§19γέγραπται μὲν ταῦτα ἐν τῇ συγγραφῇ, ὦ ἄνδρες δικασταί, ἧς ὑμεῖς ἀκηκόατε·
诸位陪审员,这些条款正如你们所听到的那样,清清楚楚地写在契约中。
οὗτοι δὲ ἀντὶ τῶν τρισχιλίων κεραμίων οὐδὲ πεντακόσια κεράμια εἰς τὸ πλοῖον ἐνέθεντο, ἀλλʼ ἀντὶ τοῦ ἠγοράσθαι αὐτοῖς τὸν οἶνον, ὅσον προσῆκεν, τοῖς χρήμασιν ἐχρῶντο ὅ τι ἐδόκει τούτοις, τὰ δὲ κεράμια τὰ τρισχίλια οὐδʼ ἐμέλλησαν οὐδὲ διενοήθησαν ἐνθέσθαι εἰς τὸ πλοῖον κατὰ τὴν συγγραφήν.
然而,这些人非但没有将三千罐葡萄酒装船,甚至连五百罐也没有装。 相反,他们并没有用这笔资金去购买本应购买的足量葡萄酒,而是随心所欲地支配了这笔钱。 至于按照契约将三千罐葡萄酒装上船,他们连想都没想过,也根本无此打算。
ὅτι δʼ ἀληθῆ ταῦτα λέγω, λαβὲ τὴν μαρτυρίαν τῶν συμπλεόντων ἐν τῷ αὐτῷ πλοίῳ τούτοις.
为了证明我所言属实,请拿来与他们同船航行者的证词。
ΜΑΡΤΥΡΙΑ. §20"Ἐρασικλῆς μαρτυρεῖ κυβερνᾶν τὴν ναῦν ἣν Ὑβλήσιος ἐναυκλήρει, καὶ εἰδέναι Ἀπολλόδωρον ἀγόμενον ἐν τῷ πλοίῳ οἴνου Μενδαίου κεράμια τετρακόσια πεντήκοντα, καὶ οὐ πλείω·
【证词】 “埃拉西克勒斯证言:他曾在许布雷西奥斯担任船长的船上担任舵手,且知悉阿波罗多洛斯在船上仅运载了四百五十罐门德葡萄酒,别无更多;且阿波罗多洛斯未在船上运载任何其他货物前往蓬托斯。
ἄλλο δὲ μηδὲν ἀγώγιμον ἄγεσθαι ἐν τῷ πλοίῳ Ἀπολλόδωρον εἰς τὸν Πόντον. "
"Ἱππίας Ἀθηνίππου Ἁλικαρνασσεὺς μαρτυρεῖ συμπλεῖν ἐν τῇ Ὑβλησίου νηὶ διοπεύων τὴν ναῦν, καὶ εἰδέναι Ἀπολλόδωρον τὸν Φασηλίτην ἀγόμενον ἐν τῷ πλοίῳ ἐκ Μένδης εἰς τὸν Πόντον οἴνου Μενδαίου κεράμια τετρακόσια πεντήκοντα, ἄλλο δὲ μηδὲν φορτίον.
” “哈利卡尔那索斯人阿特尼普斯之子希皮亚斯证言:他曾搭乘许布雷西奥斯的船只并担任船只协管,且知悉法塞利斯人阿波罗多洛斯在船上仅运载了从门德到蓬托斯的四百五十罐门德葡萄酒,并无其他任何货物。
"
"πρὸς τούσδʼ ἐξεμαρτύρησεν· Ἀρχιάδης Μνησωνίδου Ἀχαρνεύς, Σώστρατος Φιλίππου Ἑστιαιόθεν, Εὐμάριχος Εὐβοίου Ἑστιαιόθεν, Φιλτάδης Κτησίου Ξυπεταιών, Διονύσιος Δημοκρατίδου Χολλῄδης.
” “在以下人员面前,上述不在场证词得到确认:阿哈尔奈区民姆内索尼德斯之子阿希亚德斯、赫斯提亚伊阿区民菲利普斯之子索斯特拉托斯、赫斯提亚伊阿区民埃乌博伊奥斯之子埃乌马里霍斯、克西佩特区民克特西亚斯之子菲尔塔德斯、霍莱德区民德莫克拉提德斯之子狄奥尼西奥斯。
" §21περὶ μὲν οὖν τοῦ πλήθους τοῦ οἴνου, ὅσον ἔδει αὐτοὺς ἐνθέσθαι εἰς τὸ πλοῖον, ταῦτα διεπράξαντο, καὶ ἤρξαντο εὐθὺς ἐντεῦθεν ἀπὸ τοῦ πρώτου γεγραμμένου παραβαίνειν καὶ μὴ ποιεῖν τὰ γεγραμμένα.
” 因此,关于他们本应装船的葡萄酒数量,他们就是这样应付的。 他们从最开始的第一条书面条款起,就立即开始违反契约,不履行其中写明的义务。
μετὰ δὲ ταῦτʼ ἔστιν ἐν τῇ συγγραφῇ ὅτι ὑποτιθέασιν ταῦτα ἐλεύθερα καὶ οὐδενὶ οὐδὲν ὀφείλοντες, καὶ ὅτι οὐδʼ ἐπιδανείσονται ἐπὶ τούτοις παρʼ οὐδενός.
此后,契约中还写道,他们所提供作担保的财产是没有任何抵押的,也不欠任何人任何债务,并且他们绝不向任何人就此财产追加借款。
ταῦτα διαρρήδην γέγραπται, ὦ ἄνδρες δικασταί.
诸位陪审员,这些都是明文写着的。
§22οὗτοι δὲ τί ἐποίησαν;
然而,这些人做了什么?
ἀμελήσαντες τῶν γεγραμμένων ἐν τῇ συγγραφῇ δανείζονται παρά τινος νεανίσκου, ἐξαπατήσαντες ὡς οὐδενὶ οὐδὲν ὀφείλοντες·
他们无视契约中的明文规定,欺骗某个年轻人说他们不欠任何人债务,从而向其借款。
καὶ ἡμᾶς τε παρεκρούσαντο καὶ ἔλαθον δανεισάμενοι ἐπὶ τοῖς ἡμετέροις, ἐκεῖνόν τε τὸν νεανίσκον τὸν δανείσαντα ἐξηπάτησαν ὡς ἐπʼ ἐλευθέροις τοῖς χρήμασιν δανειζόμενοι·
他们既欺骗了我们,在我们拥有的担保物上暗中追加借款,又欺骗了那位借钱给他们的年轻人,让他以为自己是在无债务的财产上进行放贷。
τοιαῦτα τούτων ἐστὶν τὰ κακουργήματα.
他们的恶行便是如此。
ταῦτα δὲ πάντʼ ἐστὶν τὰ σοφίσματα Λακρίτου τουτουί.
而这一切,都是这个拉克里托斯的奸计。
ὅτι δὲ ἀληθῆ λέγω καὶ ἐπεδανείσαντο χρήματα παρὰ τὴν συγγραφήν, μαρτυρίαν ἀναγνώσεται ὑμῖν αὐτοῦ τοῦ ἐπιδανείσαντος.
为了证明我所言非虚,且他们违反契约追加了借款,书记官将向你们读出那位追加贷款人本人的证词。
§23λέγε τὴν μαρτυρίαν.
请读出证词。
ΜΑΡΤΥΡΙΑ.
"Ἄρατος Ἁλικαρνασσεὺς μαρτυρεῖ δανεῖσαι Ἀπολλοδώρῳ ἕνδεκα μνᾶς ἀργυρίου ἐπὶ τῇ ἐμπορίᾳ, ἣν ἦγεν ἐν τῇ Ὑβλησίου νηὶ εἰς τὸν Πόντον, καὶ τοῖς ἐκεῖθεν ἀνταγορασθεῖσι, καὶ μὴ εἰδέναι αὐτὸν δεδανεισμένον παρὰ Ἀνδροκλέους ἀργύριον·
【证词】 “哈利卡尔那索斯人阿拉托斯证言:他曾贷予阿波罗多洛斯十一明纳银币,以此作为其搭乘许布雷西奥斯之船运往蓬托斯的货物以及从该处换购之回程货物的担保,且他当时并不知道阿波罗多洛斯已向安德罗克勒斯借有款项;否则他自己绝不会将钱借给阿波罗多洛斯。
οὐ γὰρ ἂν δανεῖσαι αὐτὸς Ἀπολλοδώρῳ τὸ ἀργύριον. " §24αἱ μὲν πανουργίαι τοιαῦται τῶν ἀνθρώπων τούτων εἰσίν.
” 这些人的恶劣行径就是这样。
γέγραπται δὲ μετὰ ταῦτα ἐν τῇ συγγραφῇ, ὦ ἄνδρες δικασταί, ἐπειδὰν ἀποδῶνται ἐν τῷ Πόντῳ ἃ ἦγον, πάλιν ἀνταγοράζειν χρήματα καὶ ἀντιφορτίζεσθαι καὶ ἀπάγειν Ἀθήναζε τὰ ἀντιφορτισθέντα, καὶ ἐπειδὰν ἀφίκωνται Ἀθήναζε, ἀποδοῦναι εἴκοσιν ἡμερῶν τὸ ἀργύριον ἡμῖν δόκιμον· ἕως δʼ ἂν ἀποδῶσιν, κρατεῖν τῶν χρημάτων ἡμᾶς, καὶ ἀνέπαφα ταῦτα παρέχειν τούτους, ἕως ἂν ἀπολάβωμεν.
诸位陪审员,在此之后,契约中还写道,当他们在蓬托斯售出运去的货物后,应当重新购入货物并装载回程货物运回雅典;在抵达雅典后,必须在二十日内以合格的银币向我们偿还款项;在偿还之前,由我们掌管这些货物,且他们必须保证货物的完整,直到我们收回所有款项。
§25γέγραπται μὲν ταῦτα οὑτωσὶ ἀκριβῶς ἐν τῇ συγγραφῇ·
契约中就是如此精确地写明这些内容的。
οὗτοι δέ, ὦ ἄνδρες δικασταί, ἐνταῦθα καὶ ἐπεδείξαντο μάλιστα τὴν ὕβριν καὶ τὴν ἀναίδειαν τὴν ἑαυτῶν, καὶ ὅτι οὐδὲ μικρὸν προσεῖχον τοῖς γράμμασι τοῖς γεγραμμένοις ἐν τῇ συγγραφῇ, ἀλλʼ ἡγοῦντο εἶναι τὴν συγγραφὴν ἄλλως ὕθλον καὶ φλυαρίαν.
然而诸位陪审员,正是这一条,最能体现出这些人的傲慢与厚颜无耻,他们根本不把契约中的明文条款当一回事,反而认为这契约不过是一纸空文和废话。
οὔτε γὰρ ἀντηγόρασαν οὐδὲν ἐν τῷ Πόντῳ οὔτε ἀντεφορτίσαντο ὥστε ἄγειν Ἀθήναζε·
因为他们既没有在蓬托斯购入任何回程货物,也没有装载任何货物运回雅典。
ἡμεῖς τε οἱ δανείσαντες τὰ χρήματα ἡκόντων αὐτῶν τούτων ἐκ τοῦ Πόντου οὐκ εἴχομεν ὅτου ἐπιλαβοίμεθα οὐδʼ ὅτου κρατοῖμεν, ἕως κομισαίμεθα τὰ ἡμέτερʼ αὐτῶν· οὐδʼ ὁτιοῦν γὰρ εἰσήγαγον εἰς τὸν λιμένα τὸν ὑμέτερον οὗτοι.
以至于我们这些放贷的人,在他们从蓬托斯回来时,根本没有任何可以扣押或占有的东西,以作为我们收回资金的保障;因为这些人没有向你们的港口运进任何一件货物。