§8ἐλθὼν τοίνυν εἰς τὸν Βόσπορον, ἔχων ἐπιστολὰς παρʼ ἐμοῦ, ἃς ἔδωκʼ αὐτῷ ἀπενεγκεῖν τῷ παιδὶ τῷ ἐμῷ παραχειμάζοντι ἐκεῖ καὶ κοινωνῷ τινί, γράψας ἐν τῇ ἐπιστολῇ τό τε ἀργύριον ὃ ἐδεδανείκειν καὶ τὴν ὑποθήκην, καὶ προστάξας, ἐπειδὰν τάχιστα ἐξαιρεθῇ τὰ χρήματα, ἐξετάζειν καὶ παρακολουθεῖν, τὰς μὲν ἐπιστολὰς οὐκ ἀποδίδωσιν οὗτος ἃς ἔλαβεν παρʼ ἐμοῦ, ἵνα μηδὲν εἰδείησαν ὧν ἔπραττεν οὗτος, καταλαβὼν δʼ ἐν τῷ Βοσπόρῳ μοχθηρὰ τὰ πράγματα διὰ τὸν συμβάντα πόλεμον τῷ Παιρισάδῃ πρὸς τὸν Σκύθην καὶ τῶν φορτίων ὧν ἦγεν πολλὴν ἀπρασίαν, ἐν πάσῃ ἀπορίᾳ ἦν·
さて、彼はボスポロスに到着した際、私がそこに冬越しのために滞在させていた私の使用人と、ある共同経営者に届けるよう彼に渡した手紙を持っていましたが、その手紙の中で私は貸し付けた資金と担保について書き、貨物が陸揚げされるやいなやそれを調べ、監視するように指示していました。 しかし、この男は私から受け取った手紙を、自分が行っていることを彼らに何も知らせないために、渡しませんでした。 そしてボスポロスにおいて、ペイリサデスとスキタイ人との間に勃発した戦争のせいで情勢が困難であり、彼が持ってきた貨物が全く売れない状態にあるのを見ると、完全に困り果ててしまいました。
καὶ γὰρ οἱ δανεισταὶ εἴχοντο αὐτοῦ οἱ τὰ ἑτερόπλοα δανείσαντες.
というのも、片道航海で貸し付けていた債権者たちが彼に迫っていたからです。
§9ὥστε τοῦ ναυκλήρου κελεύοντος αὐτὸν κατὰ τὴν συγγραφὴν ἐντίθεσθαι τὰ ἀγοράσματα τῶν ἐμῶν χρημάτων, εἶπεν οὗτος ὁ νῦν φάσκων ἀποδεδωκέναι τὸ χρυσίον, ὅτι οὐκ ἂν δύναιτο ἐνθέσθαι εἰς τὴν ναῦν τὰ χρήματα·
それゆえ、船主が彼に対し、契約に従って私の資金で買い入れた品々を船に積み込むよう命じたとき、現在、金銭を返済したと主張しているこの男は、雑多な貨物が売れていないため、船に貨物を積み込むことはできないと言いました。
ἄπρατον γὰρ εἶναι τὸν ῥῶπον. καὶ ἐκεῖνον μὲν ἐκέλευεν ἀνάγεσθαι, αὐτὸς δʼ, ἐπειδὰν διαθῆται τὰ φορτία, ἐφʼ ἑτέρας νεὼς ἔφη ἐκπλεύσεσθαι.
そして彼には出帆するよう促し、自分自身は貨物を処分した後に別の船で出航すると言ったのです。
καί μοι λέγε ταύτην τὴν μαρτυρίαν.
どうぞ、私にこの証言を読み上げてください。
ΜΑΡΤΥΡΙΑ.
証言。
§10μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, οὗτος μὲν ἐν τῷ Βοσπόρῳ κατελέλειπτο, ὁ δὲ Λάμπις ἀναχθεὶς ἐναυάγησεν οὐ μακρὰν ἀπὸ τοῦ ἐμπορίου·
アテナイの皆さん、この後、この男はボスポロスに取り残され、ランピスは出帆しましたが、通商地からそう遠くない場所で難破しました。
γεγεμισμένης γὰρ ἤδη τῆς νεώς, ὡς ἀκούομεν, μᾶλλον τοῦ δέοντος, προσανέλαβεν ἐπὶ τὸ κατάστρωμα χιλίας βύρσας, ὅθεν καὶ ἡ διαφθορὰ τῇ νηὶ συνέβη.
というのも、私たちが聞くところでは、船はすでに必要以上に重くなっていたのに、彼はさらに甲板の上に1000枚の皮を追加で積んだため、そこから船の破滅が起こったからです。
καὶ αὐτὸς μὲν ἀπεσώθη ἐν τῷ λέμβῳ μετὰ τῶν ἄλλων παίδων τῶν Δίωνος, ἀπώλεσεν δὲ πλέον ἢ τριάκοντα σώματα ἐλεύθερα χωρὶς τῶν ἄλλων.
ランピス自身は、ディオニオスの他の奴隷たちとともにボートで助かりましたが、他の損失は別として、30人以上の自由人の命を失いました。
πολλοῦ δὲ πένθους ἐν τῷ Βοσπόρῳ ὄντος ὡς ἐπύθοντο τὴν διαφθορὰν τῆς νεώς, ηὐδαιμόνιζον Φορμίωνα πάντες τουτονί, ὅτι οὔτε συνανήχθη οὔτε ἐνέθετο εἰς τὴν ναῦν οὐδέν.
ボスポロスでは船の難破を知って大きな悲しみに包まれていましたが、皆がこのフォルミオンを、一緒に船に乗ることもせず、船に何も積み込みもしなかったことで、幸運であると祝福しました。
συνέβαινεν δὲ παρά τε τῶν ἄλλων καὶ παρὰ τούτου ὁ αὐτὸς λόγος.
そして、他の人々からも、またこの男自身からも、同じ話がなされていたのです。
καί μοι ἀνάγνωθι ταύτας τὰς μαρτυρίας.
どうぞ、これらの証言を読み上げてください。
ΜΑΡΤΥΡΙΑΙ.
証言。
§11αὐτὸς μὲν τοίνυν ὁ Λάμπις, ᾧ φησιν ἀποδεδωκέναι τὸ χρυσίον (τούτῳ γὰρ προσέχετε τὸν νοῦν), προσελθόντος αὐτῷ ἐμοῦ, ἐπειδὴ τάχιστα κατέπλευσεν ἐκ τῆς ναυαγίας Ἀθήναζε, καὶ ἐρωτῶντος ὑπὲρ τούτων, ἔλεγεν ὅτι οὔτε τὰ χρήματα ἔνθοιτο εἰς τὴν ναῦν οὗτος κατὰ τὴν συγγραφήν, οὔτε τὸ χρυσίον εἰληφὼς εἴη παρʼ αὐτοῦ ἐν Βοσπόρῳ τότε.
フォルミオンが金銭を返済したと主張している相手であるランピス自身は(この点に十分に注意してください)、難破からアテナイに帰港した直後、私が彼に近づいてこれらのことについて尋ねたとき、フォルミオンは契約に従って貨物を船に積み込まなかったし、自分自身も当時ボスポロスで彼から金銭を受け取ってはいない、と言っていました。
καί μοι ἀνάγνωθι τὴν μαρτυρίαν τῶν παραγενομένων.
どうぞ、同席していた者たちの証言を読み上げてください。
ΜΑΡΤΥΡΙΑ.
証言。
§12ἐπειδὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπεδήμησεν Φορμίων οὑτοσὶ σεσῳσμένος ἐφʼ ἑτέρας νεώς, προσῄειν αὐτῷ ἀπαιτῶν τὸ δάνειον.
アテナイの皆さん、その後、こちらのフォルミオンが別の船で無事にアテナイに戻ってくると、私は彼のところへ行き、借入金の返済を求めました。
καὶ οὗτος κατὰ μὲν ἀρχὰς οὐδεπώποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἶπε τὸν λόγον τοῦτον ὃν νυνὶ λέγει, ἀλλʼ ἀεὶ ὡμολόγει ἀποδώσειν·
この男は最初、アテナイの皆さん、現在言っているような主張は一度もしませんでした。 常に返済することを認めていたのです。
ἐπειδὴ δὲ ἀνεκοινώσατο τοῖς νῦν παροῦσιν αὐτῷ καὶ συνδικοῦσιν, ἕτερος ἤδη ἦν καὶ οὐχ ὁ αὐτός.
しかし、現在彼の傍らにいて共に裁判を戦っている者たちと相談すると、彼はすっかり人が変わってしまいました。
§13ὡς δʼ ᾐσθόμην αὐτὸν διακρουόμενόν με, προσέρχομαι τῷ Λάμπιδι, λέγων ὅτι οὐδὲν ποιεῖ τῶν δικαίων Φορμίων οὐδʼ ἀποδίδωσι τὸ δάνειον, καὶ ἅμα ἠρόμην αὐτὸν εἰ εἰδείη ὅπου ἐστίν, ἵνα προσκαλεσαίμην αὐτόν.
彼が私をはぐらかそうているのに気づいたので、私はランピスのところへ行き、フォルミオンが少しも正当なことをしておらず、借入金も返済しないと言い、同時に彼を召喚するために、彼がどこにいるか知っているかと尋ねました。
ὁ δʼ ἀκολουθεῖν μʼ ἐκέλευεν ἑαυτῷ, καὶ καταλαμβάνομεν πρὸς τοῖς μυροπωλίοις τουτονί·
すると、ランピスは私についてくるようにと言い、私たちは香料店の近くでこの男を見つけました。
κἀγὼ κλητῆρας ἔχων προσεκαλεσάμην αὐτόν.
そこで私は召喚の証人を伴って彼を公式に召喚しました。
§14καὶ ὁ Λάμπις, ὦ ἄνδρες Ἀθηναῖοι, παρὼν προσκαλουμένῳ μοι οὐδαμοῦ ἐτόλμησεν εἰπεῖν ὡς ἀπείληφε παρὰ τούτου τὸ χρυσίον, οὐδʼ ὃ εἰκὸς ἦν εἶπε
Χρύσιππε, μαίνει·
そしてアテナイの皆さん、ランピスは私が彼を召喚する場に居合わせたにもかかわらず、この男から金銭を受け取ったとは決してあえて言わなかったし、当然言うべきであった次のような言葉も口にしませんでした。 「クライシッポスよ、お前は狂っている。
τί τοῦτον προσκαλεῖ;
なぜこの男を召喚するのか。
ἐμοὶ γὰρ ἀποδέδωκε τὸ χρυσίον
.
彼は私に金銭を返済したのだから」と。
ἀλλὰ μὴ ὅτι Λάμπις ἐφθέγξατο, ἀλλʼ οὐδὲ αὐτὸς οὗτος οὐδὲν ἠξίωσεν εἰπεῖν, παρεστηκότος τοῦ Λάμπιδος, ᾧ νῦν φησὶν ἀποδεδωκέναι τὸ χρυσίον.
ランピスが何も言わなかったばかりか、現在彼に金銭を返済したと主張している相手であるそのランピスが傍らに立っていたにもかかわらず、この男自身さえ、一言も言う気にならなかったのです。