§33καί μοι λαβὲ τὴν μαρτυρίαν, πρῶτον μὲν τὴν Ἀπολλωνίδου, ὅτι Ἀντίπατρος ἦν ὁ δανείσας ἐπὶ τῷ πλοίῳ, τούτοις δʼ οὐδʼ ὁτιοῦν προσήκει τῆς ναυαγίας, ἔπειτα τὴν Ἐρασικλέους καὶ τὴν Ἱππίου, ὅτι ὀγδοήκοντα μόνον κεράμια παρήγετο ἐν τῷ πλοίῳ.
そして、証言を受け取ってくれ。 第一に、アンティパトロスが船に貸し付けを行った者であり、この者たちにはその難破は何の関係もないというアポロニデスの証言を。 次に、その船にはわずか八十個の壺しか運ばれていなかったという、エラシクレスとヒッピアスの証言を。
ΜΑΡΤΥΡΙΑΙ.
"Ἀπολλωνίδης Ἁλικαρνασσεὺς μαρτυρεῖ εἰδέναι δανείσαντα Ἀντίπατρον, Κιτιέα τὸ γένος, χρήματα Ὑβλησίῳ εἰς τὸν Πόντον ἐπὶ τῇ νηὶ ἣν Ὑβλήσιος ἐναυκλήρει, καὶ τῷ ναύλῳ τῷ εἰς τὸν Πόντον·
証言「ハリカルナッソス出身のアポロニデスは、キティオン出身のアンティパトロスが、ヒュブレシオスが船長を務めていた船と、ポントスへの運賃を担保として、ポントスへ向かうヒュブレシオスに資金を貸し付けたことを知っていると証言する。
κοινωνεῖν δὲ καὶ αὑτὸν τῆς νεὼς Ὑβλησίῳ, καὶ συμπλεῖν ἑαυτοῦ οἰκέτας ἐν τῇ νηί, καὶ ὅτε διεφθάρη ἡ ναῦς, παρεῖναι τοὺς οἰκέτας τοὺς ἑαυτοῦ καὶ ἀπαγγέλλειν ἑαυτῷ, καὶ ὅτι ἡ ναῦς κενὴ διεφθάρη παραπλέουσα εἰς Θευδοσίαν ἐκ Παντικαπαίου. "
また、自分自身もヒュブレシオスと船を共有しており、自分の召使いたちがその船に同乗していたこと、そして船が難破したとき、自分の召使いたちがそこに居合わせて自分に報告したこと、ならびに、その船はパンティカパイオンからテオドシアへと沿岸を航行中、空荷の状態で難破したということを知っていると証言する。
§34"Ἐρασικλῆς μαρτυρεῖ συμπλεῖν Ὑβλησίῳ κυβερνῶν τὴν ναῦν εἰς τὸν Πόντον, καὶ ὅτε παρέπλει ἡ ναῦς εἰς Θευδοσίαν ἐκ Παντικαπαίου, εἰδέναι κενὴν τὴν ναῦν παραπλέουσαν, καὶ Ἀπολλοδώρου αὐτοῦ τοῦ φεύγοντος νυνὶ τὴν δίκην μὴ εἶναι οἶνον ἐν τῷ πλοίῳ, ἀλλὰ παράγεσθαι τῶν ἐκ Θευδοσίας τινὶ οἴνου Κῷα κεράμια περὶ ὀγδοήκοντα. "
"Ἱππίας Ἀθηνίππου Ἁλικαρνασσεὺς μαρτυρεῖ συμπλεῖν Ὑβλησίῳ διοπεύων τὴν ναῦν, καὶ ὅτε παρέπλει ἡ ναῦς εἰς Θευδοσίαν ἐκ Παντικαπαίου, ἐνθέσθαι Ἀπολλόδωρον εἰς τὴν ναῦν ἐρίων ἀγγεῖον ἓν ἢ δύο καὶ ταρίχους κεράμια ἕνδεκα ἢ δώδεκα καὶ δέρματʼ αἴγεια, δύο δέσμας ἢ τρεῖς, ἄλλο δʼ οὐδέν. "
"πρὸς τούσδʼ ἐξεμαρτύρησεν·
」「エラシクレスは、航海士として船を操縦しながらヒュブレシオスとともにポントスへ航海したこと、そして船がパンティカパイオンからテオドシアへと沿岸を航行していたとき、船が空荷で航行していたのを知っていること、また、現在この裁判の被告となっているアポロドロス本人のワインは船内にはなく、テオドシアの住民の一人のためにコス産のワインの壺約八十個が運ばれていたにすぎないことを知っていると証言する。 」「アテニッポスの子でハリカルナッソス出身のヒッピアスは、船の管理人としてヒュブレシオスとともに航海したこと、そして船がパンティカパイオンからテオドシアへと沿岸を航行していたとき、アポロドロスが船に積んだのは、羊毛の袋が一つか二つ、塩蔵魚の壺が十一か十二、そして山羊の皮が二束か三束だけであり、他には何もなかったことを証言する。 」「以下の者たちの前で、書面による証言が確認された。
Εὐφίλητος Δαμοτίμου Ἀφιδναῖος, Ἱππίας Τιμοξένου Θυμαιτάδης, Σώστρατος Φιλίππου Ἑστιαιόθεν, Ἀρχενομίδης Στράτωνος Θριάσιος, Φιλτάδης Κτησικλέους Ξυπεταιών. "
ダモティモスの子でアフィドナイ出身のエウフィレトス、ティモクセノスの子でテュマイタダイ出身のヒッピアス、フィリッポスの子でヘスティアイア出身のソストラトス、ストラトンの子でトリア出身のアルケノミデス、クテシクレスの子でクシュペテ出身のフィルタデス。
§35ἡ μὲν ἀναίδεια τοιαύτη τῶν ἀνθρώπων τούτων ἐστίν.
」この者たちの図々しさはこのようなものです。
ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθε πρὸς ὑμᾶς αὐτούς, εἴ τινας πώποτʼ ἴστε ἢ ἠκούσατε οἶνον Ἀθήναζε ἐκ τοῦ Πόντου κατʼ ἐμπορίαν εἰσαγαγόντας, ἄλλως τε καὶ Κῷον.
しかし裁判員諸君、あなた方ご自身で考えてみてください。 ポントスからアテナイへ商売のためにワインを輸入した人、それも特にコス産のものを輸入した人を、かつて知っていたり、聞いたことがあったりするでしょうか。
πᾶν γὰρ δήπου τοὐναντίον εἰς τὸν Πόντον ὁ οἶνος εἰσάγεται ἐκ τῶν τόπων τῶν περὶ ἡμᾶς, ἐκ Πεπαρήθου καὶ Κῶ καὶ Θάσιος καὶ Μενδαῖος καὶ ἐξ ἄλλων τινῶν πόλεων παντοδαπός·
なぜなら、まったく逆であり、ワインは私たちの周囲の地域、すなわちペパレトス、コス、タソス、メンデ、その他の様々な都市からポントスへと輸入されるものだからです。
ἐκ δὲ τοῦ Πόντου ἕτερά ἐστιν ἃ εἰσάγεται δεῦρο.
ポントスからこちらへ輸入されるのは別のものなのです。
§36κατεχόμενοι δὲ ὑφʼ ἡμῶν καὶ ἐλεγχόμενοι εἴ τι περιγένοιτο τῶν χρημάτων ἐν τῷ Πόντῳ, ἀπεκρίνατο Λάκριτος οὑτοσί, ὅτι ἑκατὸν στατῆρες Κυζικηνοὶ περιγένοιντο, καὶ τοῦτο τὸ χρυσίον δεδανεικὼς εἴη ἁδελφὸς αὐτοῦ ἐν τῷ Πόντῳ ναυκλήρῳ τινὶ Φασηλίτῃ, πολίτῃ καὶ ἐπιτηδείῳ ἑαυτοῦ, καὶ οὐ δύναιτο κομίσασθαι, ἀλλὰ σχεδόν τι ἀπολωλὸς εἴη καὶ τοῦτο.
私たちに追及され、ポントスで資金のうち何か残ったものがあるのか問い詰められると、ここにいるラクリトスは、キジコスのスタテル金貨百枚が残ったが、この金貨を彼の兄弟がポントスで、同国人であり親しい知人でもあるファセーリス人のある船長に貸し付けてしまい、回収することができず、これもまたほとんど失われたも同然なのだ、と答えました。
§37ταῦτʼ ἐστὶν ἃ ἔλεγεν Λάκριτος οὑτοσί.
これが、ここにいるラクリトスが言っていたことです。
ἡ δὲ συγγραφὴ οὐ ταῦτα λέγει, ὦ ἄνδρες δικασταί, ἀλλʼ ἀντιφορτισαμένους ἀπάγειν κελεύει Ἀθήναζε, οὐ δανείζειν τούτους ὅτῳ ἂν βούλωνται ἐν τῷ Πόντῳ τὰ ἡμέτερα ἄνευ ἡμῶν, ἀλλʼ Ἀθήναζε παρέχειν ἀνέπαφα ἡμῖν, ἕως ἂν ἡμεῖς ἀπολάβωμεν τὰ χρήματα ὅσα ἐδανείσαμεν.
しかし裁判員諸君、契約書はそんなことを言っていません。 そうではなく、復路の荷物を買い戻してアテナイに持ち帰ることを命じており、彼らが私たちの資金を、私たちの承諾なしにポントスで自分が望む誰にでも貸し付けてよいなどとは言っておらず、私たちが貸し付けたすべての資金を回収するまで、アテナイにおいて私たちに無傷のままで提供することを命じているのです。
καί μοι ἀναγίγνωσκε τὴν συγγραφὴν πάλιν. ΣΥΓΓΡΑΦΗ.
では、もう一度契約書を読んでください。
§38πότερον, ὦ ἄνδρες δικασταί, δανείζειν κελεύει τούτους ἡ συγγραφὴ τὰ ἡμέτερα, καὶ ταῦτα ἀνθρώπῳ ὃν ἡμεῖς οὔτε γιγνώσκομεν οὔθʼ ἑοράκαμεν πώποτε, ἢ ἀντιφορτισαμένους κομίσαι Ἀθήναζε καὶ φανερὰ ποιῆσαι ἡμῖν καὶ ἀνέπαφα παρέχειν;
契約書裁判員諸君、契約書は彼らに、私たちの資金を、しかも私たちが知ることも一度も見たこともない人物に貸し付けることを命じているでしょうか。 それとも、復路の荷物を買い戻してアテナイに運び、私たちの前に明示して、無傷のままで提供することを命じているでしょうか。
§39ἡ μὲν γὰρ συγγραφὴ οὐδὲν κυριώτερον ἐᾷ εἶναι τῶν ἐγγεγραμμένων, οὐδὲ προσφέρειν οὔτε νόμον οὔτε ψήφισμα οὔτʼ ἄλλʼ οὐδʼ ὁτιοῦν πρὸς τὴν συγγραφήν·
なぜなら、契約書は記載されている事柄より効力のあるいかなるものも認めず、契約書に対していかなる法律も民会決議も、その他の何ものも対抗させることを許していないからです。
τούτοις δʼ εὐθὺς ἐξ ἀρχῆς οὐδὲν ἐμέλησε τῆς συγγραφῆς ταύτης, ἀλλὰ τοῖς χρήμασιν ἐχρῶντο τοῖς ἡμετέροις ὥσπερ ἰδίοις οὖσιν αὑτῶν·
しかし、この者たちは最初からこの契約書をまったく意に介さず、私たちの資金をまるで自分たち自身のものであるかのように使っていたのです。
οὕτως εἰσὶν οὗτοι κακοῦργοι σοφισταὶ καὶ ἄδικοι ἄνθρωποι.
このように彼らは、ずる賢いソフィストであり、不正な人間なのです。
§40ἐγὼ δέ, μὰ τὸν Δία τὸν ἄνακτα καὶ τοὺς θεοὺς ἅπαντας, οὐδενὶ πώποτε ἐφθόνησα οὐδʼ ἐπετίμησα, ὦ ἄνδρες δικασταί, εἴ τις βούλεται σοφιστὴς εἶναι καὶ Ἰσοκράτει ἀργύριον ἀναλίσκειν·
私は、支配者なるゼウスとすべての神々に誓って、裁判員諸君、誰かがソフィストになりたいと望み、イソクラテスに金を払おうとも、それを羨んだり非難したりしたことは一度もありません。
μαινοίμην γὰρ ἄν, εἴ τί μοι τούτων ἐπιμελὲς εἴη.
そんなことを気にかけるとしたら、私は正気ではないでしょう。
οὐ μέντοι μὰ Δία οἶμαί γε δεῖν ἀνθρώπους καταφρονοῦντας καὶ οἰομένους δεινοὺς εἶναι ἐφίεσθαι τῶν ἀλλοτρίων, οὐδὲ ἀφαιρεῖσθαι, τῷ λόγῳ πιστεύοντας·
しかし、ゼウスに誓って、他者を見下し、自分たちが賢いと思い込んでいる者たちが、言論の力を頼みにして他人のものを貪ったり奪い取ったりしてよいとは到底思いません。
πονηροῦ γὰρ ταῦτʼ ἐστὶν σοφιστοῦ καὶ οἰμωξομένου.
それは、極悪非道なソフィストであり、手痛い目に遭うべき者のすることだからです。