Humanitext Reader

狄摩西尼 · 为波尔米翁辩护 §16-23

以往和解的依据与帕西克勒斯的沉默

第 3 段,共 8 段 · 希腊语

内容简介

辩方指出阿波罗多洛斯在达成和解并免除指控后再次起诉的矛盾,通过其依据账簿提起其他诉讼的事实驳斥了其账簿丢失的借口,并指出其弟帕西克勒斯未提出任何指控,以此论证福尔米翁的清白。

§16πάλιν, ὡς ὁρᾶτε, δικάζεται, πάσας αἰτίας συμπλάσας καὶ ἐγκλήματʼ ἐκ παντὸς τοῦ χρόνου τοῦ πρὸ τούτου (τοῦτο γάρ ἐστιν μέγιστον ἁπάντων), ἃ οὐδεπώποτʼ ᾐτιάσατο.
正如你们所看到的,他再次提起诉讼,捏造了在此之前所有时间的各种借口和指控(因为这是最重要的一点),而这些指控他以前从未提出过。
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι τὴν γνῶσιν τὴν γενομένην ἐν ἀκροπόλει, καὶ τὴν μαρτυρίαν τῶν παραγενομένων, ὅτʼ ἀφίει τῶν ἐγκλημάτων ἁπάντων Ἀπολλόδωρος, λαμβάνων τοῦτο τὸ ἀργύριον.
因此,为了证明我所说的是真话,请帮我拿来在卫城做出的裁决书,以及在阿波罗多洛斯收到这笔钱并免除所有指控时在场人员的证词。
ΓΝΩΣΙΣ. ΜΑΡΤΥΡΙΑ. §17ἀκούετε τῆς γνώσεως, ἄνδρες δικασταί, ἣν ἔγνω Δεινίας, οὗ τὴν θυγατέρʼ οὗτος ἔχει, καὶ Νικίας ὁ τὴν ἀδελφὴν τῆς τούτου γυναικὸς ἔχων.
ΓΝΩΣΙΣ. ΜΑΡΤΥΡΙΑ. 审判官们,请听取戴尼亚斯(此人娶了戴尼亚斯的女儿)和尼基亚斯(娶了此人妻子的姐妹)所做出的裁决。
ταῦτα τοίνυν λαβὼν καὶ ἀφεὶς ἁπάντων τῶν ἐγκλημάτων, ὥσπερ ἢ πάντων τεθνεώτων τούτων ἢ τῆς ἀληθείας οὐ γενησομένης φανερᾶς, δίκην τοσούτων ταλάντων λαχὼν τολμᾷ δικάζεσθαι.
然而,他拿了这笔钱并免除了所有指控,却仿佛这些人全都已经去世,或者真相永远不会显露出来一样,竟敢提起诉讼,索要这么多塔兰同。
§18τὰ μὲν οὖν πεπραγμένα καὶ γεγενημένα Φορμίωνι πρὸς Ἀπολλόδωρον ἐξ ἀρχῆς ἅπαντʼ ἀκηκόατʼ, ὦ ἄνδρες Ἀθηναῖοι.
雅典人啊,关于福尔米翁与阿波罗多洛斯之间从一开始所发生和做出的所有事情,你们已经全部听到了。
οἶμαι δʼ Ἀπολλόδωρον τουτονί, οὐδὲν ἔχοντα δίκαιον εἰπεῖν περὶ ὧν ἐγκαλεῖ, ἅπερ παρὰ τῷ διαιτητῇ λέγειν ἐτόλμα, ταῦτʼ ἐρεῖν, ὡς τὰ γράμμαθʼ ἡ μήτηρ ἠφάνικε πεισθεῖσʼ ὑπὸ τούτου, καὶ τούτων ἀπολωλότων οὐκ ἔχει τίνα χρὴ τρόπον ταῦτʼ ἐξελέγχειν ἀκριβῶς.
但我认为,这里的阿波罗多洛斯,由于对于他所控告的事情说不出任何公道的话,便会说出他曾胆敢在仲裁人面前所说的那些话:即他的母亲受此人说服,销毁了账簿,而由于这些账簿已经丢失,他便没有办法精确地证实这些事情。
§19περὶ δὴ τούτων καὶ ταύτης τῆς αἰτίας σκέψασθʼ ἡλίκʼ ἄν τις ἔχοι τεκμήριʼ εἰπεῖν ὅτι ψεύδεται.
关于此事和这一指控,请考虑一下人们可以说出多么巨大的证据来证明他在撒谎。
πρῶτον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τίς ἂν ἐνείματο τὰ πατρῷα μὴ λαβὼν γράμματα, ἐξ ὧν ἔμελλεν εἴσεσθαι τὴν καταλειφθεῖσαν οὐσίαν;
首先,雅典人啊,谁会在没有拿到账簿(通过账簿他才能知道遗留下的财产)的情况下,就去分配父亲的遗产呢?
οὐδὲ εἷς δήπου.
当然一个人也不会有。
καίτοι δυοῖν δέοντʼ εἴκοσιν ἔτη ἐστὶν ἐξ ὅτου ἐνείμω, καὶ οὐκ ἂν ἔχοις ἐπιδεῖξαι, ὡς ἐνεκάλεσας πώποθʼ ὑπὲρ τῶν γραμμάτων.
然而,自你分配财产以来已经有十八年了,你却无法证明你曾对账簿提出过任何指控。
§20δεύτερον δέ, τίς οὐκ ἄν, ἡνίχʼ ὁ Πασικλῆς ἀνὴρ γεγονὼς ἐκομίζετο τὸν λόγον τῆς ἐπιτροπῆς, εἰ διʼ αὑτοῦ τὰ γράμματʼ ὤκνει τὴν μητέρʼ αἰτιᾶσθαι διεφθαρκέναι, τούτῳ ταῦτʼ ἐδήλωσεν, ὅπως διὰ τούτου ταῦτʼ ἠλέγχθη;
第二,当帕西克勒斯成年并接受监护账目的审计时,如果阿波罗多洛斯自己因为顾虑而不想指责母亲销毁了账簿,他为什么不把这事透露给帕西克勒斯,以便通过他来查清此事呢?
τρίτον δʼ, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανες;
第三,你是根据什么账簿提起诉讼的?
οὗτος γὰρ πολλοῖς τῶν πολιτῶν δίκας λαγχάνων πολλὰ χρήματʼ εἰσπέπρακται, γράφων εἰς τὰ ἐγκλήματα ἔβλαψέ με ὁ δεῖνα οὐκ ἀποδιδοὺς ἐμοὶ τὸ ἀργύριον, ὃ κατέλιπεν ὁ πατὴρ ὀφείλοντα αὐτὸν ἐν τοῖς γράμμασιν .
因为此人通过起诉许多公民,已经收回了许多钱,并在起诉状中写道: “某人因未向我归还我父亲在账簿中写明其所欠的钱,从而使我蒙受了损失。
§21καίτοι εἰ ἠφάνιστο τὰ γράμματα, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανεν;
” 然而,如果账簿已经被销毁,他又是根据什么账簿提起这些诉讼的呢?
ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, τὴν μὲν νομὴν ἀκηκόαθʼ ἣν ἐνείματο, καὶ μεμαρτύρηται ὑμῖν· τῶν δὲ λήξεων τούτων ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας.
不过,为了证明我所言非虚,关于他所分配的财产,你们已经听过,也已向你们证实;至于这些诉讼,他将向你们宣读证词。
λαβὲ τὰς μαρτυρίας μοι.
请帮我拿来证词。
ΜΑΡΤΥΡΙΑΙ. οὐκοῦν ἐν ταύταις ταῖς λήξεσιν ὡμολόγηκεν ἀπειληφέναι τὰ τοῦ πατρὸς γράμματα· οὐ γὰρ δὴ συκοφαντεῖν γε, οὐδʼ ὧν οὐκ ὤφειλον οὗτοι δικάζεσθαι φήσειεν ἄν.
ΜΑΡΤΥΡΙΑΙ. 因此,在这些诉讼中,他已经承认收到了父亲的账簿;因为他总不至于会说自己是在进行诬告,或者起诉这些人索要他们并不欠的钱。
§22νομίζω τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλων καὶ πολλῶν ὄντων ἐξ ὧν ἔστιν ἰδεῖν οὐκ ἀδικοῦντα Φορμίωνα τουτονί, μέγιστον ἁπάντων εἶναι, ὅτι Πασικλῆς, ἀδελφὸς ὢν Ἀπολλοδώρου τουτουί, οὔτε δίκην εἴληχεν οὔτʼ ἄλλʼ οὐδὲν ὧν οὗτος ἐγκαλεῖ.
因此,雅典人啊,我认为,虽然有许多重大证据可以表明这里的福尔米翁没有行不义之事,但其中最大的一点是:作为阿波罗多洛斯亲兄弟的帕西克勒斯,既没有提起诉讼,也没有对他所控告的任何事情提出指控。
καίτοι οὐ δήπου τὸν μὲν παῖδʼ ὑπὸ τοῦ πατρὸς καταλειφθέντα, καὶ οὗ τῶν ὄντων κύριος ἦν, ἐπίτροπος καταλελειμμένος, οὐκ ἂν ἠδίκει, σὲ δέ, ὃς ἀνὴρ κατελείφθης τέτταρα καὶ εἴκοσιν ἔτη γεγονώς, καὶ ὑπὲρ σαυτοῦ ῥᾳδίως ἂν τὰ δίκαιʼ ἐλάμβανες εὐθύς, εἴ τι ἠδικοῦ.
然而,他绝不会不对被父亲留下的、且自己作为指定监护人支配其财产的孩子行不义之事,反而对你行不义之事——你被留下时已经是一个二十四岁的成年人,如果受到任何不义对待,你当时很容易就能为自己讨回公道。
οὐκ ἔστι ταῦτα.
这是不可能的。
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω καὶ ὁ Πασικλῆς οὐδὲν ἐγκαλεῖ, λαβέ μοι τὴν τούτου μαρτυρίαν.
因此,为了证明我所说的是真话,且帕西克勒斯没有任何控告,请帮我拿来他的证词。
ΜΑΡΤΥΡΙΑ. §23ἃ τοίνυν ἤδη περὶ αὐτοῦ τοῦ μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην δεῖ σκοπεῖν ὑμᾶς, ταῦτʼ ἀναμνήσθητʼ ἐκ τῶν εἰρημένων.
ΜΑΡΤΥΡΙΑ. 那么,关于诉讼本身不可受理这一点,你们现在必须予以考虑,并从已说过的话中回想起来。
ἡμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένου μὲν διαλογισμοῦ καὶ ἀφέσεως τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου τῆς μισθώσεως, γεγενημένης δὲ διαίτης καὶ πάλιν πάντων ἀφέσεως, οὐκ ἐώντων τῶν νόμων δίκας ὧν ἂν ἀφῇ τις ἅπαξ λαγχάνειν,
雅典人啊,因为在完成了账目清算并免除了银行和盾牌作坊的租赁责任之后,在完成了仲裁并再次免除了所有指控之后,由于法律不允许任何人就其已经一次性免除的事情重新提起诉讼,

词汇与语法注释

  1. 17ὥσπερ ἢ πάντων τεθνεώτων τούτων ἢ τῆς ἀληθείας οὐ γενησομένης φανερᾶς — 连词 ὥσπερ 后面跟有两个由 ἢ...ἢ...(或……或……)连接的属格绝对结构(πάντων τεθνεώτων τούτων 和 τῆς ἀληθείας οὐ γενησομένης φ安ерᾶς),用以表达说话者主观的假设。
  2. 18οἶμαι δʼ Ἀπολλόδωρον τουτονί... ταῦτʼ ἐρεῖν, ὡς... — 这是一个长句,其核心结构是由 οἶμαι(我认为)引导的带对格的不定式结构,其中 Ἀπολλόδωρον τουτονί 是对格主语,ἐρεῖν 是不定式。作为 ἐρεῖν 直接宾语的指示代词 ταῦτʼ 的具体内容由同位语 ὡς 从句(ὡς τὰ γράμμαθʼ...)进行了进一步说明。
  3. 22τὸν μὲν παῖδʼ... οὐκ ἂν ἠδίκει, σὲ δέ... — 在这个含有对比的 μέν...δέ 结构中,前半句使用 ἂν 加上未完成过去时直陈式(ἠδίκει)构成过去潜在或虚拟语气(“他绝不可能对那个孩子行不义”),而后半句(σὲ δέ)则省略了动词短语 ἠδίκει ἄν,从而形成了强烈的反问对比(“(难不成他倒会)对你(行不义吗)?”)。

引用这一段

狄摩西尼, 为波尔米翁辩护 §16-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg036.humanitext-grc2:16-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。