- 底本
- Demosthenes. Orationes, Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg036.humanitext-grc2:16-23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アポロドロスが以前に和解し訴えを免除したにもかかわらず再び裁判を起こしたことに対し、彼が帳簿の紛失を口実にしていることの矛盾を指摘し、実弟パシクレスが何ら訴えを起こしていないことを挙げてフォルミオンの無実を主張する。
πάλιν, ὡς ὁρᾶτε, δικάζεται, πάσας αἰτίας συμπλάσας καὶ ἐγκλήματʼ ἐκ παντὸς τοῦ χρόνου τοῦ πρὸ τούτου (τοῦτο γάρ ἐστιν μέγιστον ἁπάντων), ἃ οὐδεπώποτʼ ᾐτιάσατο. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι τὴν γνῶσιν τὴν γενομένην ἐν ἀκροπόλει, καὶ τὴν μαρτυρίαν τῶν παραγενομένων, ὅτʼ ἀφίει τῶν ἐγκλημάτων ἁπάντων Ἀπολλόδωρος, λαμβάνων τοῦτο τὸ ἀργύριον. ΓΝΩΣΙΣ. ΜΑΡΤΥΡΙΑ. ἀκούετε τῆς γνώσεως, ἄνδρες δικασταί, ἣν ἔγνω Δεινίας, οὗ τὴν θυγατέρʼ οὗτος ἔχει, καὶ Νικίας ὁ τὴν ἀδελφὴν τῆς τούτου γυναικὸς ἔχων. ταῦτα τοίνυν λαβὼν καὶ ἀφεὶς ἁπάντων τῶν ἐγκλημάτων, ὥσπερ ἢ πάντων τεθνεώτων τούτων ἢ τῆς ἀληθείας οὐ γενησομένης φανερᾶς,1 δίκην τοσούτων ταλάντων λαχὼν τολμᾷ δικάζεσθαι.
ご覧の通り、彼はあらゆる作り話や、それ以前のすべての期間に遡る訴えをでっち上げて(これが何よりも重要なことですが)、これまで一度も非難しなかったことで再び裁判を起こしています。したがって、私が真実を言っていることを証明するため、アクロポリスで行われた決定書と、アポロドロスがこの金を受け取ってすべての訴えを免除したときに立ち会った人々の証言書を、私に受け取ってください。 〔決定〕〔証言〕裁判員の皆さん、この男が娘を妻としているデイニアス、およびこの者の妻の姉妹を妻としているニキアスが下した決定をお聞きください。このように金を受け取り、すべての訴えを免除しておきながら、まるで彼らが全員死んでしまったか、あるいは真実が明らかにならないとでもいうかのように、これほど多くのタラントンの訴訟を起こして裁判に訴えるとは、呆れた厚顔無恥です。
τὰ μὲν οὖν πεπραγμένα καὶ γεγενημένα Φορμίωνι πρὸς Ἀπολλόδωρον ἐξ ἀρχῆς ἅπαντʼ ἀκηκόατʼ, ὦ ἄνδρες Ἀθηναῖοι. οἶμαι δʼ Ἀπολλόδωρον τουτονί, οὐδὲν ἔχοντα δίκαιον εἰπεῖν περὶ ὧν ἐγκαλεῖ, ἅπερ παρὰ τῷ διαιτητῇ λέγειν ἐτόλμα, ταῦτʼ ἐρεῖν, ὡς2 τὰ γράμμαθʼ ἡ μήτηρ ἠφάνικε πεισθεῖσʼ ὑπὸ τούτου, καὶ τούτων ἀπολωλότων οὐκ ἔχει τίνα χρὴ τρόπον ταῦτʼ ἐξελέγχειν ἀκριβῶς.
アテナイの皆さん、フォルミオンとアポロドロスとの間で最初からなされ、生じたすべての出来事を、あなた方はすでにお聞きになりました。しかし、アポロドロスは、自分が訴えていることについて正当な主張を何も持たないため、仲裁人の前で敢えて主張したようなことを語るだろうと私は思います。つまり、母親がこの男に説得されて帳簿を隠滅し、それらが失われたため、正確にこれらを立証する手段を持たないのだ、と。
περὶ δὴ τούτων καὶ ταύτης τῆς αἰτίας σκέψασθʼ ἡλίκʼ ἄν τις ἔχοι τεκμήριʼ εἰπεῖν ὅτι ψεύδεται. πρῶτον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τίς ἂν ἐνείματο τὰ πατρῷα μὴ λαβὼν γράμματα, ἐξ ὧν ἔμελλεν εἴσεσθαι τὴν καταλειφθεῖσαν οὐσίαν; οὐδὲ εἷς δήπου. καίτοι δυοῖν δέοντʼ εἴκοσιν ἔτη ἐστὶν ἐξ ὅτου ἐνείμω, καὶ οὐκ ἂν ἔχοις ἐπιδεῖξαι, ὡς ἐνεκάλεσας πώποθʼ ὑπὲρ τῶν γραμμάτων.
この点、およびこの非難に関して、彼が嘘をついていることを示すいかに多くの証拠を挙げられるか、考えてみてください。第一に、アテナイの皆さん、残された財産を知る手がかりとなる帳簿を受け取らずに、誰が父親の遺産を分割するでしょうか。そんな人は絶対にいません。しかも、あなたが分割を行ってから18年になりますが、あなたが帳簿について一度でも不満を申し立てたことを示すことはできないでしょう。
δεύτερον δέ, τίς οὐκ ἄν, ἡνίχʼ ὁ Πασικλῆς ἀνὴρ γεγονὼς ἐκομίζετο τὸν λόγον τῆς ἐπιτροπῆς, εἰ διʼ αὑτοῦ τὰ γράμματʼ ὤκνει τὴν μητέρʼ αἰτιᾶσθαι διεφθαρκέναι, τούτῳ ταῦτʼ ἐδήλωσεν, ὅπως διὰ τούτου ταῦτʼ ἠλέγχθη; τρίτον δʼ, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανες; οὗτος γὰρ πολλοῖς τῶν πολιτῶν δίκας λαγχάνων πολλὰ χρήματʼ εἰσπέπρακται, γράφων εἰς τὰ ἐγκλήματα ἔβλαψέ με ὁ δεῖνα οὐκ ἀποδιδοὺς ἐμοὶ τὸ ἀργύριον, ὃ κατέλιπεν ὁ πατὴρ ὀφείλοντα αὐτὸν ἐν τοῖς γράμμασιν.
第二に、パシクレスが成人して後見の会計報告を受け取ったとき、もし彼自身の手によって、母親が帳簿を破棄したと非難することをためらったのだとしても、なぜ彼にこのことを明らかにし、彼を通じてこれを追及させなかったのでしょうか。第三に、あなたはどのような帳簿に基づいて訴訟を起こしたのですか。というのも、この男は多くの市民に対して訴訟を起こし、多くの金を取り立てており、その訴状にこう書いているからです。 「某は、私の父が帳簿の中で彼が負債を負っていると書き残した金を、私に返還しないことで私に損害を与えた。」
καίτοι εἰ ἠφάνιστο τὰ γράμματα, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανεν; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, τὴν μὲν νομὴν ἀκηκόαθʼ ἣν ἐνείματο, καὶ μεμαρτύρηται ὑμῖν· τῶν δὲ λήξεων τούτων ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας. λαβὲ τὰς μαρτυρίας μοι. ΜΑΡΤΥΡΙΑΙ. οὐκοῦν ἐν ταύταις ταῖς λήξεσιν ὡμολόγηκεν ἀπειληφέναι τὰ τοῦ πατρὸς γράμματα· οὐ γὰρ δὴ συκοφαντεῖν γε, οὐδʼ ὧν οὐκ ὤφειλον οὗτοι δικάζεσθαι φήσειεν ἄν.
しかし、もし帳簿が隠滅されていたなら、彼はどのような帳簿に基づいてそれらの訴訟を起こしたというのでしょうか。それはともかく、私が真実を言っていることについて、彼が行った財産分割についてはすでにお聞きになり、皆さんに証言されています。また、これらの訴訟の訴状についての証言書を、あなた方のために朗読させましょう。証言書を受け取ってください。 〔証言〕したがって、これらの訴訟において、彼は父親の帳簿を受け取ったことを認めています。なぜなら、自分が言いがかりをつけているとか、これらの人々が債務を負っていないのに裁判を起こしたのだ、などとはまさか彼も言わないでしょうから。
νομίζω τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλων καὶ πολλῶν ὄντων ἐξ ὧν ἔστιν ἰδεῖν οὐκ ἀδικοῦντα Φορμίωνα τουτονί, μέγιστον ἁπάντων εἶναι, ὅτι Πασικλῆς, ἀδελφὸς ὢν Ἀπολλοδώρου τουτουί, οὔτε δίκην εἴληχεν οὔτʼ ἄλλʼ οὐδὲν ὧν οὗτος ἐγκαλεῖ. καίτοι οὐ δήπου τὸν μὲν παῖδʼ ὑπὸ τοῦ πατρὸς καταλειφθέντα, καὶ οὗ τῶν ὄντων κύριος ἦν, ἐπίτροπος καταλελειμμένος, οὐκ ἂν ἠδίκει, σὲ δέ,3 ὃς ἀνὴρ κατελείφθης τέτταρα καὶ εἴκοσιν ἔτη γεγονώς, καὶ ὑπὲρ σαυτοῦ ῥᾳδίως ἂν τὰ δίκαιʼ ἐλάμβανες εὐθύς, εἴ τι ἠδικοῦ. οὐκ ἔστι ταῦτα. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω καὶ ὁ Πασικλῆς οὐδὲν ἐγκαλεῖ, λαβέ μοι τὴν τούτου μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. ἃ τοίνυν ἤδη περὶ αὐτοῦ τοῦ μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην δεῖ σκοπεῖν ὑμᾶς, ταῦτʼ ἀναμνήσθητʼ ἐκ τῶν εἰρημένων. ἡμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένου μὲν διαλογισμοῦ καὶ ἀφέσεως τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου τῆς μισθώσεως, γεγενημένης δὲ διαίτης καὶ πάλιν πάντων ἀφέσεως, οὐκ ἐώντων τῶν νόμων δίκας ὧν ἂν ἀφῇ τις ἅπαξ λαγχάνειν,
アテナイの皆さん、ここにあるフォルミオンが不正を行っていないことを示す、数多くの重要な証拠の中でも、最大のものは、アポロドロスの実弟であるパシクレスが、彼が訴えている事柄について、訴訟も他のいかなる請求も行っていないことです。しかし、父親から子供のままで残され、その財産の管理者であった後見人がその子供に対して不正を行わず、二十四歳の大人の状態で残され、もし不正を受けていたなら直ちに自分で容易に正当な権利を主張できたはずのあなたに対して不正を行うなどということは、到底あり得ないはずです。そのようなことはあり得ません。したがって、私が真実を言っていること、およびパシクレスが何も訴えていないことを証明するため、彼の証言書を受け取ってください。 〔証言〕そこで、この訴訟が受理不可能であるという点自体に関して、今や皆さんが検討すべきことを、これまでの弁論から思い起こしてください。アテナイの皆さん、私たちは、清算が完了し、銀行および盾製造工場の賃貸借の免除が行われ、また仲裁が行われて再びすべての免除が行われた後であり、法律は、一度免除した事柄について再び訴訟を起こすことを許していないのですから、
- 17ὥσπερ ἢ πάντων τεθνεώτων τούτων ἢ τῆς ἀληθείας οὐ γενησομένης φανερᾶς
接続詞 ὥσπερ の後に、ἢ...ἢ...(〜かあるいは〜か)によって結ばれた二つの属格絶対構文(πάντων τεθνεώτων τούτων および τῆς ἀληθείας οὐ γενησομένης φανερᾶς)が並んでいる。話者による主観的な仮定を表現している。
- 18οἶμαι δʼ Ἀπολλόδωρον τουτονί... ταῦτʼ ἐρεῖν, ὡς...
長大な文の骨格は οἶμαι(私は思う)に導かれる対格不定詞構文であり、対格主語 Ἀπολλόδωρον τουτονί に対する不定詞が ἐρεῖν である。さらに ἐρεῖν の目的語 ταῦτʼ(これら)の内容が、同格の ὡς 節(ὡς τὰ γράμμαθʼ...)によって説明されている。
- 22τὸν μὲν παῖδʼ... οὐκ ἂν ἠδίκει, σὲ δέ...
対比の μέν...δέ 節において、前半は ἂν +直説法過去(ἠδίκει)による反実仮想(過去における可能性の否定)の形をとり、「〜に対して不正を行うことは決してなかったはずだ」を意味する。後半の σὲ δέ の後には ἠδίκει ἄν が省略されており、「(それなのに)あなたに対して(不正を行ったというのか)」という強い反語的対比をなしている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 2 件
