§11"ὑποτιθέασι δὲ ταῦτα, οὐκ ὀφείλοντες ἐπὶ τούτοις ἄλλῳ οὐδενὶ οὐδὲν ἀργύριον, οὐδʼ ἐπιδανείσονται.
“彼等以此为担保物,并未因彼等而欠任何他人任何金钱,亦不得追加借款。
καὶ ἀπάξουσι τὰ χρήματα τὰ ἐκ τοῦ Πόντου ἀντιφορτισθέντα Ἀθήναζε πάλιν ἐν τῷ αὐτῷ πλοίῳ ἅπαντα.
且彼等须将自蓬托斯换回之所有货物,以同一船只全部运回雅典。
σωθέντων δὲ τῶν χρημάτων Ἀθήναζε, ἀποδώσουσιν οἱ δανεισάμενοι τοῖς δανείσασι τὸ γιγνόμενον ἀργύριον κατὰ τὴν συγγραφὴν ἡμερῶν εἴκοσιν, ἀφʼ ἧς ἂν ἔλθωσιν Ἀθήναζε, ἐντελὲς πλὴν ἐκβολῆς, ἣν ἂν οἱ σύμπλοι ψηφισάμενοι κοινῇ ἐκβάλωνται, καὶ ἄν τι πολεμίοις ἀποτείσωσιν· τῶν δʼ ἄλλων ἁπάντων ἐντελές.
若货物平安抵达雅典,借款人须自抵达雅典之日起二十日内,按照契约向贷款人悉数偿还应付之金额,但经同船者共同投票决定抛弃之海投物,以及向敌方支付之赎金除外;其余一切,皆须悉数偿还。
καὶ παρέξουσι τοῖς δανείσασι τὴν ὑποθήκην ἀνέπαφον κρατεῖν, ἕως ἂν ἀποδῶσι τὸ γιγνόμενον ἀργύριον κατὰ τὴν συγγραφήν. "
且在彼等按照契约偿还应付金额之前,彼等须向贷款人提供无损之担保物以供占有。
§12"ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῷ συγκειμένῳ χρόνῳ, τὰ ὑποκείμενα τοῖς δανείσασιν ἐξέστω ὑποθεῖναι καὶ ἀποδόσθαι τῆς ὑπαρχούσης τιμῆς· καὶ ἐάν τι ἐλλείπῃ τοῦ ἀργυρίου, ὃ δεῖ γενέσθαι τοῖς δανείσασι κατὰ τὴν συγγραφήν, παρὰ Ἀρτέμωνος καὶ Ἀπολλοδώρου ἔστω ἡ πρᾶξις τοῖς δανείσασι καὶ ἐκ τῶν τούτων ἁπάντων, καὶ ἐγγείων καὶ ναυτικῶν, πανταχοῦ ὅπου ἂν ὦσι, καθάπερ δίκην ὠφληκότων καὶ ὑπερημέρων ὄντων, καὶ ἑνὶ ἑκατέρῳ τῶν δανεισάντων καὶ ἀμφοτέροις. "
” “若彼等未在合意之期限内偿还,贷款人有权对担保物进行质押,并按现行价格予以售出;若贷款人按照契约应得之金额出现任何缺额,贷款人(无论是其中一人还是双方)皆有权对阿尔特蒙与阿波罗多洛斯及彼等之所有财产(不论土地或海上,无论在何处)进行追偿,犹如对待已被判决败诉且逾期未还之人一般。
§13"ἐὰν δὲ μὴ εἰσβάλωσι, μείναντες ἐπὶ κυνὶ ἡμέρας δέκα ἐν Ἑλλησπόντῳ, ἐξελόμενοι ὅπου ἂν μὴ σῦλαι ὦσιν Ἀθηναίοις, καὶ ἐντεῦθεν καταπλεύσαντες Ἀθήναζε τοὺς τόκους ἀποδόντων τοὺς πέρυσι γραφέντας εἰς τὴν συγγραφήν.
” “若彼等未入蓬托斯,于犬星升起后在赫勒斯滂停留十日,于对雅典人无掠夺危险之处卸货,并自该处驶回雅典,则彼等须支付契约中记为前年之利率。
ἐὰν δέ τι ἡ ναῦς πάθῃ ἀνήκεστον ἐν ᾗ ἂν πλέῃ τὰ χρήματα, σωτηρία δʼ ἔσται τῶν ὑποκειμένων, τὰ περιγενόμενα κοινὰ ἔστω τοῖς δανείσασιν.
若载运货物之船只遭受不可挽回之损害,而担保物得以获救,其残存物当归贷款人共有。
κυριώτερον δὲ περὶ τούτων ἄλλο μηδὲν εἶναι τῆς συγγραφῆς. "
"Μάρτυρες·
关于此等事项,任何其他文件皆不得比本契约更具效力。
Φορμίων Πειραιεύς, Κηφισόδοτος Βοιώτιος, Ἡλιόδωρος Πιθεύς. "
证人:比雷埃夫斯的福尔米翁,波奥蒂亚的凯菲索多托斯,皮托斯区的赫里奥多罗斯。
§14λέγε δὴ καὶ τὰς μαρτυρίας.
” 现请读出证词。
ΜΑΡΤΥΡΙΑΙ
"Ἀρχενομίδης Ἀρχεδάμαντος Ἀναγυράσιος μαρτυρεῖ συνθήκας παρʼ ἑαυτῷ καταθέσθαι Ἀνδροκλέα Σφήττιον, Ναυσικράτην Καρύστιον, Ἀρτέμωνα, Ἀπολλόδωρον Φασηλίτας, καὶ εἶναι παρʼ ἑαυτῷ ἔτι κειμένην τὴν συγγραφήν. "
λέγε δὴ καὶ τὴν τῶν παραγενομένων μαρτυρίαν.
【证词】 “阿纳吉鲁斯区民阿耳刻达马斯之子阿耳刻诺米得斯证言:斯斐托斯人安德罗克勒斯、卡里斯托斯人纳乌西克拉特斯,以及法塞利斯人阿尔特蒙、阿波罗多洛斯将其契约寄存其处,且该契约至今仍保存在其处。 ” 现请读出在场者之证言。
ΜΑΡΤΥΡΙΑ.
"Θεόδοτος ἰσοτελής, Χαρῖνος Ἐπιχάρους Λευκονοεύς, Φορμίων Κτησιφῶντος Πειραιεύς, Κηφισόδοτος Βοιώτιος, Ἡλιόδωρος Πιθεὺς μαρτυροῦσι παρεῖναι, ὅτʼ ἐδάνεισεν Ἀνδροκλῆς Ἀπολλοδώρῳ καὶ Ἀρτέμωνι ἀργυρίου τρισχιλίας δραχμάς, καὶ εἰδέναι τὴν συγγραφὴν καταθεμένους παρὰ Ἀρχενομίδῃ Ἀναγυρασίῳ. "
【证言】 “等特权保持者狄奥多托斯、留科诺埃区民埃皮哈雷斯之子哈里诺斯、比雷埃夫斯区民克特西丰之子福尔米翁、波奥蒂亚的凯菲索多托斯、皮托斯区的赫里奥多罗斯证言:当安德罗克勒斯贷予阿波罗多洛斯与阿尔特蒙三千德拉克马银币时彼等在场,且知悉彼等将契约寄存至阿纳吉鲁斯区民阿耳刻诺米得斯处。
§15κατὰ τὴν συγγραφὴν ταύτην, ὦ ἄνδρες δικασταί, ἐδάνεισα τὰ χρήματα Ἀρτέμωνι τῷ τούτου ἀδελφῷ, κελεύοντος τούτου καὶ ἀναδεχομένου ἅπαντα ἔσεσθαί μοι τὰ δίκαια κατὰ τὴν συγγραφήν, καθʼ ἣν ἐδάνεισα τούτου αὐτοῦ γράφοντος καὶ συσσημηναμένου, ἐπειδὴ ἐγράφη.
” 诸位陪审员,我正是按照这份契约将钱借给了他的兄弟阿尔特蒙,因为这个人(拉克里托斯)极力劝说并向我保证契约中的一切公正权益。 我借出这笔钱所依据的这份契约,在其写成时,正是这个拉克里托斯亲自起草并共同署名盖印的。
οἱ μὲν γὰρ ἀδελφοὶ οἱ τούτου ἔτι νεώτεροι ἦσαν, μειράκια κομιδῇ, οὑτοσὶ δὲ Λάκριτος Φασηλίτης, μέγα πρᾶγμα, Ἰσοκράτους μαθητής·
因为他的兄弟们还太年轻,完全是黄毛小子,而这里的法塞利斯人拉克里托斯,则是个了不起的大人物,是伊索克拉底的学生。
§16οὗτος ἦν ὁ πάντα διοικῶν, καὶ ἑαυτῷ με τὸν νοῦν προσέχειν ἐκέλευεν· αὐτὸς γὰρ ἔφη ποιήσειν μοι τὰ δίκαια ἅπαντα καὶ ἐπιδημήσειν Ἀθήνησιν, τὸν δὲ ἀδελφὸν τὸν ἑαυτοῦ Ἀρτέμωνα πλεύσεσθαι ἐπὶ τοῖς χρήμασιν.
他是掌控一切的人,并叫我信任他;因为他自己说会履行一切对我公正的事,并将留在雅典,而他的兄弟阿尔特蒙则会带着资金航行。
καὶ τότε μέν, ὦ ἄνδρες δικασταί, ὅτʼ ἐβούλετο τὰ χρήματα λαβεῖν παρʼ ἡμῶν, καὶ ἀδελφὸς ἔφη εἶναι καὶ κοινωνὸς τοῦ Ἀρτέμωνος, καὶ λόγους θαυμασίως ὡς πιθανοὺς ἔλεγεν·
诸位陪审员,在那个时候,当他想从我们这里拿到钱时,他声称自己是阿尔特蒙的兄弟兼合伙人,说起话来真是动听且极具说服力。
§17ἐπειδὴ δὲ τάχιστα ἐγκρατεῖς ἐγένοντο τοῦ ἀργυρίου, τοῦτο μὲν διενείμαντο καὶ ἐχρῶντο ὅ τι ἐδόκει τούτοις, κατὰ δὲ τὴν συγγραφὴν τὴν ναυτικήν, καθʼ ἣν ἔλαβον τὰ χρήματα, οὔτε μέγα οὔτε μικρὸν ἔπραττον, ὡς αὐτὸ τὸ ἔργον ἐδήλωσεν.
然而,一旦他们控制了银子,他们就将其瓜分并随心所欲地使用;至于他们借款时所依据的航海契约,他们连大小事情一件也没有履行,正如事实本身所表明的那样。
οὑτοσὶ δὲ Λάκριτος ἁπάντων ἦν τούτων ὁ ἐξηγητής.
而这个拉克里托斯,就是所有这些勾当的幕后指使者。
καθʼ ἕκαστον δὲ τῶν γεγραμμένων ἐν τῇ συγγραφῇ ἐπιδείξω τούτους οὐδʼ ὁτιοῦν πεποιηκότας ὑγιές.
对于契约中所写下的每一项条款,我将向你们展示他们没有履行任何一件合乎道德的事情。
§18πρῶτον μὲν γὰρ γέγραπται ὅτι ἐπʼ οἴνου κεραμίοις τρισχιλίοις ἐδανείζοντο παρʼ ἡμῶν τὰς τριάκοντα μνᾶς, ὡς ὑπαρχούσης αὐτοῖς ὑποθήκης ἑτέρων τριάκοντα μνῶν, ὥστε εἰς τάλαντον ἀργυρίου τὴν τιμὴν εἶναι τοῦ οἴνου καθισταμένην, σὺν τοῖς ἀναλώμασιν, ὅσα ἔδει ἀναλίσκεσθαι εἰς τὴν κατασκευὴν τὴν περὶ τὸν οἶνον· τὰ δὲ τρισχίλια κεράμια ἄγεσθαι ταῦτα εἰς τὸν Πόντον ἐν τῇ εἰκοσόρῳ ἣν Ὑβλήσιος ἐναυκλήρει.
首先,契约中写道,他们向我们借入三十明纳,是以三千罐葡萄酒作为担保的,就好像他们自己还拥有另外三十明纳的追加担保一样,从而使葡萄酒的价格(加上用于筹备葡萄酒所必须支付的一切费用)合在一起达到一塔兰同银币;而这三千罐葡萄酒,应当由许布雷西奥斯担任船长的二十桨船载运至蓬托斯。