Humanitext Reader

デモステネス · 第三十五弁論 ラクリトスへの抗弁 §11-18

契約条項の朗読とラクリトスによる欺瞞の告発

2 / 7 箇所 · ギリシア語

要旨

借入契約書の残りの条項と関係者の証言が読み上げられた後、原告は被告ラクリトスが当時「イソクラテスの弟子」という肩書を背景に全責任を負うと称して金をだまし取り、契約を全く履行しなかった実態の告発を始める。

§11"ὑποτιθέασι δὲ ταῦτα, οὐκ ὀφείλοντες ἐπὶ τούτοις ἄλλῳ οὐδενὶ οὐδὲν ἀργύριον, οὐδʼ ἐπιδανείσονται.
「彼らはこれらを担保とするが、これらに対して他の誰にもいかなる金銭も債務を負っておらず、また追加の借入もしないものとする。
καὶ ἀπάξουσι τὰ χρήματα τὰ ἐκ τοῦ Πόντου ἀντιφορτισθέντα Ἀθήναζε πάλιν ἐν τῷ αὐτῷ πλοίῳ ἅπαντα.
そして、ポントスから復路の荷として積み戻される全財産を、同一の船で再びアテナイへと持ち帰るものとする。
σωθέντων δὲ τῶν χρημάτων Ἀθήναζε, ἀποδώσουσιν οἱ δανεισάμενοι τοῖς δανείσασι τὸ γιγνόμενον ἀργύριον κατὰ τὴν συγγραφὴν ἡμερῶν εἴκοσιν, ἀφʼ ἧς ἂν ἔλθωσιν Ἀθήναζε, ἐντελὲς πλὴν ἐκβολῆς, ἣν ἂν οἱ σύμπλοι ψηφισάμενοι κοινῇ ἐκβάλωνται, καὶ ἄν τι πολεμίοις ἀποτείσωσιν·
財産が安全にアテナイに到着したならば、借主たちは貸主たちに対し、契約書に従って生じる金銭を、アテナイに到着した日から二十日以内に、全額を返済するものとする。
τῶν δʼ ἄλλων ἁπάντων ἐντελές.
ただし、共同航海者たちが共同で決議して海に投棄した投荷、および敵に支払った賠償金は除くが、それ以外のすべてについては全額とする。
καὶ παρέξουσι τοῖς δανείσασι τὴν ὑποθήκην ἀνέπαφον κρατεῖν, ἕως ἂν ἀποδῶσι τὸ γιγνόμενον ἀργύριον κατὰ τὴν συγγραφήν. "
また、契約書に基づく金銭を返済するまで、貸主たちが担保を無傷のまま保持できるように供するものとする。
§12"ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῷ συγκειμένῳ χρόνῳ, τὰ ὑποκείμενα τοῖς δανείσασιν ἐξέστω ὑποθεῖναι καὶ ἀποδόσθαι τῆς ὑπαρχούσης τιμῆς·
」「もし合意された期間内に返済しない場合、貸主たちには、担保とされている物品をさらに質に入れ、あるいは現行の価格で売却することが許されるものとする。
καὶ ἐάν τι ἐλλείπῃ τοῦ ἀργυρίου, ὃ δεῖ γενέσθαι τοῖς δανείσασι κατὰ τὴν συγγραφήν, παρὰ Ἀρτέμωνος καὶ Ἀπολλοδώρου ἔστω ἡ πρᾶξις τοῖς δανείσασι καὶ ἐκ τῶν τούτων ἁπάντων, καὶ ἐγγείων καὶ ναυτικῶν, πανταχοῦ ὅπου ἂν ὦσι, καθάπερ δίκην ὠφληκότων καὶ ὑπερημέρων ὄντων, καὶ ἑνὶ ἑκατέρῳ τῶν δανεισάντων καὶ ἀμφοτέροις. "
そして、契約書に従って貸主たちに支払われるべき金銭に不足が生じた場合、貸主たち(一人ずつでも双方でも)は、アルテモンとアポロドロス、および彼らの土地・海上を問わないすべての財産に対し、彼らがどこにいようとも、まるで敗訴して期限を徒過した者たちに対するかのように、回収を行う権利を有するものとする。
§13"ἐὰν δὲ μὴ εἰσβάλωσι, μείναντες ἐπὶ κυνὶ ἡμέρας δέκα ἐν Ἑλλησπόντῳ, ἐξελόμενοι ὅπου ἂν μὴ σῦλαι ὦσιν Ἀθηναίοις, καὶ ἐντεῦθεν καταπλεύσαντες Ἀθήναζε τοὺς τόκους ἀποδόντων τοὺς πέρυσι γραφέντας εἰς τὴν συγγραφήν.
」「もし彼らがポントスに入らない場合、犬星の昇る頃にヘレスポントスに十日間留まり、アテナイ人に対する略奪行為が行われない場所で荷を降ろし、そこからアテナイへ帰航した上で、契約書に前年分として記載された利息を支払うものとする。
ἐὰν δέ τι ἡ ναῦς πάθῃ ἀνήκεστον ἐν ᾗ ἂν πλέῃ τὰ χρήματα, σωτηρία δʼ ἔσται τῶν ὑποκειμένων, τὰ περιγενόμενα κοινὰ ἔστω τοῖς δανείσασιν.
もし財産を載せて航海している船が取り返しのつかない損害を被り、担保の一部が救い出された場合、その残存物は貸主たちの共同の所有に帰するものとする。
κυριώτερον δὲ περὶ τούτων ἄλλο μηδὲν εἶναι τῆς συγγραφῆς. " "Μάρτυρες·
本件に関しては、契約書以上に効力を持つ他のいかなる取り決めも存在しないものとする。
Φορμίων Πειραιεύς, Κηφισόδοτος Βοιώτιος, Ἡλιόδωρος Πιθεύς. "
証人:ペイライエウスのポルミオン、ボイオティアのケピソドトス、ピトス区のヘリオドロス。
§14λέγε δὴ καὶ τὰς μαρτυρίας.
」さて、証言も読み上げてください。
ΜΑΡΤΥΡΙΑΙ "Ἀρχενομίδης Ἀρχεδάμαντος Ἀναγυράσιος μαρτυρεῖ συνθήκας παρʼ ἑαυτῷ καταθέσθαι Ἀνδροκλέα Σφήττιον, Ναυσικράτην Καρύστιον, Ἀρτέμωνα, Ἀπολλόδωρον Φασηλίτας, καὶ εἶναι παρʼ ἑαυτῷ ἔτι κειμένην τὴν συγγραφήν. " λέγε δὴ καὶ τὴν τῶν παραγενομένων μαρτυρίαν.
【証言】「アナギュルス区民のアルケダマスの息子アルケノミデスは、スプヘトス区民のアンドロクレス、カリュストス人のナウシクラテス、およびファセーリス人のアルテモンとアポロドロスが、自分のところに契約書を寄託したこと、そしてその契約書が今なお自分のところに保管されていることを証言する。 」それでは、立ち会った者たちの証言も読み上げてください。
ΜΑΡΤΥΡΙΑ. "Θεόδοτος ἰσοτελής, Χαρῖνος Ἐπιχάρους Λευκονοεύς, Φορμίων Κτησιφῶντος Πειραιεύς, Κηφισόδοτος Βοιώτιος, Ἡλιόδωρος Πιθεὺς μαρτυροῦσι παρεῖναι, ὅτʼ ἐδάνεισεν Ἀνδροκλῆς Ἀπολλοδώρῳ καὶ Ἀρτέμωνι ἀργυρίου τρισχιλίας δραχμάς, καὶ εἰδέναι τὴν συγγραφὴν καταθεμένους παρὰ Ἀρχενομίδῃ Ἀναγυρασίῳ. "
【証言】「等特権保持者のテオドロス、レウコノイオン区民のエピカレスの息子カリノス、ペイライエウス区民のクテシポンの息子ポルミオン、ボイオティアのケピソドトス、ピトス区のヘリオドロスは、アンドロクレスがアポロドロスとアルテモンに銀三千ドラクマを貸し付けた際に立ち会ったこと、また彼らがアナギュルス区民のアルケノミデスのところに契約書を寄託したことを知っている、と証言する。
§15κατὰ τὴν συγγραφὴν ταύτην, ὦ ἄνδρες δικασταί, ἐδάνεισα τὰ χρήματα Ἀρτέμωνι τῷ τούτου ἀδελφῷ, κελεύοντος τούτου καὶ ἀναδεχομένου ἅπαντα ἔσεσθαί μοι τὰ δίκαια κατὰ τὴν συγγραφήν, καθʼ ἣν ἐδάνεισα τούτου αὐτοῦ γράφοντος καὶ συσσημηναμένου, ἐπειδὴ ἐγράφη.
」裁判員諸君、私はこの契約書に従って、ここにいる彼の兄弟であるアルテモンに金を貸しました。 彼がそうするように勧め、契約書に従ってすべての正当な返済がなされることを保証したからです。 私が金を貸す基準となったこの契約書は、それが書き上げられたとき、まさにこの男自身が執筆し、共同で署名捺印したものです。
οἱ μὲν γὰρ ἀδελφοὶ οἱ τούτου ἔτι νεώτεροι ἦσαν, μειράκια κομιδῇ, οὑτοσὶ δὲ Λάκριτος Φασηλίτης, μέγα πρᾶγμα, Ἰσοκράτους μαθητής·
というのも、彼の兄弟たちはまだ若く、まったくの若造にすぎなかったのに対し、ここにいるファセーリス人のラクリトスは、大層な人物であり、イソクラテスの弟子だったからです。
§16οὗτος ἦν ὁ πάντα διοικῶν, καὶ ἑαυτῷ με τὸν νοῦν προσέχειν ἐκέλευεν·
すべてを仕切っていたのはこの男であり、彼は私に自分を信用するようにと求めました。
αὐτὸς γὰρ ἔφη ποιήσειν μοι τὰ δίκαια ἅπαντα καὶ ἐπιδημήσειν Ἀθήνησιν, τὸν δὲ ἀδελφὸν τὸν ἑαυτοῦ Ἀρτέμωνα πλεύσεσθαι ἐπὶ τοῖς χρήμασιν.
彼自身が私に対してすべての正当な義務を果たすつもりであり、アテナイに留まるつもりであること、そして自身の兄弟であるアルテモンがその資金を携えて航海に出るのだ、と言ったからです。
καὶ τότε μέν, ὦ ἄνδρες δικασταί, ὅτʼ ἐβούλετο τὰ χρήματα λαβεῖν παρʼ ἡμῶν, καὶ ἀδελφὸς ἔφη εἶναι καὶ κοινωνὸς τοῦ Ἀρτέμωνος, καὶ λόγους θαυμασίως ὡς πιθανοὺς ἔλεγεν·
そしてそのとき、裁判員諸君、彼が私たちから金を受け取りたがっていたときには、自分はアルテモンの兄弟であり共同経営者でもあると主張し、驚くほど説得力のある言葉を語っていたのです。
§17ἐπειδὴ δὲ τάχιστα ἐγκρατεῖς ἐγένοντο τοῦ ἀργυρίου, τοῦτο μὲν διενείμαντο καὶ ἐχρῶντο ὅ τι ἐδόκει τούτοις, κατὰ δὲ τὴν συγγραφὴν τὴν ναυτικήν, καθʼ ἣν ἔλαβον τὰ χρήματα, οὔτε μέγα οὔτε μικρὸν ἔπραττον, ὡς αὐτὸ τὸ ἔργον ἐδήλωσεν.
しかし、彼らがひとたび金を手に入れるやいなや、彼らはそれを分配し、自分たちの思うがままに使用しました。 一方、彼らが金を受け取った海上貸借契約書に従っては、彼らは何一つ、大小を問わず実行しませんでした。 事態そのものが明らかにした通りです。
οὑτοσὶ δὲ Λάκριτος ἁπάντων ἦν τούτων ὁ ἐξηγητής.
そして、ここにいるラクリトスこそが、これらすべての行為の指南役だったのです。
καθʼ ἕκαστον δὲ τῶν γεγραμμένων ἐν τῇ συγγραφῇ ἐπιδείξω τούτους οὐδʼ ὁτιοῦν πεποιηκότας ὑγιές.
契約書に書かれている各条項について、彼らがまともなことを何一つ行っていないことを、私はこれから証明しましょう。
§18πρῶτον μὲν γὰρ γέγραπται ὅτι ἐπʼ οἴνου κεραμίοις τρισχιλίοις ἐδανείζοντο παρʼ ἡμῶν τὰς τριάκοντα μνᾶς, ὡς ὑπαρχούσης αὐτοῖς ὑποθήκης ἑτέρων τριάκοντα μνῶν, ὥστε εἰς τάλαντον ἀργυρίου τὴν τιμὴν εἶναι τοῦ οἴνου καθισταμένην, σὺν τοῖς ἀναλώμασιν, ὅσα ἔδει ἀναλίσκεσθαι εἰς τὴν κατασκευὴν τὴν περὶ τὸν οἶνον·
まず第一に、彼らが私たちから三十ミナを借りるに当たって、ワイン三千壺を担保とすることが記載されています。 あたかも彼ら自身にさらに三十ミナ相当の担保が存在しており、ワインの価格が、ワインの手配のために費やされるべきすべての諸経費を含めて、合計で銀一タラントンに達するかのように。
τὰ δὲ τρισχίλια κεράμια ἄγεσθαι ταῦτα εἰς τὸν Πόντον ἐν τῇ εἰκοσόρῳ ἣν Ὑβλήσιος ἐναυκλήρει.
そして、この三千壺のワインが、ヒュブレシオスが船主を務める二十橈船でポントスへと運ばれることになっていたのです。

語釈・文法注

  1. §11σωθέντων δὲ τῶν χρημάτων — 名詞 τῶν χρημάτων を意味上の主語とする属格絶対構文(独立分詞句)である。条件(もし安全に運ばれたならば)の意味を表す。
  2. §12καθάπερ δίκην ὠφληκότων καὶ ὑπερημέρων ὄντων — 接続詞 καθάπερ に導かれる分詞句で、前文の Ἀρτέμωνος καὶ Ἀπολλοδώρου に係り、彼らを「敗訴して債務履行期限を過ぎた者」と仮定して法的執行(πρᾶξις)の対象とすることを法的に規定している。
  3. §13ἀποδόντων — アオリスト能動態命令法三人称複数形(古風なアッティカ方言の語尾 -ντων で、-τωσαν と同等)。主語は前述の借主たち(οἱ δανεισάμενοι)である。
  4. §15κελεύοντος τούτου καὶ ἀναδεχομένου — 指示代名詞 τούτου(ここではラクリトスを指す)を主語とする属格絶対構文。Androcles が金を貸した理由(因果関係)を説明している。
  5. §18ὡς ὑπαρχούσης αὐτοῖς ὑποθήκης — 主観的理由や仮定された前提を示す接続詞 ὡς を伴う属格絶対構文。「(追加の担保が)あたかも彼らに存在しているかのように」という虚偽の前提を表す。

この箇所を引用する

デモステネス, 第三十五弁論 ラクリトスへの抗弁 §11-18. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg035.humanitext-grc2:11-18

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。