§33καί μοι λαβὲ τὴν μαρτυρίαν, πρῶτον μὲν τὴν Ἀπολλωνίδου, ὅτι Ἀντίπατρος ἦν ὁ δανείσας ἐπὶ τῷ πλοίῳ, τούτοις δʼ οὐδʼ ὁτιοῦν προσήκει τῆς ναυαγίας, ἔπειτα τὴν Ἐρασικλέους καὶ τὴν Ἱππίου, ὅτι ὀγδοήκοντα μόνον κεράμια παρήγετο ἐν τῷ πλοίῳ.
请帮我拿来证言,首先是阿波罗尼德斯的,证明在船上提供贷款的人是安提帕特罗斯,而这起海难与这些人毫无关系;其次是埃拉西克莱斯和希皮亚斯的,证明当时船上仅运送了约八十个陶罐。
ΜΑΡΤΥΡΙΑΙ.
"Ἀπολλωνίδης Ἁλικαρνασσεὺς μαρτυρεῖ εἰδέναι δανείσαντα Ἀντίπατρον, Κιτιέα τὸ γένος, χρήματα Ὑβλησίῳ εἰς τὸν Πόντον ἐπὶ τῇ νηὶ ἣν Ὑβλήσιος ἐναυκλήρει, καὶ τῷ ναύλῳ τῷ εἰς τὸν Πόντον· κοινωνεῖν δὲ καὶ αὑτὸν τῆς νεὼς Ὑβλησίῳ, καὶ συμπλεῖν ἑαυτοῦ οἰκέτας ἐν τῇ νηί, καὶ ὅτε διεφθάρη ἡ ναῦς, παρεῖναι τοὺς οἰκέτας τοὺς ἑαυτοῦ καὶ ἀπαγγέλλειν ἑαυτῷ, καὶ ὅτι ἡ ναῦς κενὴ διεφθάρη παραπλέουσα εἰς Θευδοσίαν ἐκ Παντικαπαίου.
证言 “哈利卡尔那索斯的阿波罗尼德斯证实,他知道基提翁人安提帕特罗斯将资金贷给了去往蓬托斯的许布莱西奥斯,担保物为许布莱西奥斯担任船长的船只以及去往蓬托斯的运费;且他本人也与许布莱西奥斯合伙拥有这只船,并有自己的家仆随船航行;当船只失事时,他自己的家仆在场并向他报告,且该船在从潘提卡派乌姆沿海驶向狄奥多西亚时是在空载状态下失事的。
" §34"Ἐρασικλῆς μαρτυρεῖ συμπλεῖν Ὑβλησίῳ κυβερνῶν τὴν ναῦν εἰς τὸν Πόντον, καὶ ὅτε παρέπλει ἡ ναῦς εἰς Θευδοσίαν ἐκ Παντικαπαίου, εἰδέναι κενὴν τὴν ναῦν παραπλέουσαν, καὶ Ἀπολλοδώρου αὐτοῦ τοῦ φεύγοντος νυνὶ τὴν δίκην μὴ εἶναι οἶνον ἐν τῷ πλοίῳ, ἀλλὰ παράγεσθαι τῶν ἐκ Θευδοσίας τινὶ οἴνου Κῷα κεράμια περὶ ὀγδοήκοντα.
” “埃拉西克莱斯证实,他作为舵手操纵着船只与许布莱西奥斯一同前往蓬托斯,当船只从潘提卡派乌姆沿海驶向狄奥多西亚时,他知道船是在空载航行,而且船上并没有现在作为被告参加诉讼的阿波罗多罗斯本人的葡萄酒,而是为狄奥多西亚的某个人运送了大约八十罐科斯葡萄酒。
"
"Ἱππίας Ἀθηνίππου Ἁλικαρνασσεὺς μαρτυρεῖ συμπλεῖν Ὑβλησίῳ διοπεύων τὴν ναῦν, καὶ ὅτε παρέπλει ἡ ναῦς εἰς Θευδοσίαν ἐκ Παντικαπαίου, ἐνθέσθαι Ἀπολλόδωρον εἰς τὴν ναῦν ἐρίων ἀγγεῖον ἓν ἢ δύο καὶ ταρίχους κεράμια ἕνδεκα ἢ δώδεκα καὶ δέρματʼ αἴγεια, δύο δέσμας ἢ τρεῖς, ἄλλο δʼ οὐδέν.
” “阿特尼波斯之子、哈利卡尔那索斯的希皮亚斯证实,他作为船只管理员与许布莱西奥斯一同航行,当船只从潘提卡派乌姆沿海驶向狄奥多西亚时,阿波罗多罗斯在船上仅装载了一两包羊毛、十一二罐咸鱼以及两三捆山羊皮,别无他物。
"
"πρὸς τούσδʼ ἐξεμαρτύρησεν· Εὐφίλητος Δαμοτίμου Ἀφιδναῖος, Ἱππίας Τιμοξένου Θυμαιτάδης, Σώστρατος Φιλίππου Ἑστιαιόθεν, Ἀρχενομίδης Στράτωνος Θριάσιος, Φιλτάδης Κτησικλέους Ξυπεταιών. "
” “在下列见证人面前作出了庭外证言:达莫提莫斯之子、阿菲德纳人尤菲莱托斯;提莫克塞诺斯之子、迪迈塔代人希皮亚斯;菲利波斯之子、赫斯提埃亚人索斯特拉托斯;斯特拉通之子、特里亚人阿克诺米德斯;克特西克莱斯之子、克叙佩特人菲尔塔德斯。
§35ἡ μὲν ἀναίδεια τοιαύτη τῶν ἀνθρώπων τούτων ἐστίν.
” 这些人的厚颜无耻可见一斑。
ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθε πρὸς ὑμᾶς αὐτούς, εἴ τινας πώποτʼ ἴστε ἢ ἠκούσατε οἶνον Ἀθήναζε ἐκ τοῦ Πόντου κατʼ ἐμπορίαν εἰσαγαγόντας, ἄλλως τε καὶ Κῷον.
但是,诸位陪审员,你们不妨自己想想,你们是否曾知道或听说过有人为了贸易从蓬托斯向雅典进口葡萄酒,尤其是科斯葡萄酒?
πᾶν γὰρ δήπου τοὐναντίον εἰς τὸν Πόντον ὁ οἶνος εἰσάγεται ἐκ τῶν τόπων τῶν περὶ ἡμᾶς, ἐκ Πεπαρήθου καὶ Κῶ καὶ Θάσιος καὶ Μενδαῖος καὶ ἐξ ἄλλων τινῶν πόλεων παντοδαπός· ἐκ δὲ τοῦ Πόντου ἕτερά ἐστιν ἃ εἰσάγεται δεῦρο.
因为情况显然恰恰相反:葡萄酒是从我们周围的地区——从佩帕雷索斯、科斯、萨索斯、门德以及其他一些城市输入到蓬托斯的,各式样样;而从蓬托斯输入到这里的则是其他货物。
§36κατεχόμενοι δὲ ὑφʼ ἡμῶν καὶ ἐλεγχόμενοι εἴ τι περιγένοιτο τῶν χρημάτων ἐν τῷ Πόντῳ, ἀπεκρίνατο Λάκριτος οὑτοσί, ὅτι ἑκατὸν στατῆρες Κυζικηνοὶ περιγένοιντο, καὶ τοῦτο τὸ χρυσίον δεδανεικὼς εἴη ἁδελφὸς αὐτοῦ ἐν τῷ Πόντῳ ναυκλήρῳ τινὶ Φασηλίτῃ, πολίτῃ καὶ ἐπιτηδείῳ ἑαυτοῦ, καὶ οὐ δύναιτο κομίσασθαι, ἀλλὰ σχεδόν τι ἀπολωλὸς εἴη καὶ τοῦτο.
当他们被我们逼问并查对在蓬托斯是否还有任何资金剩余时,这里的拉克里托斯回答说,还剩下一百个库齐科斯斯塔特尔金币,但这笔金钱被他的兄弟在蓬托斯贷给了一个法塞利斯船长,此人是他的同胞和熟人,而这笔钱现在无法收回,所以连这笔钱也几乎算作损失了。
§37ταῦτʼ ἐστὶν ἃ ἔλεγεν Λάκριτος οὑτοσί.
这就是这里的拉克里托斯当时所说的。
ἡ δὲ συγγραφὴ οὐ ταῦτα λέγει, ὦ ἄνδρες δικασταί, ἀλλʼ ἀντιφορτισαμένους ἀπάγειν κελεύει Ἀθήναζε, οὐ δανείζειν τούτους ὅτῳ ἂν βούλωνται ἐν τῷ Πόντῳ τὰ ἡμέτερα ἄνευ ἡμῶν, ἀλλʼ Ἀθήναζε παρέχειν ἀνέπαφα ἡμῖν, ἕως ἂν ἡμεῖς ἀπολάβωμεν τὰ χρήματα ὅσα ἐδανείσαμεν.
但是,诸位陪审员,契约上并不是这样写的;相反,它命令他们购入回程货物并运回雅典,而不是允许他们在未得我们同意的情况下,在蓬托斯把我们的资金贷给他们想贷的任何人,而是命令他们必须在雅典向我们完好无损地交付货物,直到我们收回所有贷出的资金。
καί μοι ἀναγίγνωσκε τὴν συγγραφὴν πάλιν.
请再给我读一遍契约。
ΣΥΓΓΡΑΦΗ. §38πότερον, ὦ ἄνδρες δικασταί, δανείζειν κελεύει τούτους ἡ συγγραφὴ τὰ ἡμέτερα, καὶ ταῦτα ἀνθρώπῳ ὃν ἡμεῖς οὔτε γιγνώσκομεν οὔθʼ ἑοράκαμεν πώποτε, ἢ ἀντιφορτισαμένους κομίσαι Ἀθήναζε καὶ φανερὰ ποιῆσαι ἡμῖν καὶ ἀνέπαφα παρέχειν;
契约诸位陪审员,契约是命令他们把我们的资金贷出去,而且贷给一个我们既不认识、也从未见过的人,还是命令他们购入回程货物、运回雅典、展示给我们并完好无损地交付给我们?
§39ἡ μὲν γὰρ συγγραφὴ οὐδὲν κυριώτερον ἐᾷ εἶναι τῶν ἐγγεγραμμένων, οὐδὲ προσφέρειν οὔτε νόμον οὔτε ψήφισμα οὔτʼ ἄλλʼ οὐδʼ ὁτιοῦν πρὸς τὴν συγγραφήν· τούτοις δʼ εὐθὺς ἐξ ἀρχῆς οὐδὲν ἐμέλησε τῆς συγγραφῆς ταύτης, ἀλλὰ τοῖς χρήμασιν ἐχρῶντο τοῖς ἡμετέροις ὥσπερ ἰδίοις οὖσιν αὑτῶν·
因为契约绝不允许任何东西比其中所写的条款更有约束力,也不允许针对该契约引用任何法律、法令或任何其他东西;而这些人从一开始就完全不把这份契约放在眼里,反倒把我们的资金当作他们自己的财产一样使用。
οὕτως εἰσὶν οὗτοι κακοῦργοι σοφισταὶ καὶ ἄδικοι ἄνθρωποι.
他们就是这样作恶多端的诡辩家和不义之人。
§40ἐγὼ δέ, μὰ τὸν Δία τὸν ἄνακτα καὶ τοὺς θεοὺς ἅπαντας, οὐδενὶ πώποτε ἐφθόνησα οὐδʼ ἐπετίμησα, ὦ ἄνδρες δικασταί, εἴ τις βούλεται σοφιστὴς εἶναι καὶ Ἰσοκράτει ἀργύριον ἀναλίσκειν· μαινοίμην γὰρ ἄν, εἴ τί μοι τούτων ἐπιμελὲς εἴη.
至于我,凭着主宰者宙斯和众神起誓,诸位陪审员,我从未嫉妒或指责过任何想要成为诡辩家并把钱花在伊索克拉底身上的人;因为如果我介意这些事情,那我就是疯了。
οὐ μέντοι μὰ Δία οἶμαί γε δεῖν ἀνθρώπους καταφρονοῦντας καὶ οἰομένους δεινοὺς εἶναι ἐφίεσθαι τῶν ἀλλοτρίων, οὐδὲ ἀφαιρεῖσθαι, τῷ λόγῳ πιστεύοντας· πονηροῦ γὰρ ταῦτʼ ἐστὶν σοφιστοῦ καὶ οἰμωξομένου.
然而,凭着宙斯起誓,我绝不认为那些蔑视他人、自以为聪明的人应当倚仗言论的力量,去觊觎并夺取他人的财产;因为这是一意孤行的恶劣诡辩家且必将遭殃之人的行径。