἴει μᾶλλον ἐοικέναι τὸν τρόπον καὶ πάντα τὸν βίον Πασίωνι σαυτὸν ἢ τουτονί; ἐγὼ μὲν εὖ οἶδʼ ὅτι τοῦτον. εἶθʼ ὅς ἐστιν ὁμοιότερος σοῦ τῷ σῷ πατρί, τοῦτον, εἰ τὴν μητέρα τὴν σὴν ἔγημεν, ἀναίνει.

したがって、もし利益に照らして吟味するなら、彼が賢明に決断したことが分かるでしょう。しかし、もし家柄の名誉に照らしてフォルミオンを義理の親族とすることを拒むなら、あなたがそのようなことを言うのが滑稽ではないか注意しなさい。もし誰かがあなたに、自分の父親をどのような人物だと思うかと尋ねるなら、あなたが「立派な人物だ」と言うのを私はよく知っているからです。それでは、あなたは自身の性格と全生涯において、自分の方がこの男よりもパシオンに似ていると思いますか。私には、この男の方がよく似ていることが分かっています。それなのに、あなたよりもあなたの父親に似ているこの男が、あなたの母親と結婚したからといって、あなたは彼を拒むのです。

§32

ἀλλὰ μὴν ὅτι γε δόντος καὶ ἐπισκήψαντος τοῦ σοῦ πατρὸς2 ταῦτʼ ἐπράχθη, οὐ μόνον ἐκ τῆς διαθήκης ἔστιν ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ σὺ μάρτυς αὐτὸς γέγονας. ὅτε γὰρ τὰ μητρῷα πρὸς μέρος ἠξίους νέμεσθαι, ὄντων παίδων ἐκ τῆς γυναικὸς Φορμίωνι τουτῳί, τόθʼ ὡμολόγεις κυρίως δόντος τοῦ πατρὸς τοῦ σοῦ κατὰ τοὺς νόμους αὐτὴν γεγαμῆσθαι. εἰ γὰρ αὐτὴν εἶχε λαβὼν ἀδίκως ὅδε μηδενὸς δόντος, οὐκ ἦσαν οἱ παῖδες κληρονόμοι, τοῖς δὲ μὴ κληρονόμοις οὐκ ἦν μετουσία τῶν ὄντων. ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, μεμαρτύρηται τὸ τέταρτον μέρος λαβεῖν καὶ ἀφεῖναι τῶν ἐγκλημάτων ἁπάντων.

しかも、あなたの父親が彼女を与え、そうするよう遺言したからこそ、これらのことが行われたということは、アテナイの皆さん、遺言書から見て取れるだけでなく、あなた自身がその証人となっています。なぜなら、フォルミオンとこの女性の間に子供たちがいたときに、あなたが母親の遺産を分け前通りに分配するよう要求した際、あなたは父親が正当に彼女を与え、法律に従って結婚が行われたことを認めていたからです。もしこの男が誰にも与えられずに不正に彼女を妻としていたなら、その子供たちは相続人にはなれず、相続人でなければ財産の分け前を持つことはできなかったでしょう。そして、私が真実を述べていることは、あなたが四分の一の分け前を受け取り、すべての訴えを免除したことによって証言されています。

§33

κατʼ οὐδὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον οὐδὲν ἔχων εἰπεῖν, ἀναιδεστάτους λόγους ἐτόλμα λέγειν πρὸς τῷ διαιτητῇ, περὶ ὧν προακηκοέναι βέλτιόν ἐσθʼ ὑμᾶς, ἕνα μὲν τὸ παράπαν μὴ γενέσθαι διαθήκην, ἀλλʼ εἶναι τοῦτο πλάσμα καὶ σκευώρημʼ ὅλον, ἕτερον δʼ ἕνεκα τούτου πάντα ταῦτα συγχωρεῖν τὸν πρὸ τοῦ χρόνον καὶ οὐχὶ δικάζεσθαι, ὅτι μίσθωσιν ἤθελεν αὐτῷ φέρειν Φορμίων πολλὴν καὶ ὑπισχνεῖτʼ οἴσειν· ἐπειδὴ δʼ οὐ ποιεῖ ταῦτα, τηνικαῦτα, φησίν, δικάζομαι.

したがって、アテナイの皆さん、この男は何ら正当なことを述べることもできず、仲裁人の前で極めて恥知らずな主張をあえて口にしました。それらについて、あなた方はあらかじめ聞いておく方がよいでしょう。一つには、遺言書などそもそも存在せず、これは全くの偽造であり捏造であるということ。もう一つには、それまで自分がこれらすべてに同意し、裁判を起こさなかったのは、フォルミオンが自分に多額の賃料を払うことを望み、払うと約束していたからであり、「彼がそれを実行しないので、今になって裁判を起こすのだ」と彼は主張しているのです。

§34

ὅτι δὲ ταῦτʼ ἀμφότερʼ, ἐὰν λέγῃ, ψεύσεται καὶ τοῖς ὑφʼ ἑαυτοῦ πεπραγμένοις ἐναντίʼ ἐρεῖ, σκοπεῖτʼ ἐκ τωνδί. ὅταν μὲν τοίνυν τὴν διαθήκην ἀρνῆται, ἐκ τίνος τρόπου πρεσβεῖα λαβὼν τὴν συνοικίαν κατὰ τὴν διαθήκην ἔχει, τοῦτʼ ἐρωτᾶτʼ αὐτόν. οὐ γὰρ ἐκεῖνό γʼ ἐρεῖ, ὡς ἃ μὲν πλεονεκτεῖν τόνδʼ ἔγραψεν ὁ πατήρ, κύριʼ ἐστὶν τῆς διαθήκης, τὰ δʼ ἄλλʼ ἄκυρα.

もし彼がこれら両方のことを主張するなら、彼が嘘をつくことになり、自らが行ったことと矛盾することを述べることになるのを、次の点から検討してください。彼が遺言書の存在を否定するときには、どのような経緯で、遺言書に従って優先相続財産として貸家を受け取り、それを所有しているのか、彼に尋ねてみてください。まさか、父親が自分に有利になるよう書き残した遺言書の部分は有効であり、その他の部分は無効であるなどとは言えないでしょう。

§35

ὅταν δʼ ὑπὸ τῶν τοῦδʼ ὑποσχέσεων ὑπάγεσθαι φῇ, μέμνησθʼ ὅτι μάρτυρας ὑμῖν παρεσχήμεθα, οἳ χρόνον πολὺν τοῦδʼ ἀπηλλαγμένου μισθωταὶ τούτοις ἐγίγνοντο τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου. καίτοι τόθʼ, ὁπηνίκʼ ἐμίσθωσεν ἐκείνοις, τῷδʼ ἐγκαλεῖν παραχρῆμʼ ἐχρῆν, εἴπερ ἀληθῆ ἦν ὑπὲρ ὧν τότʼ ἀφεὶς νῦν τούτῳ δικάζεται. ὡς τοίνυν ἀληθῆ λέγω, καὶ πρεσβεῖά τε τὴν συνοικίαν ἔλαβεν κατὰ τὴν διαθήκην, καὶ τῷδʼ οὐχ ὅπως ἐγκαλεῖν ᾤετο δεῖν, ἀλλʼ ἐπῄνει,3 λαβὲ τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. ἵνα τοίνυν εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσα χρήματʼ ἔχων ἐκ τῶν μισθώσεων καὶ ἐκ τῶν χρεῶν ὡς ἀπορῶν καὶ πάντʼ ἀπολωλεκὼς ὀδυρεῖται, βραχέʼ ἡμῶν ἀκούσατε. οὗτος γὰρ ἐκ μὲν τῶν χρεῶν ὁμοῦ τάλαντʼ εἴκοσιν εἰσπέπρακται ἐκ τῶν γραμμάτων ὧν ὁ πατὴρ κατέλιπεν, καὶ τούτων ἔχει πλέον ἢ τὰ ἡμίσεα (πολλῶν γὰρ τὰ μέρη τὸν ἀδελφὸν ἀποστερεῖ).

また、この男の約束によってだまされていたと彼が主張するときには、この男が退いた後、長い間、彼らにとって銀行と盾製造工場の賃借人であった人々を、私たちが証人として提供したことを思い出してください。しかし、彼が彼らに賃貸したまさにその時に、もし当時免除した事柄について今この男を訴えている理由が真実であったなら、直ちにこの男を非難すべきでした。私が真実を述べていること、そして彼が遺言書に従って優先相続財産として貸家を受け取り、この男を非難すべきだと考えるどころか称賛していたことを示すために、証言書を受け取ってください。 〔証言〕それでは、アテナイの皆さん、この男が賃料や債権からどれほど多くの財産を手に入れながら、まるで困窮し、すべてを失ったかのように嘆いてみせるのかを知っていただくために、私たちの短い説明をお聞きください。この男は、父親が残した帳簿に基づいて、債権から総額二十タラントンを回収しており、その半分以上を自分が所有しています(多くのものについて弟の分け前を奪っているからです)。

§37

ἐκ δὲ τῶν μισθώσεων, ὀκτὼ μὲν ἐτῶν ἃ Φορμίων εἶχε τὴν τράπεζαν, ὀγδοήκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, τὸ ἥμισυ τῆς ὅλης μισθώσεως· καὶ ταῦτʼ ἐστὶ δέκα τάλαντα καὶ τετταράκοντα μναῖ· δέκα δὲ τῶν μετὰ ταῦτα, ὧν ἐμίσθωσαν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, τάλαντον τοῦ ἐνιαυτοῦ ἑκάστου.

また賃料については、フォルミオンが銀行を経営していた八年間、全体の賃料の半分にあたる毎年八十ミナを受け取っており、これは十タラントンと四十ミナになります。さらにその後の十年間、彼らが後にクセノン、エウプライオス、エウプロン、カリストラトスに賃貸した分から、毎年一タラントンを受け取っています。

§38

χωρὶς δὲ τούτων, ἐτῶν ἴσως εἴκοσι τῆς ἐξ ἀρχῆς νεμηθείσης οὐσίας, ἧς αὐτὸς ἐπεμελεῖτο, τὰς προσόδους, πλέον ἢ μνᾶς τριάκοντα. ἐὰν δʼ ἅπαντα συνθῆτε, ὅσʼ ἐνείματο, ὅσʼ εἰσεπράξατο, ὅσʼ εἴληφε μίσθωσιν, πλέον ἢ τετταράκοντα τάλαντʼ εἰληφὼς φανήσεται, χωρὶς ὧν οὗτος εὖ πεποίηκεν, καὶ τῶν μητρῴων, καὶ ὧν ἀπὸ τῆς τραπέζης ἔχων οὐκ ἀποδίδωσι πένθʼ ἡμιταλάντων4 καὶ ἑξακοσίων δραχμῶν.

これらとは別に、当初分配され、彼自身が管理していた財産から、おそらく二十年間にわたり、三十ミナ以上の収益を得ています。もし分配されたもの、回収したもの、賃料として受け取ったものをすべて合算するなら、この男が施してくれた恩恵や、母親の遺産、そして銀行から受け取ったまま返還していない二タラントン半と六百ドラクマを除いても、四十タラントン以上を受け取っていることが明らかになるでしょう。

構文注4 件
  1. 31ὅρα μὴ γελοῖον ᾖ

    ὅρα μή +接続法は、「〜ではないかと注意せよ」「おそらく〜だろう」という懸念や恐れを間接的に表現する構文。ここでは、アポロドロスが家柄の名誉を口にすることの矛盾を揶揄している。

  2. 32δόντος καὶ ἐπισκήψαντος τοῦ σοῦ πατρός

    名詞 τοῦ σοῦ πατρός を意味上の主語とする分詞 δόντος および ἐπισκήψαντος の属格独立構文(Genitive Absolute)。文全体の主語は ταῦτα であるが、行為の主体が父親パシオンであることを示し、原因や前提条件を表す。

  3. 35τῷδʼ οὐχ ὅπως ἐγκαλεῖν ᾤετο δεῖν, ἀλλʼ ἐπῄνει

    οὐχ ὅπως ... ἀλλὰ ... は、「〜するどころか、むしろ…」を意味する相関表現。後続の節の動詞 ἐπῄνει(未完了過去)と対比され、非難するどころかむしろ称賛していたという強い対比を示す。

  4. 38πένθʼ ἡμιταλάντων

    πένθʼ ἡμιταλάντων は、「5つの半分(ハーフ)タラントン」を意味するギリシア語独特の分数表現であり、全体として「2タラントンと半分」、すなわち2.5タラントン(2タラントン3000ドラクマ)を指す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0014.tlg036.humanitext-grc2:31-38