Humanitext Reader

狄摩西尼 · 控诉波尔米翁 §8-14

在博斯普鲁斯的违约与还款谎言

第 2 段,共 7 段 · 希腊语

内容简介

原告讲述了福尔米翁在博斯普鲁斯隐匿信件、未按约定装货,以及海难后开始编造还款谎言的经过。原告指出,福尔米翁回国后态度骤变,但在证人面前被正式传唤时却无言以对。

§8ἐλθὼν τοίνυν εἰς τὸν Βόσπορον, ἔχων ἐπιστολὰς παρʼ ἐμοῦ, ἃς ἔδωκʼ αὐτῷ ἀπενεγκεῖν τῷ παιδὶ τῷ ἐμῷ παραχειμάζοντι ἐκεῖ καὶ κοινωνῷ τινί, γράψας ἐν τῇ ἐπιστολῇ τό τε ἀργύριον ὃ ἐδεδανείκειν καὶ τὴν ὑποθήκην, καὶ προστάξας, ἐπειδὰν τάχιστα ἐξαιρεθῇ τὰ χρήματα, ἐξετάζειν καὶ παρακολουθεῖν, τὰς μὲν ἐπιστολὰς οὐκ ἀποδίδωσιν οὗτος ἃς ἔλαβεν παρʼ ἐμοῦ, ἵνα μηδὲν εἰδείησαν ὧν ἔπραττεν οὗτος, καταλαβὼν δʼ ἐν τῷ Βοσπόρῳ μοχθηρὰ τὰ πράγματα διὰ τὸν συμβάντα πόλεμον τῷ Παιρισάδῃ πρὸς τὸν Σκύθην καὶ τῶν φορτίων ὧν ἦγεν πολλὴν ἀπρασίαν, ἐν πάσῃ ἀπορίᾳ ἦν· καὶ γὰρ οἱ δανεισταὶ εἴχοντο αὐτοῦ οἱ τὰ ἑτερόπλοα δανείσαντες.
当他抵达博斯普鲁斯时,携带着我给他的信件,这些信件本是要交给我留在那里过冬的仆人和我的一个合伙人的,我在信中写明了我所借出的资金数额及抵押物,并指示他们一旦货物卸下,便要予以检查和监控。 然而,这个家伙却没有递交他从我这里拿走的信件,目的是为了让他们对他的所作所为一无所知。 他在博斯普鲁斯发现,由于佩里萨德斯与斯基泰人之间爆发的战争,局势非常糟糕,并且他带来的货物根本无法售出,因而陷入了极度的困境,因为那些借出单程航海资金的债权人也正在紧紧逼迫他。
§9ὥστε τοῦ ναυκλήρου κελεύοντος αὐτὸν κατὰ τὴν συγγραφὴν ἐντίθεσθαι τὰ ἀγοράσματα τῶν ἐμῶν χρημάτων, εἶπεν οὗτος ὁ νῦν φάσκων ἀποδεδωκέναι τὸ χρυσίον, ὅτι οὐκ ἂν δύναιτο ἐνθέσθαι εἰς τὴν ναῦν τὰ χρήματα· ἄπρατον γὰρ εἶναι τὸν ῥῶπον.
因此,当船主命令他按照契约,将用我的资金采购的货物装载上船时,这个如今声称已经偿还了黄金的家伙却说,他无法将货物装上船,因为那些杂货卖不出去。
καὶ ἐκεῖνον μὲν ἐκέλευεν ἀνάγεσθαι, αὐτὸς δʼ, ἐπειδὰν διαθῆται τὰ φορτία, ἐφʼ ἑτέρας νεὼς ἔφη ἐκπλεύσεσθαι.
他催促船主起航,并称自己一旦处置完货物,就会乘另一艘船出航。
καί μοι λέγε ταύτην τὴν μαρτυρίαν.
请帮我宣读这份证言。
ΜΑΡΤΥΡΙΑ.
证言。
§10μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, οὗτος μὲν ἐν τῷ Βοσπόρῳ κατελέλειπτο, ὁ δὲ Λάμπις ἀναχθεὶς ἐναυάγησεν οὐ μακρὰν ἀπὸ τοῦ ἐμπορίου·
雅典的诸位,在此之后,这个家伙被留在了博斯普鲁斯,而兰皮斯起航后,在离商埠不远的地方遭遇了海难。
γεγεμισμένης γὰρ ἤδη τῆς νεώς, ὡς ἀκούομεν, μᾶλλον τοῦ δέοντος, προσανέλαβεν ἐπὶ τὸ κατάστρωμα χιλίας βύρσας, ὅθεν καὶ ἡ διαφθορὰ τῇ νηὶ συνέβη.
因为正如我们所听说的,当时船只已经超载,但他又在甲板上额外加装了一千张皮革,从而导致了船只的毁灭。
καὶ αὐτὸς μὲν ἀπεσώθη ἐν τῷ λέμβῳ μετὰ τῶν ἄλλων παίδων τῶν Δίωνος, ἀπώλεσεν δὲ πλέον ἢ τριάκοντα σώματα ἐλεύθερα χωρὶς τῶν ἄλλων.
兰皮斯自己和迪翁的其他奴隶一起乘小艇获救,但除其他损失外,还丧失了三十多个自由人的生命。
πολλοῦ δὲ πένθους ἐν τῷ Βοσπόρῳ ὄντος ὡς ἐπύθοντο τὴν διαφθορὰν τῆς νεώς, ηὐδαιμόνιζον Φορμίωνα πάντες τουτονί, ὅτι οὔτε συνανήχθη οὔτε ἐνέθετο εἰς τὴν ναῦν οὐδέν.
当博斯普鲁斯的人们听到船只毁灭的消息并陷入巨大的悲痛中时,大家都祝贺这边的福尔米翁,因为他既没有一同起航,也没有在船上装载任何东西。
συνέβαινεν δὲ παρά τε τῶν ἄλλων καὶ παρὰ τούτου ὁ αὐτὸς λόγος.
而且,其他人和他自己都说着同样的话。
καί μοι ἀνάγνωθι ταύτας τὰς μαρτυρίας.
请帮我宣读这些证言。
ΜΑΡΤΥΡΙΑΙ.
证言。
§11αὐτὸς μὲν τοίνυν ὁ Λάμπις, ᾧ φησιν ἀποδεδωκέναι τὸ χρυσίον (τούτῳ γὰρ προσέχετε τὸν νοῦν), προσελθόντος αὐτῷ ἐμοῦ, ἐπειδὴ τάχιστα κατέπλευσεν ἐκ τῆς ναυαγίας Ἀθήναζε, καὶ ἐρωτῶντος ὑπὲρ τούτων, ἔλεγεν ὅτι οὔτε τὰ χρήματα ἔνθοιτο εἰς τὴν ναῦν οὗτος κατὰ τὴν συγγραφήν, οὔτε τὸ χρυσίον εἰληφὼς εἴη παρʼ αὐτοῦ ἐν Βοσπόρῳ τότε.
至于兰皮斯本人,即福尔米翁声称已向其偿还了黄金的那个人(请大家密切注意这一点),当他在海难后一回到雅典,我便去找他并就这些事情询问他,他说福尔米翁既没有按照契约将货物装载上船,他自己当时在博斯普鲁斯也并未从福尔米翁那里收到黄金。
καί μοι ἀνάγνωθι τὴν μαρτυρίαν τῶν παραγενομένων.
请帮我宣读当时在场者的证言。
ΜΑΡΤΥΡΙΑ.
证言。
§12ἐπειδὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπεδήμησεν Φορμίων οὑτοσὶ σεσῳσμένος ἐφʼ ἑτέρας νεώς, προσῄειν αὐτῷ ἀπαιτῶν τὸ δάνειον.
雅典的诸位,当这个福尔米翁乘另一艘船安全返回雅典时,我便去找他要求偿还贷款。
καὶ οὗτος κατὰ μὲν ἀρχὰς οὐδεπώποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἶπε τὸν λόγον τοῦτον ὃν νυνὶ λέγει, ἀλλʼ ἀεὶ ὡμολόγει ἀποδώσειν·
起初,雅典的诸位,他绝没有说出他现在所说的这些话,而是始终承认会偿还。
ἐπειδὴ δὲ ἀνεκοινώσατο τοῖς νῦν παροῦσιν αὐτῷ καὶ συνδικοῦσιν, ἕτερος ἤδη ἦν καὶ οὐχ ὁ αὐτός.
然而,当他与现在协助他并为他辩护的那些人商量之后,他就立刻变了个人,不再是以前的样子了。
§13ὡς δʼ ᾐσθόμην αὐτὸν διακρουόμενόν με, προσέρχομαι τῷ Λάμπιδι, λέγων ὅτι οὐδὲν ποιεῖ τῶν δικαίων Φορμίων οὐδʼ ἀποδίδωσι τὸ δάνειον, καὶ ἅμα ἠρόμην αὐτὸν εἰ εἰδείη ὅπου ἐστίν, ἵνα προσκαλεσαίμην αὐτόν.
当我察觉到他在企图敷衍我时,我便去找兰皮斯,对他说福尔米翁的行为极不公正,也不偿还贷款,同时我问兰皮斯是否知道福尔米翁在哪里,以便我传唤他。
ὁ δʼ ἀκολουθεῖν μʼ ἐκέλευεν ἑαυτῷ, καὶ καταλαμβάνομεν πρὸς τοῖς μυροπωλίοις τουτονί·
兰皮斯让我跟他走,我们在香料店附近找到了这个家伙。
κἀγὼ κλητῆρας ἔχων προσεκαλεσάμην αὐτόν.
于是,我带着传唤证人,对他进行了正式传唤。
§14καὶ ὁ Λάμπις, ὦ ἄνδρες Ἀθηναῖοι, παρὼν προσκαλουμένῳ μοι οὐδαμοῦ ἐτόλμησεν εἰπεῖν ὡς ἀπείληφε παρὰ τούτου τὸ χρυσίον, οὐδʼ ὃ εἰκὸς ἦν εἶπε Χρύσιππε, μαίνει· τί τοῦτον προσκαλεῖ;
雅典的诸位,当我传唤他时,兰皮斯虽然在场,却绝不敢说自己已经从福尔米翁那里收到了黄金,也没有说出本该说的话:“克律西波斯,你疯了,你为什么传唤这个人?
ἐμοὶ γὰρ ἀποδέδωκε τὸ χρυσίον .
因为他已经把黄金还给我了。
ἀλλὰ μὴ ὅτι Λάμπις ἐφθέγξατο, ἀλλʼ οὐδὲ αὐτὸς οὗτος οὐδὲν ἠξίωσεν εἰπεῖν, παρεστηκότος τοῦ Λάμπιδος, ᾧ νῦν φησὶν ἀποδεδωκέναι τὸ χρυσίον.
”不仅兰皮斯没有发出声音,甚至在这个家伙自己,在兰皮斯(他如今声称已向其偿还了黄金的人)就站在身旁的情况下,也根本没有说出任何话来。

词汇与语法注释

  1. 8τὰς μὲν ἐπιστολὰς οὐκ ἀποδίδωσιν οὗτος ἃς ἔλαβεν παρʼ ἐμοῦ — 从句首开始的多个主格分词(`ἐλθὼν`、`ἔχων`、`γράψας`、`προστάξας`)均修饰主句主语 `οὗτος`(其主动词为 `οὐκ ἀποδίδωσιν`)。在长句中,需注意这些分词皆用于描述福尔米翁的行动,以免混淆主从结构。
  2. 8τῷ Παιρισάδῃ — 与分词 `συμβάντα`(源自 `συμπίπτω`)连用的关系与格,表示“对佩里萨德斯而言(与斯基泰人之间)爆发的”战争。
  3. 11ἔλεγεν ὅτι οὔτε τὰ χρήματα ἔνθοιτο... οὔτε τὸ χρυσίον εἰληφὼς εἴη — 间接引语中的斜希求法(optativus obliquus)。由于主句动词 `ἔλεγεν` 为过去时(未完成过去),`ὅτι` 引导的从句中的动词转为希求法(`ἔνθοιτο`、`εἴη`),用以转述兰皮斯当时的发言内容。
  4. 14ἀλλὰ μὴ ὅτι... ἀλλʼ οὐδὲ... — 关联惯用句式,意为“不仅不……甚至连……也不……”。`μὴ ὅτι` 引入一个无需多言的前提,而 `ἀλλʼ οὐδέ` 则强调一个更进一层的否定事实(在此指福尔米翁本人甚至也一言发)。

引用这一段

狄摩西尼, 控诉波尔米翁 §8-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg034.humanitext-grc2:8-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。