§23καὶ οὗτος μὲν ἐδάνεισεν αὐτῷ δισχιλίας δραχμὰς ἀμφοτερόπλουν, ὥστʼ ἀπολαβεῖν Ἀθήνησιν δισχιλίας ἑξακοσίας δραχμάς·
そしてこの男は彼に往復航海のために二千ドラクメを貸し、アテナイにおいて二千六百ドラクメを受け取る条件となっていました。
Φορμίων δέ φησιν ἀποδοῦναι Λάμπιδι ἐν Βοσπόρῳ ἑκατὸν καὶ εἴκοσι στατῆρας Κυζικηνούς (τούτῳ γὰρ προσέχετε τὸν νοῦν) δανεισάμενος ἐγγείων τόκων.
しかしフォルミオンは、土地の利息で借金をして、ボスポロスにおいてランピスに百二十キジコス・スタテルを返済したと主張しているのです(この点にどうぞご注意ください)。
ἦσαν δὲ ἔφεκτοι οἱ ἔγγειοι τόκοι, ὁ δὲ Κυζικηνὸς ἐδύνατο ἐκεῖ εἴκοσι καὶ ὀκτὼ δραχμὰς Ἀττικάς.
土地の利息は六分の一であり、キジコス・スタテルは現地でアッティカの二十八ドラクメの価値がありました。
§24δεῖ δὴ μαθεῖν ὑμᾶς ὅσα φησὶν χρήματα ἀποδεδωκέναι.
彼がどれほどの金額を返済したと主張しているのかを、皆さんは知らねばなりません。
τῶν μὲν γὰρ ἑκατὸν εἴκοσι στατήρων γίγνονται τρισχίλιαι τριακόσιαι ἑξήκοντα, ὁ δὲ τόκος ὁ ἔγγειος ὁ ἔφεκτος πεντακόσιαι δραχμαὶ καὶ ἑξήκοντα·
というのも、百二十スタテルは三千三百六十ドラクメになり、六分の一の土地利息は五百六十ドラクメになります。
τὸ δὲ σύμπαν κεφάλαιον γίγνεται τόσον καὶ τόσον.
そして合計金額はこれこれの額になります。
§25ἔστιν οὖν, ὦ ἄνδρες δικασταί, οὗτος ὁ ἄνθρωπος ἢ γενήσεταί ποτε, ὃς ἀντὶ δισχιλίων ἑξακοσίων δραχμῶν τριάκοντα μνᾶς καὶ τριακοσίας καὶ ἑξήκοντα ἀποτίνειν προείλετʼ ἄν, καὶ τόκον πεντακοσίας δραχμὰς καὶ ἑξήκοντα δανεισάμενος, ἅς φησιν ἀποδεδωκέναι Φορμίων Λάμπιδι, τρισχιλίας ἐνακοσίας εἴκοσι;
裁判官の皆さん、二千六百ドラクメの代わりに、三十ミナイと三百六十ドラクメを支払うことを選び、さらに五百六十ドラクメの利息を借り入れて、フォルミオンがランピスに返済したと主張する合計三千九百二十ドラクメを支払うことを選ぶような人間が、今存在し、あるいは今後現れるでしょうか。
ἐξὸν δʼ αὐτῷ ἀμφοτερόπλουν Ἀθήνησιν ἀποδοῦναι τὸ ἀργύριον, ἐν Βοσπόρῳ ἀπέδωκε, τρισὶ καὶ δέκα μναῖς πλέον;
アテナイにおいて往復航海の資金を返済することができたのに、なぜボスポロスにおいて、十三ミナイも多く支払って返済したというのでしょうか。
§26καὶ τοῖς μὲν τὰ ἑτερόπλοα δανείσασι μόλις τἀρχαῖον ἀποδέδωκας, οἳ συνέπλευσάν σοι καὶ προσήδρευον· τούτῳ δὲ τῷ μὴ παρόντι οὐ μόνον τἀρχαῖα καὶ τοὺς τόκους ἀπεδίδους, ἀλλὰ καὶ τὰ ἐπιτίμια τὰ ἐκ τῆς συγγραφῆς ἀπέτινες, οὐδεμιᾶς σοι ἀνάγκης οὔσης;
あなたと共に船に乗り、傍らに張り付いていた片道航海の債権者たちに対しては、元本を返すのがやっとであったのに、その場にいなかったこの男に対しては、元本と利息だけでなく、契約書に基づく違約金まで、何の必要もないのに支払ったというのですか。
§27κἀκείνους μὲν οὐκ ἐδεδίεις, οἷς αἱ συγγραφαὶ ἐν Βοσπόρῳ τὴν πρᾶξιν ἐδίδοσαν τοῦ δανείου· τούτου δὲ φὴς φροντίζειν, ὃν ἐξ ἀρχῆς εὐθὺς ἠδίκεις οὐκ ἐνθέμενος τὰ χρήματα εἰς τὴν ναῦν κατὰ τὴν συγγραφὴν Ἀθήνηθεν;
そして、ボスポロスにおいて契約書によってローンの回収権を与えられていた者たちのことは恐れなかった一方で、アテナイから契約に従って貨物を船に積み込まなかったことで、最初から不当な扱いをしていたこの男のことは気遣ったと主張するのですか。
καὶ νῦν μὲν εἰς τὸ ἐμπόριον ἥκων, οὗ τὸ συμβόλαιον ἐγένετο, οὐκ ὀκνεῖς ἀποστερεῖν τὸν δανείσαντα· ἐν Βοσπόρῳ δὲ πλείω τῶν δικαίων φὴς ποιεῖν, οὗ δίκην οὐκ ἔμελλες δώσειν;
そして今、契約が結ばれた交易港に来ていながら、貸し手をだまし取ることをためらわない一方で、裁判にかけられる見込みもなかったボスポロスにおいて、正当な義務以上のことをしたと主張するのですか。
§28καὶ οἱ μὲν ἄλλοι πάντες οἱ τὰ ἀμφοτερόπλοα δανειζόμενοι, ὅταν ἀποστέλλωνται ἐκ τῶν ἐμπορίων, πολλοὺς παρίστανται, ἐπιμαρτυρόμενοι ὅτι τὰ χρήματα ἤδη κινδυνεύεται τῷ δανείσαντι· σὺ δʼ ἑνὶ σκήπτει μάρτυρι αὐτῷ τῷ συναδικοῦντι, καὶ οὔτε τὸν παῖδα τὸν ἡμέτερον παρέλαβες ἐν Βοσπόρῳ ὄντα οὔτε τὸν κοινωνόν, οὐδὲ τὰς ἐπιστολὰς ἀπέδωκας αὐτοῖς, ἃς ἡμεῖς ἐπεθήκαμεν, ἐν αἷς ἐγέγραπτο παρακολουθεῖν σοι οἷς ἂν πράττῃς;
往復航海のために借金をする他のすべての者たちは、交易港から出帆する際、資金がこれより貸し手の危険負担の下に置かれることを証明するために、多くの人々を立ち会わせるものですが、あなたは自分の悪事の片棒を担いている当人という、たった一人の証人にしがみつき、ボスポロスにいた私たちの奴隷も共同経営者も立ち会わせず、また、私たちがあなたに託した、あなたの行動を監視するようにと書かれた手紙を彼らに渡すこともしなかったのですか。
§29καίτοι, ὦ ἄνδρες δικασταί, τί οὐκ ἂν πράξειεν ὁ τοιοῦτος, ὅστις γράμματα λαβὼν μὴ ἀποδέδωκεν ὀρθῶς καὶ δικαίως;
しかし、裁判官の皆さん、手紙を受け取りながらそれを正しく誠実に届けなかったような男が、一体何をしでかさないでしょうか。
ἢ πῶς οὐ φανερόν ἐστιν ὑμῖν τὸ τούτου κακούργημα ἐξ αὐτῶν ὧν ἔπραττεν;
あるいは、彼の悪事が、その行為自体から皆さんにとって明白でないなどということがあるでしょうか。
καίτοι, ὦ γῆ καὶ θεοί, προσῆκέν γε τοσοῦτο χρυσίον ἀποδιδόντα, καὶ πλέον τοῦ δανείσματος, περιβόητον ποιεῖν ἐν τῷ ἐμπορίῳ, καὶ παρακαλεῖν πάντας ἀνθρώπους, πρῶτον δὲ τὸν παῖδα τὸν τούτου καὶ τὸν κοινωνόν·
しかし、大地と神々に誓って、これほど多額の金を、しかも借入額より多く返済する際には、交易港でそのことを知れ渡らせ、あらゆる人々を、何よりもまずこの男の奴隷や共同経営者を立ち会わせるべきでした。
§30ἴστε γὰρ δήπου πάντες ὅτι δανείζονται μὲν μετʼ ὀλίγων μαρτύρων, ὅταν δʼ ἀποδιδῶσιν, πολλοὺς παρίστανται μάρτυρας, ἵνα ἐπιεικεῖς δοκῶσιν εἶναι περὶ τὰ συμβόλαια.
というのも、お金を借りるときは少ない証人の前で借りるが、返済するときは、契約において誠実であると見せるために多くの証人を立ち会わせるということを、皆さんはよくご存じだからです。
σοὶ δʼ ἀποδιδόντι τό τε δάνειον καὶ τοὺς τόκους ἀμφοτέρους, ἑτερόπλῳ τῷ ἀργυρίῳ κεχρημένῳ, καὶ προστιθέντι ἑτέρας τρεῖς καὶ δέκα μνᾶς, πῶς οὐχὶ πολλοὺς ἦν παραληπτέον μάρτυρας;
ところが、片道航海でしか資金を使わなかったのに、元本と往復両方の利息を支払い、さらに別の十三ミナイを上乗せして返済したというあなたにとって、どうして多くの証人を招く必要がなかったのでしょうか。
καὶ εἰ τοῦτο ἔπραξας, οὐδʼ ἂν εἷς σοῦ μᾶλλον τῶν πλεόντων ἐθαυμάζετο.
もしそうしていたなら、航海者たちの中であなたほど称賛された者は一人もいなかったでしょうに。