§1οὐδὲν καινὸν διαπράττονται οἱ Φασηλῖται, ὦ ἄνδρες δικασταί, ἀλλʼ ἅπερ εἰώθασιν.
裁判員諸君、ファセーリス人は何も新しいことを行っているのではなく、彼らがいつも習慣としていることを行っているにすぎません。
οὗτοι γὰρ δεινότατοι μέν εἰσιν δανείσασθαι χρήματα ἐν τῷ ἐμπορίῳ, ἐπειδὰν δὲ λάβωσιν καὶ συγγραφὴν συγγράψωνται ναυτικήν, εὐθὺς ἐπελάθοντο καὶ τῶν συγγραφῶν καὶ τῶν νόμων καὶ ὅτι δεῖ ἀποδοῦναι αὐτοὺς ἃ ἔλαβον,
というのも、彼らは市場において金を借りることは極めて得意ですが、一度金を受け取り、海上貸借契約を結ぶやいなや、契約のことも、法律のことも、受け取ったものを返済しなければならないという義務のことも、すぐに忘れてしまうからです。
§2καὶ οἴονται, ἐὰν ἀποδῶσιν, ὥσπερ τῶν ἰδίων τι τῶν ἑαυτῶν ἀπολωλεκέναι, ἀλλʼ ἀντὶ τοῦ ἀποδοῦναι σοφίσματα εὑρίσκουσιν καὶ παραγραφὰς καὶ προφάσεις, καὶ εἰσὶν πονηρότατοι ἀνθρώπων καὶ ἀδικώτατοι.
そして彼らは、もし返済するならば、自分自身の私有物の一部でも失ったかのように思い込み、返済する代わりに、屁理屈や異議申立や言い訳をひねり出します。 彼らは人類の中で最も邪悪で、最も不義な者たちです。
τεκμήριον δὲ τούτου·
その証拠があります。
πολλῶν γὰρ ἀφικνουμένων εἰς τὸ ὑμέτερον ἐμπόριον καὶ Ἑλλήνων καὶ βαρβάρων, πλείους δίκαι εἰσὶν ἑκάστοτε αὐτῶν τῶν Φασηλιτῶν ἢ τῶν ἄλλων ἁπάντων.
諸君の市場にはギリシア人も野蛮人も数多くやって来ますが、毎回、他のみべての人々の訴訟を合わせたものよりも、ファセーリス人自体の訴訟の方が多いのです。
§3οὗτοι μὲν οὖν τοιοῦτοί εἰσιν·
さて、これらが彼らの実態です。
ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, χρήματα δανείσας Ἀρτέμωνι τῷ τούτου ἀδελφῷ κατὰ τοὺς ἐμπορικοὺς νόμους, εἰς τὸν Πόντον καὶ πάλιν Ἀθήναζε, τελευτήσαντος ἐκείνου πρὶν ἀποδοῦναί μοι τὰ χρήματα, Λακρίτῳ τουτῳὶ εἴληχα τὴν δίκην ταύτην κατὰ τοὺς αὐτοὺς νόμους τούτους καθʼ οὕσπερ τὸ συμβόλαιον ἐποιησάμην,
しかし裁判員諸君、私は彼らの兄弟であるアルテモンに、商業法に従ってアテナイからポントスへ、そして再びアテナイへ戻る航路のために金を貸しましたが、彼が私に金を返済する前に亡くなったため、その同じ法律、すなわち私が契約を結んだまさにその法律に従って、ここにいるラクリトスに対してこの訴訟を提起したのです。
§4ἀδελφῷ ὄντι τούτῳ ἐκείνου καὶ ἔχοντι ἅπαντα τὰ Ἀρτέμωνος, καὶ ὅσα ἐνθάδε κατέλιπεν καὶ ὅσα ἦν αὐτῷ ἐν τῇ Φασήλιδι, καὶ κληρονόμῳ ὄντι τῶν ἐκείνου ἁπάντων, καὶ οὐκ ἂν ἔχοντος τούτου δεῖξαι νόμον ὅστις αὐτῷ δίδωσιν ἐξουσίαν ἔχειν μὲν τὰ τοῦ ἀδελφοῦ καὶ διῳκηκέναι ὅπως ἐδόκει αὐτῷ, μὴ ἀποδοῦναι δὲ τὰ ἀλλότρια χρήματα, ἀλλὰ λέγειν νῦν ὅτι οὐκ ἔστιν κληρονόμος, ἀλλʼ ἀφίσταται τῶν ἐκείνου.
彼はあの者の兄弟であり、アルテモンがここに残したすべての財産、およびファセーリスに持っていたすべての財産を所有しており、あの者のすべての遺産の相続人であるからです。 また、兄弟の財産を所有し、自分の思う通りに処分する権利は自分にあるが、他人の金は返済しなくてよく、自分は今や相続人ではなく遺産を放棄しているのだと主張することを彼に許すような法律を、彼が提示できるはずもないからです。
§5ἡ μὲν τουτουὶ Λακρίτου πονηρία τοιαύτη ἐστίν·
ここにいるラクリトスの邪悪さはこのようなものです。
ἐγὼ δʼ ὑμῶν δέομαι, ὦ ἄνδρες δικασταί, εὐνοϊκῶς ἀκοῦσαί μου περὶ τοῦ πράγματος τουτουί·
しかし裁判員諸君、私はこの件について私の言うことを好意的に聞いてくださるようお願いします。
κἂν ἐξελέγξω αὐτὸν ἀδικοῦντα ἡμᾶς τε τοὺς δανείσαντας καὶ ὑμᾶς οὐδὲν ἧττον, βοηθεῖτε ἡμῖν τὰ δίκαια.
そして、もし彼が私たち貸し手に対してだけでなく、諸君に対しても同様に不正を行っていることを私が証明したならば、正義に基づいて私たちを助けてください。
§6ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, αὐτὸς μὲν οὐδʼ ὁπωστιοῦν ἐγνώριζον τοὺς ἀνθρώπους τούτους·
というのも、裁判員諸君、私自身はこれらの人々を少しも知らなかったからです。
Θρασυμήδης δʼ ὁ Διοφάντου υἱός, ἐκείνου τοῦ Σφηττίου, καὶ Μελάνωπος ὁ ἀδελφὸς αὐτοῦ ἐπιτήδειοί μοί εἰσιν, καὶ χρώμεθα ἀλλήλοις ὡς οἷόν τε μάλιστα.
しかし、あのスプヘトス区民ディオファントスの息子であるトラスメデスと、その兄弟のメラノポスは私の友人であり、私たちは非常に親しく交際しています。
οὗτοι προσῆλθόν μοι μετὰ Λακρίτου τουτουί, ὁπόθεν δήποτε ἐγνωρισμένοι τούτῳ (οὐ γὰρ οἶδα),
彼らが、ここにいるラクリトスとどこでどのようにして知り合ったのかはわかりませんが、彼を連れて私のところにやって来ました。
§7καὶ ἐδέοντό μου δανεῖσαι χρήματα εἰς τὸν Πόντον Ἀρτέμωνι τῷ τούτου ἀδελφῷ καὶ Ἀπολλοδώρῳ, ὅπως ἂν ἐνεργοὶ ὦσιν, οὐδὲν εἰδώς, ὦ ἄνδρες δικασταί, οὐδʼ ὁ Θρασυμήδης τὴν τούτων πονηρίαν, ἀλλʼ οἰόμενος εἶναι ἐπιεικεῖς ἀνθρώπους καὶ οἷοίπερ προσεποιοῦντο καὶ ἔφασαν εἶναι, καὶ ἡγούμενος ποιήσειν αὐτοὺς πάντα ὅσαπερ ὑπισχνεῖτο καὶ ἀνεδέχετο Λάκριτος οὑτοσί.
そして彼らは、ここにいるラクリトスの兄弟であるアルテモンとアポロドロスが事業を行えるように、彼らにポントスへの航路のための金を貸してほしいと私に頼んだのです。 裁判員諸君、トラスメデスも彼らの邪悪さをまったく知らず、彼らがまともな人間であり、彼らが装い、そうであると主張していた通りの人物であると思い込んでおり、また、ここにいるラクリトスが約束し保証したすべてのことを彼らが実行するだろうと考えていたのです。
§8πλεῖστον δʼ ἄρα ἦν ἐψευσμένος, καὶ οὐδὲν ᾔδει οἵοις θηρίοις ἐπλησίαζε τοῖς ἀνθρώποις τούτοις.
しかし、彼は完全に騙されていたのであり、自分がどのような野獣のような人間たちに近づいていたのか、まったく知らなかったのです。
κἀγὼ πεισθεὶς ὑπὸ τοῦ Θρασυμήδους καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ Λακρίτου τουτουὶ ἀναδεχομένου μοι πάντʼ ἔσεσθαι τὰ δίκαια παρὰ τῶν ἀδελφῶν τῶν αὑτοῦ, ἐδάνεισα μετὰ ξένου τινὸς ἡμετέρου Καρυστίου τριάκοντα μνᾶς ἀργυρίου.
そして私は、トラスメデスとその兄弟に説得され、またここにいるラクリトスが、自身の兄弟たちからすべての正当な返済がなされることを私に保証したので、私たちの友人であるカリュストス人の異邦人と共に、銀三十ミナを貸し付けました。
§9βούλομαι οὖν, ὦ ἄνδρες δικασταί, τῆς συγγραφῆς ἀκοῦσαι ὑμᾶς πρῶτον, καθʼ ἣν ἐδανείσαμεν τὰ χρήματα, καὶ τῶν μαρτύρων τῶν παραγενομένων τῷ δανείσματι·
そこで、裁判員諸君、まずは私たちが金を貸した際の契約書と、その貸し付けに立ち会った証人たちの証言を諸君に聞いていただきたいと思います。
ἔπειτα περὶ τῶν ἄλλων ἐπιδείξομεν, οἷα ἐτοιχωρύχησαν οὗτοι περὶ τὸ δάνειον.
その後に、彼らがこの借金に関して、どのような盗人のような手口を働いたか、他のことについて証明しましょう。
λέγε τὴν συγγραφήν, εἶτα τὰς μαρτυρίας. ΣΥΓΓΡΑΦΗ.
契約書を、その後に証言を読み上げてください。
§10"ἐδάνεισαν Ἀνδροκλῆς Σφήττιος καὶ Ναυσικράτης Καρύστιος Ἀρτέμωνι καὶ Ἀπολλοδώρῳ Φασηλίταις ἀργυρίου δραχμὰς τρισχιλίας Ἀθήνηθεν εἰς Μένδην ἢ Σκιώνην, καὶ ἐντεῦθεν εἰς Βόσπορον, ἐὰν δὲ βούλωνται, τῆς ἐπʼ ἀριστερὰ μέχρι Βορυσθένους, καὶ πάλιν Ἀθήναζε, ἐπὶ διακοσίαις εἴκοσι πέντε τὰς χιλίας, ἐὰν δὲ μετʼ Ἀρκτοῦρον ἐκπλεύσωσιν ἐκ τοῦ Πόντου ἐφʼ Ἱερόν, ἐπὶ τριακοσίαις τὰς χιλίας, ἐπὶ οἴνου κεραμίοις Μενδαίοις τρισχιλίοις, ὃς πλεύσεται ἐκ Μένδης ἢ Σκιώνης ἐν τῇ εἰκοσόρῳ ἣν Ὑβλήσιος ναυκληρεῖ.
契約書「スプヘトス区民のアンドロクレスとカリュストス人のナウシクラテスは、ファセーリス人のアルテモンとアポロドロスに、アテナイからメンデまたはスキオネへ、そこからさらにボスポロスへ、また望むならば左側のボリュステネスに至るまでの航路、そして再びアテナイへ戻る航路のために、銀三千ドラクマを貸し付けた。 利息は千ドラクマにつき二百二十五ドラクマとする。 ただし、アルクトゥルスの日の後にポントスからヒエロンへ出帆する場合は、利息は千ドラクマにつき三百ドラクマとする。 担保はメンデ産ワイン三千壺とし、これはヒュブレシオスが船主を務める二十橈船でメンデまたはスキオネから運ばれるものとする。
"
」