- 底本
- Demosthenes. Orationes, Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg034.humanitext-grc2:8-14
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
フォルミオンがボスポロスで手紙を隠匿し貨物の積込みを怠った経緯と、難破後に返済の嘘をつき始めた状況が語られます。原告は、フォルミオンが帰国後に態度を豹変させ、公式に召喚された際にも反論できなかった事実を指摘します。
ἐλθὼν τοίνυν εἰς τὸν Βόσπορον, ἔχων ἐπιστολὰς παρʼ ἐμοῦ, ἃς ἔδωκʼ αὐτῷ ἀπενεγκεῖν τῷ παιδὶ τῷ ἐμῷ παραχειμάζοντι ἐκεῖ καὶ κοινωνῷ τινί, γράψας ἐν τῇ ἐπιστολῇ τό τε ἀργύριον ὃ ἐδεδανείκειν καὶ τὴν ὑποθήκην, καὶ προστάξας, ἐπειδὰν τάχιστα ἐξαιρεθῇ τὰ χρήματα, ἐξετάζειν καὶ παρακολουθεῖν, τὰς μὲν ἐπιστολὰς οὐκ ἀποδίδωσιν οὗτος ἃς ἔλαβεν παρʼ ἐμοῦ,1 ἵνα μηδὲν εἰδείησαν ὧν ἔπραττεν οὗτος, καταλαβὼν δʼ ἐν τῷ Βοσπόρῳ μοχθηρὰ τὰ πράγματα διὰ τὸν συμβάντα πόλεμον τῷ Παιρισάδῃ2 πρὸς τὸν Σκύθην καὶ τῶν φορτίων ὧν ἦγεν πολλὴν ἀπρασίαν, ἐν πάσῃ ἀπορίᾳ ἦν· καὶ γὰρ οἱ δανεισταὶ εἴχοντο αὐτοῦ οἱ τὰ ἑτερόπλοα δανείσαντες.
さて、彼はボスポロスに到着した際、私がそこに冬越しのために滞在させていた私の使用人と、ある共同経営者に届けるよう彼に渡した手紙を持っていましたが、その手紙の中で私は貸し付けた資金と担保について書き、貨物が陸揚げされるやいなやそれを調べ、監視するように指示していました。しかし、この男は私から受け取った手紙を、自分が行っていることを彼らに何も知らせないために、渡しませんでした。そしてボスポロスにおいて、ペイリサデスとスキタイ人との間に勃発した戦争のせいで情勢が困難であり、彼が持ってきた貨物が全く売れない状態にあるのを見ると、完全に困り果ててしまいました。というのも、片道航海で貸し付けていた債権者たちが彼に迫っていたからです。
ὥστε τοῦ ναυκλήρου κελεύοντος αὐτὸν κατὰ τὴν συγγραφὴν ἐντίθεσθαι τὰ ἀγοράσματα τῶν ἐμῶν χρημάτων, εἶπεν οὗτος ὁ νῦν φάσκων ἀποδεδωκέναι τὸ χρυσίον, ὅτι οὐκ ἂν δύναιτο ἐνθέσθαι εἰς τὴν ναῦν τὰ χρήματα· ἄπρατον γὰρ εἶναι τὸν ῥῶπον. καὶ ἐκεῖνον μὲν ἐκέλευεν ἀνάγεσθαι, αὐτὸς δʼ, ἐπειδὰν διαθῆται τὰ φορτία, ἐφʼ ἑτέρας νεὼς ἔφη ἐκπλεύσεσθαι. καί μοι λέγε ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.
それゆえ、船主が彼に対し、契約に従って私の資金で買い入れた品々を船に積み込むよう命じたとき、現在、金銭を返済したと主張しているこの男は、雑多な貨物が売れていないため、船に貨物を積み込むことはできないと言いました。そして彼には出帆するよう促し、自分自身は貨物を処分した後に別の船で出航すると言ったのです。どうぞ、私にこの証言を読み上げてください。 証言。
μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, οὗτος μὲν ἐν τῷ Βοσπόρῳ κατελέλειπτο, ὁ δὲ Λάμπις ἀναχθεὶς ἐναυάγησεν οὐ μακρὰν ἀπὸ τοῦ ἐμπορίου· γεγεμισμένης γὰρ ἤδη τῆς νεώς, ὡς ἀκούομεν, μᾶλλον τοῦ δέοντος, προσανέλαβεν ἐπὶ τὸ κατάστρωμα χιλίας βύρσας, ὅθεν καὶ ἡ διαφθορὰ τῇ νηὶ συνέβη. καὶ αὐτὸς μὲν ἀπεσώθη ἐν τῷ λέμβῳ μετὰ τῶν ἄλλων παίδων τῶν Δίωνος, ἀπώλεσεν δὲ πλέον ἢ τριάκοντα σώματα ἐλεύθερα χωρὶς τῶν ἄλλων. πολλοῦ δὲ πένθους ἐν τῷ Βοσπόρῳ ὄντος ὡς ἐπύθοντο τὴν διαφθορὰν τῆς νεώς, ηὐδαιμόνιζον Φορμίωνα πάντες τουτονί, ὅτι οὔτε συνανήχθη οὔτε ἐνέθετο εἰς τὴν ναῦν οὐδέν. συνέβαινεν δὲ παρά τε τῶν ἄλλων καὶ παρὰ τούτου ὁ αὐτὸς λόγος. καί μοι ἀνάγνωθι ταύτας τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.
アテナイの皆さん、この後、この男はボスポロスに取り残され、ランピスは出帆しましたが、通商地からそう遠くない場所で難破しました。というのも、私たちが聞くところでは、船はすでに必要以上に重くなっていたのに、彼はさらに甲板の上に1000枚の皮を追加で積んだため、そこから船の破滅が起こったからです。ランピス自身は、ディオーンの他の奴隷たちとともにボートで助かりましたが、他の損失は別として、30人以上の自由人の命を失いました。ボスポロスでは船の難破を知って大きな悲しみに包まれていましたが、皆がこのフォルミオンを、一緒に船に乗ることもせず、船に何も積み込みもしなかったことで、幸運であると祝福しました。そして、他の人々からも、またこの男自身からも、同じ話がなされていたのです。どうぞ、これらの証言を読み上げてください。 証言。
αὐτὸς μὲν τοίνυν ὁ Λάμπις, ᾧ φησιν ἀποδεδωκέναι τὸ χρυσίον (τούτῳ γὰρ προσέχετε τὸν νοῦν), προσελθόντος αὐτῷ ἐμοῦ, ἐπειδὴ τάχιστα κατέπλευσεν ἐκ τῆς ναυαγίας Ἀθήναζε, καὶ ἐρωτῶντος ὑπὲρ τούτων, ἔλεγεν ὅτι οὔτε τὰ χρήματα ἔνθοιτο εἰς τὴν ναῦν οὗτος κατὰ τὴν συγγραφήν, οὔτε τὸ χρυσίον εἰληφὼς εἴη3 παρʼ αὐτοῦ ἐν Βοσπόρῳ τότε. καί μοι ἀνάγνωθι τὴν μαρτυρίαν τῶν παραγενομένων. ΜΑΡΤΥΡΙΑ.
フォルミオンが金銭を返済したと主張している相手であるランピス自身は(この点に十分に注意してください)、難破からアテナイに帰港した直後、私が彼に近づいてこれらのことについて尋ねたとき、フォルミオンは契約に従って貨物を船に積み込まなかったし、自分自身も当時ボスポロスで彼から金銭を受け取ってはいない、と言っていました。どうぞ、同席していた者たちの証言を読み上げてください。 証言。
ἐπειδὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπεδήμησεν Φορμίων οὑτοσὶ σεσῳσμένος ἐφʼ ἑτέρας νεώς, προσῄειν αὐτῷ ἀπαιτῶν τὸ δάνειον. καὶ οὗτος κατὰ μὲν ἀρχὰς οὐδεπώποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἶπε τὸν λόγον τοῦτον ὃν νυνὶ λέγει, ἀλλʼ ἀεὶ ὡμολόγει ἀποδώσειν· ἐπειδὴ δὲ ἀνεκοινώσατο τοῖς νῦν παροῦσιν αὐτῷ καὶ συνδικοῦσιν, ἕτερος ἤδη ἦν καὶ οὐχ ὁ αὐτός.
アテナイの皆さん、その後、こちらのフォルミオンが別の船で無事にアテナイに戻ってくると、私は彼のところへ行き、借入金の返済を求めました。この男は最初、アテナイの皆さん、現在言っているような主張は一度もしませんでした。常に返済することを認めていたのです。しかし、現在彼の傍らにいて共に裁判を戦っている者たちと相談すると、彼はすっかり人が変わってしまいました。
ὡς δʼ ᾐσθόμην αὐτὸν διακρουόμενόν με, προσέρχομαι τῷ Λάμπιδι, λέγων ὅτι οὐδὲν ποιεῖ τῶν δικαίων Φορμίων οὐδʼ ἀποδίδωσι τὸ δάνειον, καὶ ἅμα ἠρόμην αὐτὸν εἰ εἰδείη ὅπου ἐστίν, ἵνα προσκαλεσαίμην αὐτόν. ὁ δʼ ἀκολουθεῖν μʼ ἐκέλευεν ἑαυτῷ, καὶ καταλαμβάνομεν πρὸς τοῖς μυροπωλίοις τουτονί· κἀγὼ κλητῆρας ἔχων προσεκαλεσάμην αὐτόν.
彼が私をはぐらかそうとしているのに気づいたので、私はランピスのところへ行き、フォルミオンが少しも正当なことをしておらず、借入金も返済しないと言い、同時に彼を召喚するために、彼がどこにいるか知っているかと尋ねました。すると、ランピスは私についてくるようにと言い、私たちは香料店の近くでこの男を見つけました。そこで私は召喚の証人を伴って彼を公式に召喚しました。
καὶ ὁ Λάμπις, ὦ ἄνδρες Ἀθηναῖοι, παρὼν προσκαλουμένῳ μοι οὐδαμοῦ ἐτόλμησεν εἰπεῖν ὡς ἀπείληφε παρὰ τούτου τὸ χρυσίον, οὐδʼ ὃ εἰκὸς ἦν εἶπε Χρύσιππε, μαίνει· τί τοῦτον προσκαλεῖ; ἐμοὶ γὰρ ἀποδέδωκε τὸ χρυσίον. ἀλλὰ μὴ ὅτι Λάμπις ἐφθέγξατο, ἀλλʼ οὐδὲ4 αὐτὸς οὗτος οὐδὲν ἠξίωσεν εἰπεῖν, παρεστηκότος τοῦ Λάμπιδος, ᾧ νῦν φησὶν ἀποδεδωκέναι τὸ χρυσίον.
そしてアテナイの皆さん、ランピスは私が彼を召喚する場に居合わせたにもかかわらず、この男から金銭を受け取ったとは決してあえて言わなかったし、当然言うべきであった次のような言葉も口にしませんでした。「クリュシッポスよ、お前は狂っている。なぜこの男を召喚するのか。彼は私に金銭を返済したのだから」と。ランピスが何も言わなかったばかりか、現在彼に金銭を返済したと主張している相手であるそのランピスが傍らに立っていたにもかかわらず、この男自身さえ、一言も言う気にならなかったのです。
- 8τὰς μὲν ἐπιστολὰς οὐκ ἀποδίδωσιν οὗτος ἃς ἔλαβεν παρʼ ἐμοῦ
文頭から続く複数の主格分詞(ἐλθὼν, ἔχων, γράψας, προστάξας)はいずれも主格分詞だが、文脈上 ἐλθὼν と ἔχων は主語 οὗτος(ポルミオン)を修飾する一方、手紙を書いた行為である γράψας と προστάξας は主格の破格(話者「私」の主格への引きずられ、あるいは構文の交錯)として話者を指している。これらが混在して主節の骨格を見失いやすいため、誰の行動であるかを意識して読む必要がある。
- 8τῷ Παιρισάδῃ
関係の与格(dativus relationis)あるいは交戦相手を表す与格。συμπίπτω(勃発する、起こる)の与格支配とも解釈でき、「ペイリサデスに起こった(対スキタイ人の)戦争」という意味になる。
- 11ἔλεγεν ὅτι οὔτε τὰ χρήματα ἔνθοιτο... οὔτε τὸ χρυσίον εἰληφὼς εἴη
間接話法における希求法(optativus obliquus)。主節の動詞 ἔλεγεν が過去時制(未完了過去)であるため、従属節内の直説法が希求法(ἔνθοιτο, εἴη)に変化している。これは発話当時における「フォルミオンは積み込んでいないし、自分は受け取っていない」という発言内容を示す。
- 14ἀλλὰ μὴ ὅτι... ἀλλʼ οὐδὲ...
「〜は言うに及ばず(〜だけでなく)、…さえ〜ない」を意味する相関的慣用表現。μὴ ὅτι(〜と言わないまでも)の後に ἀλλʼ οὐδέ が続くことで、前者の否定的な事実を前提として、後者でさらに強い否定(〜さえもしない)を強調する。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 注 1 件
- 2026-09-21 AI校閲 — 訳文 2 件
