Humanitext Reader

デモステネス · 第三十五弁論 ラクリトスへの抗弁 §19-25

積載義務違反と不正な追加借入の証拠

3 / 7 箇所 · ギリシア語

要旨

原告は、被告らが契約で合意されたワインの分量を船に積み込まず、他の貸主から担保を偽って追加融資を受けた事実を証言により立証する。さらに、彼らが復路の荷を全くアテナイに持ち帰らず、契約上の回収措置を事実上不可能にした不届きさを糾弾する。

§19γέγραπται μὲν ταῦτα ἐν τῇ συγγραφῇ, ὦ ἄνδρες δικασταί, ἧς ὑμεῖς ἀκηκόατε·
裁判員諸君、これらは皆さんがお聞きになった契約書にこのように書かれています。
οὗτοι δὲ ἀντὶ τῶν τρισχιλίων κεραμίων οὐδὲ πεντακόσια κεράμια εἰς τὸ πλοῖον ἐνέθεντο, ἀλλʼ ἀντὶ τοῦ ἠγοράσθαι αὐτοῖς τὸν οἶνον, ὅσον προσῆκεν, τοῖς χρήμασιν ἐχρῶντο ὅ τι ἐδόκει τούτοις, τὰ δὲ κεράμια τὰ τρισχίλια οὐδʼ ἐμέλλησαν οὐδὲ διενοήθησαν ἐνθέσθαι εἰς τὸ πλοῖον κατὰ τὴν συγγραφήν.
しかし、彼らは三千壺の代わりに五百壺さえも船に載せませんでした。 それどころか、本来あるべき量のワインを彼らが購入する代わりに、その資金を彼らが望むままに使用し、契約書に従って三千壺を船に載せることなど、しようともせず、考えもしなかったのです。
ὅτι δʼ ἀληθῆ ταῦτα λέγω, λαβὲ τὴν μαρτυρίαν τῶν συμπλεόντων ἐν τῷ αὐτῷ πλοίῳ τούτοις.
私が真実を言っていることを示すために、彼らと同一の船に乗り合わせていた者たちの証言を受け取ってください。
ΜΑΡΤΥΡΙΑ. §20"Ἐρασικλῆς μαρτυρεῖ κυβερνᾶν τὴν ναῦν ἣν Ὑβλήσιος ἐναυκλήρει, καὶ εἰδέναι Ἀπολλόδωρον ἀγόμενον ἐν τῷ πλοίῳ οἴνου Μενδαίου κεράμια τετρακόσια πεντήκοντα, καὶ οὐ πλείω·
【証言】「エラシクレスは、ヒュブレシオスが船主を務めていた船を操縦していたこと、そしてアポロドロスが船内にメンデ産のワイン四百五十壺を載せて運んでおり、それ以上ではなかったこと、そしてアポロドロスがポントスへ向けて船内に他にいかなる貨物も載せて運んでいなかったことを知っている、と証言する。
ἄλλο δὲ μηδὲν ἀγώγιμον ἄγεσθαι ἐν τῷ πλοίῳ Ἀπολλόδωρον εἰς τὸν Πόντον. " "Ἱππίας Ἀθηνίππου Ἁλικαρνασσεὺς μαρτυρεῖ συμπλεῖν ἐν τῇ Ὑβλησίου νηὶ διοπεύων τὴν ναῦν, καὶ εἰδέναι Ἀπολλόδωρον τὸν Φασηλίτην ἀγόμενον ἐν τῷ πλοίῳ ἐκ Μένδης εἰς τὸν Πόντον οἴνου Μενδαίου κεράμια τετρακόσια πεντήκοντα, ἄλλο δὲ μηδὲν φορτίον.
」「ハリカルナッソス人のアテニッポスの息子イッピアスは、ヒュブレシオスの船に同乗し、船底の浸水処理を行っていたこと、そしてファセーリス人のアポロドロスがメンデからポントスへ向けて船内にメンデ産ワイン四百五十壺を載せて運んでおり、他には何らの貨物も運んでいなかったことを知っている、と証言する。
" "πρὸς τούσδʼ ἐξεμαρτύρησεν·
」「以下の者たちの前で、上記の証言が行われた。
Ἀρχιάδης Μνησωνίδου Ἀχαρνεύς, Σώστρατος Φιλίππου Ἑστιαιόθεν, Εὐμάριχος Εὐβοίου Ἑστιαιόθεν, Φιλτάδης Κτησίου Ξυπεταιών, Διονύσιος Δημοκρατίδου Χολλῄδης.
アカルナイ区民のムネソニデスの息子アルキアデス、ヘスティアイア区民のピリッポスの息子ソストラトス、ヘスティアイア区民のエウボイオスの息子エウマリコス、シュペテ区民のクテシアスの息子ピルタデス、コレイデス区民のデモクラティデスの息子ディオニュシオス。
" §21περὶ μὲν οὖν τοῦ πλήθους τοῦ οἴνου, ὅσον ἔδει αὐτοὺς ἐνθέσθαι εἰς τὸ πλοῖον, ταῦτα διεπράξαντο, καὶ ἤρξαντο εὐθὺς ἐντεῦθεν ἀπὸ τοῦ πρώτου γεγραμμένου παραβαίνειν καὶ μὴ ποιεῖν τὰ γεγραμμένα.
」さて、彼らが船に載せるべきであったワインの分量については、彼らはこのようなことを仕出かしたのであり、まさにここ、最初の合意事項から直ちに違反し、書かれていることを実行しないということを始めたのです。
μετὰ δὲ ταῦτʼ ἔστιν ἐν τῇ συγγραφῇ ὅτι ὑποτιθέασιν ταῦτα ἐλεύθερα καὶ οὐδενὶ οὐδὲν ὀφείλοντες, καὶ ὅτι οὐδʼ ἐπιδανείσονται ἐπὶ τούτοις παρʼ οὐδενός.
その次には、契約書の中に、彼らがこれらをいかなる負担も伴わないものとして担保に入れ、誰に対しても何も債務を負っていないこと、そしてこれらに対して誰からも追加の借入をしないことが規定されています。
ταῦτα διαρρήδην γέγραπται, ὦ ἄνδρες δικασταί.
裁判員諸君、これらは明記されているのです。
§22οὗτοι δὲ τί ἐποίησαν;
しかし、彼らは何をしましたか。
ἀμελήσαντες τῶν γεγραμμένων ἐν τῇ συγγραφῇ δανείζονται παρά τινος νεανίσκου, ἐξαπατήσαντες ὡς οὐδενὶ οὐδὲν ὀφείλοντες·
契約書に書かれていることを無視して、誰に対しても債務を負っていないと騙し、ある若者から金を借りたのです。
καὶ ἡμᾶς τε παρεκρούσαντο καὶ ἔλαθον δανεισάμενοι ἐπὶ τοῖς ἡμετέροις, ἐκεῖνόν τε τὸν νεανίσκον τὸν δανείσαντα ἐξηπάτησαν ὡς ἐπʼ ἐλευθέροις τοῖς χρήμασιν δανειζόμενοι·
こうして彼らは私たちを騙し、私たちの担保に対して密かに追加の借入を行い、また、貸主であるあの若者をも、負担のない財産を担保に借りるのだと騙したのです。
τοιαῦτα τούτων ἐστὶν τὰ κακουργήματα.
彼らの悪行はこのようのものです。
ταῦτα δὲ πάντʼ ἐστὶν τὰ σοφίσματα Λακρίτου τουτουί.
そしてこれらはすべて、ここにいるラクリトスの悪知恵によるものなのです。
ὅτι δὲ ἀληθῆ λέγω καὶ ἐπεδανείσαντο χρήματα παρὰ τὴν συγγραφήν, μαρτυρίαν ἀναγνώσεται ὑμῖν αὐτοῦ τοῦ ἐπιδανείσαντος.
私が真実を述べており、彼らが契約に違反して追加の借入を行ったことを示すために、追加融資を行った本人自身の証言をあなた方に読み上げさせましょう。
§23λέγε τὴν μαρτυρίαν.
証言を読み上げてくだい。
ΜΑΡΤΥΡΙΑ. "Ἄρατος Ἁλικαρνασσεὺς μαρτυρεῖ δανεῖσαι Ἀπολλοδώρῳ ἕνδεκα μνᾶς ἀργυρίου ἐπὶ τῇ ἐμπορίᾳ, ἣν ἦγεν ἐν τῇ Ὑβλησίου νηὶ εἰς τὸν Πόντον, καὶ τοῖς ἐκεῖθεν ἀνταγορασθεῖσι, καὶ μὴ εἰδέναι αὐτὸν δεδανεισμένον παρὰ Ἀνδροκλέους ἀργύριον· οὐ γὰρ ἂν δανεῖσαι αὐτὸς Ἀπολλοδώρῳ τὸ ἀργύριον. "
【証言】「ハリカルナッソス人のアラトスは、アポロドロスがヒュブレシオスの船でポントスへ運んでいた貨物、およびそこから買い戻される物品を担保として、アポロドロスに銀十一ミナを貸し付けたこと、そして彼がアンドロクレスから金を借りていることを自分は知らなかったこと、もし知っていたら、自分はアポロドロスに金を貸しはしなかっただろうということを証言する。
§24αἱ μὲν πανουργίαι τοιαῦται τῶν ἀνθρώπων τούτων εἰσίν.
」この男たちの悪辣さはこのようなものです。
γέγραπται δὲ μετὰ ταῦτα ἐν τῇ συγγραφῇ, ὦ ἄνδρες δικασταί, ἐπειδὰν ἀποδῶνται ἐν τῷ Πόντῳ ἃ ἦγον, πάλιν ἀνταγοράζειν χρήματα καὶ ἀντιφορτίζεσθαι καὶ ἀπάγειν Ἀθήναζε τὰ ἀντιφορτισθέντα, καὶ ἐπειδὰν ἀφίκωνται Ἀθήναζε, ἀποδοῦναι εἴκοσιν ἡμερῶν τὸ ἀργύριον ἡμῖν δόκιμον· ἕως δʼ ἂν ἀποδῶσιν, κρατεῖν τῶν χρημάτων ἡμᾶς, καὶ ἀνέπαφα ταῦτα παρέχειν τούτους, ἕως ἂν ἀπολάβωμεν.
裁判員諸君、この後に契約書には次のように書かれています。 彼らがポントスで運んできた物品を売却したときには、再び物品を買い戻して復路の荷として積み込み、その復路の荷をアテナイに持ち帰ること、そしてアテナイに到着したときには、二十日以内に通用する銀貨で私たちに金を返済すること、また彼らが返済するまでは、私たちがその財産を占有すること、そして私たちが受け取るまで、彼らはこれらを無傷のまま提供しなければならないこと。
§25γέγραπται μὲν ταῦτα οὑτωσὶ ἀκριβῶς ἐν τῇ συγγραφῇ·
契約書にはこれらがこのように厳格に書かれています。
οὗτοι δέ, ὦ ἄνδρες δικασταί, ἐνταῦθα καὶ ἐπεδείξαντο μάλιστα τὴν ὕβριν καὶ τὴν ἀναίδειαν τὴν ἑαυτῶν, καὶ ὅτι οὐδὲ μικρὸν προσεῖχον τοῖς γράμμασι τοῖς γεγραμμένοις ἐν τῇ συγγραφῇ, ἀλλʼ ἡγοῦντο εἶναι τὴν συγγραφὴν ἄλλως ὕθλον καὶ φλυαρίαν.
しかし裁判員諸君、この点において彼らは自らの傲慢と不届きさを最も露骨に示しました。 契約書に書かれている文言に微塵も注意を払わず、契約書など単なる戯言やくだらないおしゃべりにすぎないと考えていたのです。
οὔτε γὰρ ἀντηγόρασαν οὐδὲν ἐν τῷ Πόντῳ οὔτε ἀντεφορτίσαντο ὥστε ἄγειν Ἀθήναζε·
というのも、彼らはポントスで何も買い戻さず、アテナイに持ち帰るための復路の荷を積み込むこともしなかったからです。
ἡμεῖς τε οἱ δανείσαντες τὰ χρήματα ἡκόντων αὐτῶν τούτων ἐκ τοῦ Πόντου οὐκ εἴχομεν ὅτου ἐπιλαβοίμεθα οὐδʼ ὅτου κρατοῖμεν, ἕως κομισαίμεθα τὰ ἡμέτερʼ αὐτῶν·
そのため、金を貸した私たちは、彼らがポントスから戻ってきたときに、自分たちの分を回収するまで差し押さえるべきものも占有すべきものも、何一つ持ち得ませんでした。
οὐδʼ ὁτιοῦν γὰρ εἰσήγαγον εἰς τὸν λιμένα τὸν ὑμέτερον οὗτοι.
彼らはあなた方の港に何一つとして持ち込まなかったからです。

語釈・文法注

  1. §19ἀντὶ τοῦ ἠγοράσθαι αὐτοῖς τὸν οἶνον — 前置詞 `ἀντί` と中性単数属格冠詞 `τοῦ` に導かれた不定詞句。`ἠγοράσθαι` は動詞 `ἀγοράζω` の完了受動不定詞で、行為の主体が与格 `αὐτοῖς` によって表されている。全体として「彼らによってワインが購入される代わりに」という意味になる。
  2. §20διοπεύων τὴν ναῦν — 現在分詞 `διοπεύων` は、船底に溜まるビルジ(浸水)を汲み出す仕事、あるいは船の監視や検査を行う特定の船員(排水係・監督官)の職務を指す専門用語。
  3. §23οὐ γὰρ ἂν δανεῖσαι — 小辞 `ἄν` を伴う不定詞 `δανεῖσαι` は、間接話法における過去の反実仮想条件文(直接話法における `οὐκ ἂν ἐδάνεισα`)の帰結部を表す。もし先約があることを知っていれば「(アポロドロスに)金を貸すことはなかっただろう」という話し手の判断を示す。

この箇所を引用する

デモステネス, 第三十五弁論 ラクリトスへの抗弁 §19-25. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg035.humanitext-grc2:19-25

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。