Humanitext Reader

狄摩西尼 · 为波尔米翁辩护 §31-38

阿波罗多洛斯对遗嘱的认可与巨额家产

第 5 段,共 8 段 · 希腊语

内容简介

辩护人通过指出阿波罗多洛斯曾通过财产分割承认了其父的遗嘱和母亲的婚姻,揭露了其诉讼的自相矛盾。此外,他详细列举了阿波罗多洛斯从遗产和租金中获得的巨额财产,以此证明其自称经济困窘完全是虚构的谎言。

§31πρὸς μὲν οὖν τὰ συμφέροντʼ ἐὰν ἐξετάζῃς, καλῶς βεβουλευμένον αὐτὸν εὑρήσεις· εἰ δὲ πρὸς γένους δόξαν ἀναίνει Φορμίωνα κηδεστήν, ὅρα μὴ γελοῖον ᾖ σὲ ταῦτα λέγειν.
因此,如果从利益的角度来考量,你会发现他作出了英明的决定;但如果因为家族名誉而拒绝承认福尔米翁为姻亲,请注意你这样说是否显得荒谬。
εἰ γάρ τις ἔροιτό σε, ποῖόν τινʼ ἡγεῖ τὸν πατέρα τὸν σεαυτοῦ εἶναι, χρηστὸν εὖ οἶδʼ ὅτι φήσειας ἄν.
因为如果有人问你,你认为你自己的父亲是个怎样的人,我深知你一定会说是个“好人”。
πότερον οὖν οἴει μᾶλλον ἐοικέναι τὸν τρόπον καὶ πάντα τὸν βίον Πασίωνι σαυτὸν ἢ τουτονί;
那么,你认为在性格和整个生活方式上,是你自己更像帕西翁,还是此人更像?
ἐγὼ μὲν εὖ οἶδʼ ὅτι τοῦτον.
我深知是此人更像。
εἶθʼ ὅς ἐστιν ὁμοιότερος σοῦ τῷ σῷ πατρί, τοῦτον, εἰ τὴν μητέρα τὴν σὴν ἔγημεν, ἀναίνει.
既然如此,对于这个比你更像你父亲的人,仅仅因为他娶了你的母亲,你就要拒绝他吗?
§32ἀλλὰ μὴν ὅτι γε δόντος καὶ ἐπισκήψαντος τοῦ σοῦ πατρὸς ταῦτʼ ἐπράχθη, οὐ μόνον ἐκ τῆς διαθήκης ἔστιν ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ σὺ μάρτυς αὐτὸς γέγονας.
况且,这件事之所以办成,是因为你的父亲赠与并嘱托了她,雅典人啊,这不仅可以从遗嘱中看出来,你自己也成为了证人。
ὅτε γὰρ τὰ μητρῷα πρὸς μέρος ἠξίους νέμεσθαι, ὄντων παίδων ἐκ τῆς γυναικὸς Φορμίωνι τουτῳί, τόθʼ ὡμολόγεις κυρίως δόντος τοῦ πατρὸς τοῦ σοῦ κατὰ τοὺς νόμους αὐτὴν γεγαμῆσθαι.
因为当这个福尔米翁与那个女人已经有了孩子的时候,你要求按份额分配母亲的遗产,那时你便承认了,你父亲合法地赠与了她,她的婚姻是符合法律的。
εἰ γὰρ αὐτὴν εἶχε λαβὼν ἀδίκως ὅδε μηδενὸς δόντος, οὐκ ἦσαν οἱ παῖδες κληρονόμοι, τοῖς δὲ μὴ κληρονόμοις οὐκ ἦν μετουσία τῶν ὄντων.
因为如果此人是在没有任何人赠与的情况下,非法娶了她并占有她,那么孩子们就不是继承人,而对于非继承人来说,是无法分得财产的。
ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, μεμαρτύρηται τὸ τέταρτον μέρος λαβεῖν καὶ ἀφεῖναι τῶν ἐγκλημάτων ἁπάντων.
而我所言非虚,已经通过你接受了四分之一的份额并免除了所有诉讼这一事实得到了证实。
§33κατʼ οὐδὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον οὐδὲν ἔχων εἰπεῖν, ἀναιδεστάτους λόγους ἐτόλμα λέγειν πρὸς τῷ διαιτητῇ, περὶ ὧν προακηκοέναι βέλτιόν ἐσθʼ ὑμᾶς, ἕνα μὲν τὸ παράπαν μὴ γενέσθαι διαθήκην, ἀλλʼ εἶναι τοῦτο πλάσμα καὶ σκευώρημʼ ὅλον, ἕτερον δʼ ἕνεκα τούτου πάντα ταῦτα συγχωρεῖν τὸν πρὸ τοῦ χρόνον καὶ οὐχὶ δικάζεσθαι, ὅτι μίσθωσιν ἤθελεν αὐτῷ φέρειν Φορμίων πολλὴν καὶ ὑπισχνεῖτʼ οἴσειν· ἐπειδὴ δʼ οὐ ποιεῖ ταῦτα, τηνικαῦτα, φησίν, δικάζομαι.
于是,雅典人啊,他在任何方面都说不出合乎公道的话,竟敢在仲裁人面前发表极其无耻的言论,关于这些,你们最好提前有所了解:其一,根本就没有什么遗嘱,这完全是伪造和捏造的阴谋;其二,他之所以在此前的日子里对这一切予以默许而没有起诉,是因为福尔米翁想要付给他巨额租金并承诺支付,而他说,“既然他没有这样做,我现在才提起诉讼。
§34ὅτι δὲ ταῦτʼ ἀμφότερʼ, ἐὰν λέγῃ, ψεύσεται καὶ τοῖς ὑφʼ ἑαυτοῦ πεπραγμένοις ἐναντίʼ ἐρεῖ, σκοπεῖτʼ ἐκ τωνδί.
” 但如果他这样说,在这两点上他都将是在撒谎,并且说出与他自己的所作所为相反的话,请从以下几点进行考察。
ὅταν μὲν τοίνυν τὴν διαθήκην ἀρνῆται, ἐκ τίνος τρόπου πρεσβεῖα λαβὼν τὴν συνοικίαν κατὰ τὴν διαθήκην ἔχει, τοῦτʼ ἐρωτᾶτʼ αὐτόν.
当他否认遗嘱时,请问他:他是通过什么方式,根据遗嘱获得了那处出租房作为特权遗产并据为己有的?
οὐ γὰρ ἐκεῖνό γʼ ἐρεῖ, ὡς ἃ μὲν πλεονεκτεῖν τόνδʼ ἔγραψεν ὁ πατήρ, κύριʼ ἐστὶν τῆς διαθήκης, τὰ δʼ ἄλλʼ ἄκυρα.
因为他绝不能说,父亲写明让他占便宜的部分遗嘱是有效的,而其余的部分则是无效的。
§35ὅταν δʼ ὑπὸ τῶν τοῦδʼ ὑποσχέσεων ὑπάγεσθαι φῇ, μέμνησθʼ ὅτι μάρτυρας ὑμῖν παρεσχήμεθα, οἳ χρόνον πολὺν τοῦδʼ ἀπηλλαγμένου μισθωταὶ τούτοις ἐγίγνοντο τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου.
当他说自己是被此人的承诺所诱骗时,请记住,我们已经为你们提供了证人,这些人在阿波罗多洛斯退出经营后很长一段时间内,成为了他们银行和盾牌工场承租人。
καίτοι τόθʼ, ὁπηνίκʼ ἐμίσθωσεν ἐκείνοις, τῷδʼ ἐγκαλεῖν παραχρῆμʼ ἐχρῆν, εἴπερ ἀληθῆ ἦν ὑπὲρ ὧν τότʼ ἀφεὶς νῦν τούτῳ δικάζεται.
然而在那个时候,当他把这些租给那些人时,如果他当时已经免除、而现在却为此起诉此人的理由是真实的,他就应该立即向此人提出控诉。
ὡς τοίνυν ἀληθῆ λέγω, καὶ πρεσβεῖά τε τὴν συνοικίαν ἔλαβεν κατὰ τὴν διαθήκην, καὶ τῷδʼ οὐχ ὅπως ἐγκαλεῖν ᾤετο δεῖν, ἀλλʼ ἐπῄνει, λαβὲ τὴν μαρτυρίαν.
为了证明我所说的是真话,并且他确实根据遗嘱获得了出租房作为特权遗产,而且他不仅没有认为应该指责此人,反而予以赞扬,请拿来证词。
ΜΑΡΤΥΡΙΑ. §36ἵνα τοίνυν εἰδῆτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσα χρήματʼ ἔχων ἐκ τῶν μισθώσεων καὶ ἐκ τῶν χρεῶν ὡς ἀπορῶν καὶ πάντʼ ἀπολωλεκὼς ὀδυρεῖται, βραχέʼ ἡμῶν ἀκούσατε.
ΜΑΡΤΥΡΙΑ. 雅典人啊,为了让你们知道,他从租金和债款中获得了多么巨额的财产,却还要像穷困潦倒、失去了一切一样在这里哭诉,请听我们简短的陈述。
οὗτος γὰρ ἐκ μὲν τῶν χρεῶν ὁμοῦ τάλαντʼ εἴκοσιν εἰσπέπρακται ἐκ τῶν γραμμάτων ὧν ὁ πατὴρ κατέλιπεν, καὶ τούτων ἔχει πλέον ἢ τὰ ἡμίσεα (πολλῶν γὰρ τὰ μέρη τὸν ἀδελφὸν ἀποστερεῖ).
因为单是从债务中,此人就根据父亲留下的账簿一共收回了二十个塔兰同,并且占有了其中一半以上(因为在许多账目上,他剥夺了他弟弟应得的份额)。
§37ἐκ δὲ τῶν μισθώσεων, ὀκτὼ μὲν ἐτῶν ἃ Φορμίων εἶχε τὴν τράπεζαν, ὀγδοήκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, τὸ ἥμισυ τῆς ὅλης μισθώσεως· καὶ ταῦτʼ ἐστὶ δέκα τάλαντα καὶ τετταράκοντα μναῖ·
而从租金中,在福尔米翁经营银行的八年间,他每年获得八十米纳,即全部租金的一半;这共计十个塔兰同和四十米纳。
δέκα δὲ τῶν μετὰ ταῦτα, ὧν ἐμίσθωσαν ὕστερον Ξένωνι καὶ Εὐφραίῳ καὶ Εὔφρονι καὶ Καλλιστράτῳ, τάλαντον τοῦ ἐνιαυτοῦ ἑκάστου.
在此之后的十年里,他们后来把银行租给克塞农、欧普赖欧斯、欧普隆和卡利斯特拉托斯,他每年获得一个塔兰同。
§38χωρὶς δὲ τούτων, ἐτῶν ἴσως εἴκοσι τῆς ἐξ ἀρχῆς νεμηθείσης οὐσίας, ἧς αὐτὸς ἐπεμελεῖτο, τὰς προσόδους, πλέον ἢ μνᾶς τριάκοντα.
除此之外,在也许长达二十年的时间里,从最初分割并由他自己管理的财产中,他每年获得三十多米纳的收益。
ἐὰν δʼ ἅπαντα συνθῆτε, ὅσʼ ἐνείματο, ὅσʼ εἰσεπράξατο, ὅσʼ εἴληφε μίσθωσιν, πλέον ἢ τετταράκοντα τάλαντʼ εἰληφὼς φανήσεται, χωρὶς ὧν οὗτος εὖ πεποίηκεν, καὶ τῶν μητρῴων, καὶ ὧν ἀπὸ τῆς τραπέζης ἔχων οὐκ ἀποδίδωσι πένθʼ ἡμιταλάντων καὶ ἑξακοσίων δραχμῶν.
如果你们把这一切加在一起——他分得的、他收回的、他作为租金收受的——就会发现他已经获得了四十多个塔兰同,这还不包括此人曾给予他的恩惠、他母亲的财产,以及他从银行拿走而至今未还的两个半塔兰同又六百德拉克马。

词汇与语法注释

  1. 31ὅρα μὴ γελοῖον ᾖ — ὅρα μή 接虚拟语气,用于间接表达顾虑或担忧,意为“注意别使……”或“小心……”。此处用以讽刺阿波罗多洛斯在谈论家门名誉时的自相矛盾。
  2. 32δόντος καὶ ἐπισκήψαντος τοῦ σοῦ πατρός — 这是一个属格独立结构(Genitive Absolute),分词 δόντος 和 ἐπισκήψαντος 以名词 τοῦ σοῦ πατρός 作为逻辑主语。它表示主句动作的前提条件或原因,即这些事的发生是基于其父亲先前的赠与和遗嘱嘱托。
  3. 35τῷδʼ οὐχ ὅπως ἐγκαλεῖν ᾤετο δεῖν, ἀλλʼ ἐπῄνει — 相关结构 οὐch ὅπως ... ἀλλὰ ... 意为“非但不……反而……”。它将起诉福尔米翁的假设行为与阿波罗多洛斯实际上对他大加赞扬的现实进行了强烈的对比。
  4. 38πένθʼ ἡμιταλάντων — 短语 πένθʼ ἡμιταλάντων(字面意思为“五个半塔兰同”)是希腊语表达分数的独特惯用语,意为“两个半塔兰同”(相当于2个塔兰同及3000德拉克马)。

引用这一段

狄摩西尼, 为波尔米翁辩护 §31-38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg036.humanitext-grc2:31-38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。