- 底本
- Demosthenes. Orationes, Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg035.humanitext-grc2:33-40
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
証言によって、難破船は被告らのものではなく、また十分な積荷もなかったことが証明される。原告は、被告らが契約を完全に無視して他人の資金を勝手に運用し、ソフィスト的な弁論に頼って返済を逃れようとしていると強く非難する。
καί μοι λαβὲ τὴν μαρτυρίαν, πρῶτον μὲν τὴν Ἀπολλωνίδου, ὅτι Ἀντίπατρος ἦν ὁ δανείσας ἐπὶ τῷ πλοίῳ, τούτοις δʼ οὐδʼ ὁτιοῦν προσήκει τῆς ναυαγίας,1 ἔπειτα τὴν Ἐρασικλέους καὶ τὴν Ἱππίου, ὅτι ὀγδοήκοντα μόνον κεράμια παρήγετο ἐν τῷ πλοίῳ. ΜΑΡΤΥΡΙΑΙ. "Ἀπολλωνίδης Ἁλικαρνασσεὺς μαρτυρεῖ εἰδέναι δανείσαντα Ἀντίπατρον, Κιτιέα τὸ γένος, χρήματα Ὑβλησίῳ εἰς τὸν Πόντον ἐπὶ τῇ νηὶ ἣν Ὑβλήσιος ἐναυκλήρει, καὶ τῷ ναύλῳ τῷ εἰς τὸν Πόντον· κοινωνεῖν δὲ καὶ αὑτὸν τῆς νεὼς Ὑβλησίῳ, καὶ συμπλεῖν ἑαυτοῦ οἰκέτας ἐν τῇ νηί, καὶ ὅτε διεφθάρη ἡ ναῦς, παρεῖναι τοὺς οἰκέτας τοὺς ἑαυτοῦ καὶ ἀπαγγέλλειν ἑαυτῷ, καὶ ὅτι ἡ ναῦς κενὴ διεφθάρη παραπλέουσα εἰς Θευδοσίαν ἐκ Παντικαπαίου."
そして、証言を受け取ってくれ。第一に、アンティパトロスが船に貸し付けを行った者であり、この者たちにはその難破は何の関係もないというアポロニデスの証言を。次に、その船にはわずか八十個の壺しか運ばれていなかったという、エラシクレスとヒッピアスの証言を。 証言 「ハリカルナッソス出身のアポロニデスは、キティオン出身のアンティパトロスが、ヒュブレシオスが船長を務めていた船と、ポントスへの運賃を担保として、ポントスへ向かうヒュブレシオスに資金を貸し付けたことを知っていると証言する。また、自分自身もヒュブレシオスと船を共有しており、自分の召使いたちがその船に同乗していたこと、そして船が難破したとき、自分の召使いたちがそこに居合わせて自分に報告したこと、ならびに、その船はパンティカパイオンからテオドシアへと沿岸を航行中、空荷の状態で難破したということを知っていると証言する。」
"Ἐρασικλῆς μαρτυρεῖ συμπλεῖν Ὑβλησίῳ κυβερνῶν τὴν ναῦν εἰς τὸν Πόντον, καὶ ὅτε παρέπλει ἡ ναῦς εἰς Θευδοσίαν ἐκ Παντικαπαίου, εἰδέναι κενὴν τὴν ναῦν παραπλέουσαν, καὶ Ἀπολλοδώρου αὐτοῦ τοῦ φεύγοντος νυνὶ τὴν δίκην μὴ εἶναι οἶνον ἐν τῷ πλοίῳ,2 ἀλλὰ παράγεσθαι τῶν ἐκ Θευδοσίας τινὶ οἴνου Κῷα κεράμια περὶ ὀγδοήκοντα." "Ἱππίας Ἀθηνίππου Ἁλικαρνασσεὺς μαρτυρεῖ συμπλεῖν Ὑβλησίῳ διοπεύων τὴν ναῦν, καὶ ὅτε παρέπλει ἡ ναῦς εἰς Θευδοσίαν ἐκ Παντικαπαίου, ἐνθέσθαι Ἀπολλόδωρον εἰς τὴν ναῦν ἐρίων ἀγγεῖον ἓν ἢ δύο καὶ ταρίχους κεράμια ἕνδεκα ἢ δώδεκα καὶ δέρματʼ αἴγεια, δύο δέσμας ἢ τρεῖς, ἄλλο δʼ οὐδέν." "πρὸς τούσδʼ ἐξεμαρτύρησεν· Εὐφίλητος Δαμοτίμου Ἀφιδναῖος, Ἱππίας Τιμοξένου Θυμαιτάδης, Σώστρατος Φιλίππου Ἑστιαιόθεν, Ἀρχενομίδης Στράτωνος Θριάσιος, Φιλτάδης Κτησικλέους Ξυπεταιών."
「エラシクレスは、航海士として船を操縦しながらヒュブレシオスとともにポントスへ航海したこと、そして船がパンティカパイオンからテオドシアへと沿岸を航行していたとき、船が空荷で航行していたのを知っていること、また、現在この裁判の被告となっているアポロドロス本人のワインは船内にはなく、テオドシアの住民の一人のためにコス産のワインの壺約八十個が運ばれていたにすぎないことを知っていると証言する。」 「アテニッポスの子でハリカルナッソス出身のヒッピアスは、船の管理人としてヒュブレシオスとともに航海したこと、そして船がパンティカパイオンからテオドシアへと沿岸を航行していたとき、アポロドロスが船に積んだのは、羊毛の袋が一つか二つ、塩蔵魚の壺が十一か十二、そして山羊の皮が二束か三束だけであり、他には何もなかったことを証言する。」 「以下の者たちの前で、書面による証言が確認された。ダモティモスの子でアフィドナイ出身のエウフィレトス、ティモクセノスの子でテュマイタダイ出身のヒッピアス、フィリッポスの子でヘスティアイア出身のソストラトス、ストラトンの子でトリア出身のアルケノミデス、クテシクレスの子でクシュペテ出身のフィルタデス。」
ἡ μὲν ἀναίδεια τοιαύτη τῶν ἀνθρώπων τούτων ἐστίν. ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθε πρὸς ὑμᾶς αὐτούς, εἴ τινας πώποτʼ ἴστε ἢ ἠκούσατε οἶνον Ἀθήναζε ἐκ τοῦ Πόντου κατʼ ἐμπορίαν εἰσαγαγόντας, ἄλλως τε καὶ Κῷον. πᾶν γὰρ δήπου τοὐναντίον εἰς τὸν Πόντον ὁ οἶνος εἰσάγεται ἐκ τῶν τόπων τῶν περὶ ἡμᾶς, ἐκ Πεπαρήθου καὶ Κῶ καὶ Θάσιος καὶ Μενδαῖος καὶ ἐξ ἄλλων τινῶν πόλεων παντοδαπός· ἐκ δὲ τοῦ Πόντου ἕτερά ἐστιν ἃ εἰσάγεται δεῦρο.
この者たちの図々しさはこのようなものです。しかし裁判員諸君、あなた方ご自身で考えてみてください。ポントスからアテナイへ商売のためにワインを輸入した人、それも特にコス産のものを輸入した人を、かつて知っていたり、聞いたことがあったりするでしょうか。なぜなら、まったく逆であり、ワインは私たちの周囲の地域、すなわちペパレトス、コス、タソス、メンデ、その他のいくつかの都市から、あらゆる種類のものがポントスへと輸入されるものだからです。ポントスからこちらへ輸入されるのは別のものなのです。
κατεχόμενοι δὲ ὑφʼ ἡμῶν καὶ ἐλεγχόμενοι εἴ τι περιγένοιτο τῶν χρημάτων3 ἐν τῷ Πόντῳ, ἀπεκρίνατο Λάκριτος οὑτοσί, ὅτι ἑκατὸν στατῆρες Κυζικηνοὶ περιγένοιντο, καὶ τοῦτο τὸ χρυσίον δεδανεικὼς εἴη ἁδελφὸς αὐτοῦ ἐν τῷ Πόντῳ ναυκλήρῳ τινὶ Φασηλίτῃ, πολίτῃ καὶ ἐπιτηδείῳ ἑαυτοῦ, καὶ οὐ δύναιτο κομίσασθαι, ἀλλὰ σχεδόν τι ἀπολωλὸς εἴη καὶ τοῦτο.
私たちに追及され、ポントスで資金のうち何か残ったものがあるのか問い詰められると、ここにいるラクリトスは、キジコスのスタテル金貨百枚が残ったが、この金貨を彼の兄弟がポントスで、同国人であり親しい知人でもあるファセーリス人のある船長に貸し付けてしまい、回収することができず、これもまたほとんど失われたも同然なのだ、と答えました。
ταῦτʼ ἐστὶν ἃ ἔλεγεν Λάκριτος οὑτοσί. ἡ δὲ συγγραφὴ οὐ ταῦτα λέγει, ὦ ἄνδρες δικασταί, ἀλλʼ ἀντιφορτισαμένους ἀπάγειν κελεύει Ἀθήναζε, οὐ δανείζειν τούτους ὅτῳ ἂν βούλωνται ἐν τῷ Πόντῳ τὰ ἡμέτερα ἄνευ ἡμῶν, ἀλλʼ Ἀθήναζε παρέχειν ἀνέπαφα ἡμῖν, ἕως ἂν ἡμεῖς ἀπολάβωμεν τὰ χρήματα ὅσα ἐδανείσαμεν. καί μοι ἀναγίγνωσκε τὴν συγγραφὴν πάλιν. ΣΥΓΓΡΑΦΗ. πότερον, ὦ ἄνδρες δικασταί, δανείζειν κελεύει τούτους ἡ συγγραφὴ τὰ ἡμέτερα, καὶ ταῦτα ἀνθρώπῳ ὃν ἡμεῖς οὔτε γιγνώσκομεν οὔθʼ ἑοράκαμεν πώποτε, ἢ ἀντιφορτισαμένους κομίσαι Ἀθήναζε καὶ φανερὰ ποιῆσαι ἡμῖν καὶ ἀνέπαφα παρέχειν;
これが、ここにいるラクリトスが言っていたことです。しかし裁判員諸君、契約書はそんなことを言っていません。そうではなく、復路の荷物を買い戻してアテナイに持ち帰ることを命じており、彼らが私たちの資金を、私たちの承諾なしにポントスで自分が望む誰にでも貸し付けてよいなどとは言っておらず、私たちが貸し付けたすべての資金を回収するまで、アテナイにおいて私たちに無傷のままで提供することを命じているのです。では、もう一度契約書を読んでください。 契約書裁判員諸君、契約書は彼らに、私たちの資金を、しかも私たちが知ることも一度も見たこともない人物に貸し付けることを命じているでしょうか。それとも、復路の荷物を買い戻してアテナイに運び、私たちの前に明示して、無傷のままで提供することを命じているでしょうか。
ἡ μὲν γὰρ συγγραφὴ οὐδὲν κυριώτερον ἐᾷ εἶναι τῶν ἐγγεγραμμένων, οὐδὲ προσφέρειν οὔτε νόμον οὔτε ψήφισμα οὔτʼ ἄλλʼ οὐδʼ ὁτιοῦν πρὸς τὴν συγγραφήν· τούτοις δʼ εὐθὺς ἐξ ἀρχῆς οὐδὲν ἐμέλησε τῆς συγγραφῆς ταύτης, ἀλλὰ τοῖς χρήμασιν ἐχρῶντο τοῖς ἡμετέροις ὥσπερ ἰδίοις οὖσιν αὑτῶν· οὕτως εἰσὶν οὗτοι κακοῦργοι σοφισταὶ καὶ ἄδικοι ἄνθρωποι.
なぜなら、契約書は記載されている事柄より効力のあるいかなるものも認めず、契約書に対していかなる法律も民会決議も、その他の何ものも対抗させることを許していないからです。しかし、この者たちは最初からこの契約書をまったく意に介さず、私たちの資金をまるで自分たち自身のものであるかのように使っていたのです。このように彼らは、ずる賢いソフィストであり、不正な人間なのです。
ἐγὼ δέ, μὰ τὸν Δία τὸν ἄνακτα καὶ τοὺς θεοὺς ἅπαντας, οὐδενὶ πώποτε ἐφθόνησα οὐδʼ ἐπετίμησα, ὦ ἄνδρες δικασταί, εἴ τις βούλεται σοφιστὴς εἶναι καὶ Ἰσοκράτει ἀργύριον ἀναλίσκειν· μαινοίμην γὰρ ἄν, εἴ τί μοι τούτων ἐπιμελὲς εἴη.4 οὐ μέντοι μὰ Δία οἶμαί γε δεῖν ἀνθρώπους καταφρονοῦντας καὶ οἰομένους δεινοὺς εἶναι ἐφίεσθαι τῶν ἀλλοτρίων, οὐδὲ ἀφαιρεῖσθαι, τῷ λόγῳ πιστεύοντας· πονηροῦ γὰρ ταῦτʼ ἐστὶν σοφιστοῦ καὶ οἰμωξομένου.
私は、支配者なるゼウスとすべての神々に誓って、裁判員諸君、誰かがソフィストになりたいと望み、イソクラテスに金を払おうとも、それを羨んだり非難したりしたことは一度もありません。そんなことを気にかけるとしたら、私は正気ではないでしょう。しかし、ゼウスに誓って、他者を見下し、自分たちが賢いと思い込んでいる者たちが、言論の力を頼みにして他人のものを貪ったり奪い取ったりしてよいとは到底思いません。それは、極悪非道なソフィストであり、手痛い目に遭うべき者のすることだからです。
- 33τούτοις δʼ οὐδʼ ὁτιοῦν προσήκει τῆς ναυαγίας
非人称動詞 προσήκει(関係がある)に、関係する主体を表す与格 τούτοις(この者たちに)と、関係の対象を表す属格 τῆς ναυαγίας(難破について)が結合している。全体で「この者たちにはその難破は一片の関係もない」という意味になる。
- 34Ἀπολλοδώρου αὐτοῦ τοῦ φεύγοντος νυνὶ τὴν δίκην μὴ εἶναι οἶνον ἐν τῷ πλοίῳ
属格 Ἀπολλοδώρου αὐτοῦ は οἶνον(ワイン)を修飾する所有の属格であり、間接話法における対格不定詞句 μὴ εἶναι οἶνον(ワインがないこと)の内部に配置されている。現在分詞 τοῦ φεύγοντος [τὴν δίκην] は「現在この訴訟を避けている(=被告となっている)」の意で、アポロドロスを限定修飾している。
- 36εἴ τι περιγένοιτο τῶν χρημάτων
εἴ に導かれる節は、前文の分詞 ἐλεγχόμενοι(厳しく問われる)に係る間接疑問節である。主節の動詞 ἀπεκρίνατο が過去時制(アオリスト)であるため、直説法ではなく斜格の希求法(optative of oblique mood)の περιγένοιτο(希求法アオリスト)が用いられている。
- 40μαινοίμην γὰρ ἄν, εἴ τί μοι τούτων ἐπιμελὲς εἴη
帰結節の希求法+ ἄν(μαινοίμην ἄν)と、条件節の希求法(εἴη)の組み合わせによる、潜在(または穏健な主張)を表す条件文(「もし~なら、私は正気ではないだろう」)。現実離れした仮定や控えめな推量を提示するのに適した表現である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 注 1 件
