§31σὺ δʼ ἀντὶ τοῦ πολλοὺς μάρτυρας τούτων ποιεῖσθαι πάντας ἀνθρώπους λανθάνειν ἐπειρῶ, ὥσπερ ἀδικῶν τι.
しかしあなたは、これらのことのために多くの証人を立てる代わりに、まるで何か悪事を働いているかのように、すべての人々の目を逃れようと努めました。
καὶ εἰ μὲν ἐμοὶ τῷ δανείσαντι ἀπεδίδους, οὐδὲν ἂν ἔδει μαρτύρων·
そして、もしあなたが貸し手である私に返済していたのであれば、証人は全く必要なかったでしょう。
τὴν γὰρ συγγραφὴν ἀνελόμενος ἀπήλλαξο ἂν τοῦ συμβολαίου·
なぜなら、契約書を回収すれば、あなたは契約から解放されたでしょうから。
νῦν δʼ οὐκ ἐμοί, ἀλλʼ ἑτέρῳ ὑπὲρ ἐμοῦ ἀποδιδούς, καὶ οὐκ Ἀθήνησιν, ἀλλʼ ἐν Βοσπόρῳ, καὶ τῆς συγγραφῆς σοι κειμένης Ἀθήνησι καὶ πρὸς ἐμέ, καὶ ᾧ τὸ χρυσίον ἀπεδίδους ὄντος θνητοῦ καὶ πέλαγος τοσοῦτον μέλλοντος πλεῖν, μάρτυρα οὐδένα ἐποιήσω, οὔτε δοῦλον οὔτʼ ἐλεύθερον.
しかし今、私にではなく、私の代わりに他人に返済し、しかもアテナイではなくボスポロスにおいて、そして契約書がアテナイで私との間で保管されているのに、また、あなたが金を支払った相手が死すべき人間であり、これほど広大な海を航海しようとしていたのに、あなたは奴隷も自由人も、ただの一人も証人に立てなかったのです。
§32ἡ γὰρ συγγραφή με, φησί, τῷ ναυκλήρῳ ἐκέλευεν ἀποδοῦναι τὸ χρυσίον.
なぜなら、「契約書が自分に、船主に金を返済するよう命じていたのだ」と彼は言います。
μάρτυρας δέ γʼ οὐκ ἐκώλυεν παρακαλεῖν, οὐδὲ τὰς ἐπιστολὰς ἀποδοῦναι.
しかし、契約書は証人を呼ぶことを禁じてはいませんでしたし、手紙を届けることも禁じていませんでした。
καὶ οἵδε μὲν πρὸς σὲ δύο συγγραφὰς ἐποιήσαντο ὑπὲρ τοῦ συμβολαίου, ὡς ἂν οἱ μάλιστʼ ἀπιστοῦντες·
また、この者たちは契約に関してあなたに対して二つの契約書を作成しました、まるで最も人を信用しない者たちであるかのように。
σὺ δὲ μόνος μόνῳ φὴς δοῦναι τῷ ναυκλήρῳ τὸ χρυσίον, εἰδὼς κατὰ σοῦ κειμένην Ἀθήνησι συγγραφὴν πρὸς τοῦτον.
それなのに、あなたは、アテナイにおいてあなたに不利な契約書がこの男との間で保管されているのを知りながら、船主に一対一で金を渡したと主張するのです。
§33λέγει δὲ ὡς ἡ συγγραφὴ σωθείσης τῆς νεὼς αὐτὸν ἀποδοῦναι κελεύει τὰ χρήματα.
また彼は、船が安全に帰還した場合に金を返済することを契約書が命じていると言います。
καὶ γὰρ ἐνθέσθαι τἀγοράσματα εἰς τὴν ναῦν κελεύει σε, εἰ δὲ μή, πεντακισχιλίας δραχμὰς ἀποτίνειν.
それなら、契約書はあなたに貨物を船に積むことも命じており、もしそうしないなら五千ドラクメを支払うよう命じています。
σὺ δὲ τοῦτο μὲν τῆς συγγραφῆς οὐ λαμβάνεις, παραβεβηκὼς δʼ εὐθὺς ἐξ ἀρχῆς καὶ τὰ χρήματα οὐκ ἐνθέμενος ἀμφισβητεῖς πρὸς ἓν ῥῆμα τῶν ἐν τῇ συγγραφῇ, καὶ τοῦτʼ ἀνῃρηκὼς αὐτός.
それなのに、あなたはこの契約書の条項は受け入れず、最初から違反して貨物を積み込まなかったにもかかわらず、契約書の中の一つの言葉に固執して異議を唱えており、しかもそれはあなた自身が反故にしたものなのです。
ὁπότε γὰρ ἐν τῷ Βοσπόρῳ φὴς μὴ τὰ χρήματα ἐνθέσθαι εἰς τὴν ναῦν, ἀλλὰ τὸ χρυσίον τῷ ναυκλήρῳ ἀποδοῦναι, τί ἔτι περὶ τῆς νεὼς διαλέγει;
というのも、あなたがボスポロスにおいて、貨物を船に積み込まず、船主に金を支払ったと主張している以上、なぜ今さら船について語るのですか。
οὐ γὰρ μετέσχηκας τοῦ κινδύνου διὰ τὸ μηδὲν ἐνθέσθαι.
あなたは何も積み込まなかったために、危険を共にしていないのですから。
§34καὶ τὸ μὲν πρῶτον, ὦ ἄνδρες δικασταί, ὥρμησεν ἐπὶ ταύτην τὴν σκῆψιν, ὡς ἐντεθειμένος τὰ χρήματα εἰς τὴν ναῦν·
裁判官の皆さん、彼は最初、船に貨物を積み込んだという言い訳に飛びつきました。
ἐπειδὴ δὲ τοῦτο ἐκ πολλῶν ἔμελλεν ἐλεγχθήσεσθαι ψευδόμενος, ἔκ τε τῆς ἀπογραφῆς τῆς ἐν Βοσπόρῳ παρὰ τοῖς ἐλλιμενισταῖς καὶ ὑπὸ τῶν ἐν τῷ ἐμπορίῳ ἐπιδημούντων κατὰ τὸν αὐτὸν χρόνον, τηνικαῦτα μεταβαλόμενος συνίσταται μετὰ τοῦ Λάμπιδος καί φησιν ἐκείνῳ τὸ χρυσίον ἀποδεδωκέναι,
しかし、これが嘘であることが、ボスポロスの税関の登録簿や、当時その交易港に滞在していた人々によって多くの点から暴かれるに及んで、その時になって方針を翻し、ランピスと共謀して、彼に金を返済したと主張するにいたったのです。
§35ἐφόδιον μὲν λαβὼν τὸ τὴν συγγραφὴν κελεύειν, οὐκ ἂν ἡγούμενος δʼ ἡμᾶς εὐπόρως ἐξελέγξαι ὅσα μόνοι πρὸς αὑτοὺς αὐτοὶ πράξειαν.
契約書がそう命じていることを口実とし、彼らが二人だけで行ったことを私たちが容易に暴くことはできないと考えたのです。
καὶ ὁ Λάμπις, ὅσα μὲν εἶπεν πρὸς ἐμὲ πρὶν ὑπὸ τούτου διαφθαρῆναι, οὐκ ἐντὸς ὢν αὑτοῦ φησιν εἰπεῖν·
そしてランピスは、この男に買収される前に私に言ったことについては、「正気ではなかった」と言っています。
ἐπειδὴ δὲ τὸ χρυσίον τοὐμὸν ἐμερίσατο, τότʼ ἐντὸς εἶναί φησιν αὑτοῦ καὶ πάντʼ ἀκριβῶς μνημονεύειν.
しかし、私の金を分け前として受け取ってからは、「正気であり」、すべてを正確に覚えていると言っているのです。
§36εἰ μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐμοῦ μόνου κατεφρόνει Λάμπις, οὐδὲν ἂν ἦν θαυμαστόν·
裁判官の皆さん、もしランピスが私一人を軽蔑していただけであったなら、大して驚くべきことではなかったでしょう。
νῦν δὲ πολλῷ δεινότερα τούτου πέπρακται αὐτῷ πρὸς πάντας ὑμᾶς.
しかし今や、彼は皆さん全員に対して、これよりもはるかにひどいことを働いたのです。
κήρυγμα γὰρ ποιησαμένου Παιρισάδου ἐν Βοσπόρῳ, ἐάν τις βούληται Ἀθήναζε εἰς τὸ Ἀττικὸν ἐμπόριον σιτηγεῖν, ἀτελῆ τὸν σῖτον ἐξάγειν, ἐπιδημῶν ἐν τῷ Βοσπόρῳ ὁ Λάμπις ἔλαβε τὴν ἐξαγωγὴν τοῦ σίτου καὶ τὴν ἀτέλειαν ἐπὶ τῷ τῆς πόλεως ὀνόματι, γεμίσας δὲ ναῦν μεγάλην σίτου ἐκόμισεν εἰς Ἄκανθον κἀκεῖ διέθετο ὁ προσκοινωνήσας τούτῳ ἀπὸ τῶν ὑμετέρων χρημάτων.
というのも、ボスポロスにおいてペイリサデスが「アテナイのアッティカ交易港へ穀物を輸送することを望む者には、穀物を無税で輸出させる」という布告を出した際、ボスポロスに滞在していたランピスは、アテナイ市の名において穀物の輸出権と免税措置を得ました。 しかし、彼は大きな船に穀物を満載し、アカントスへと運び、あなた方の資金を元手に彼と共同経営した者がそこでそれを売却したのです。
§37καὶ ταῦτʼ ἔπραξεν, ὦ ἄνδρες δικασταί, οἰκῶν μὲν Ἀθήνησιν, οὔσης δʼ αὐτῷ γυναικὸς ἐνθάδε καὶ παίδων, τῶν δὲ νόμων τὰ ἔσχατα ἐπιτίμια προτεθηκότων, εἴ τις οἰκῶν Ἀθήνησιν ἄλλοσέ ποι σιτηγήσειεν ἢ εἰς τὸ Ἀττικὸν ἐμπόριον, ἔτι δʼ ἐν τοιούτῳ καιρῷ, ἐν ᾧ ὑμῶν οἱ μὲν ἐν τῷ ἄστει οἰκοῦντες διεμετροῦντο τὰ ἄλφιτα ἐν τῷ ᾠδείῳ, οἱ δʼ ἐν τῷ Πειραιεῖ ἐν τῷ νεωρίῳ ἐλάμβανον κατʼ ὀβολὸν τοὺς ἄρτους καὶ ἐπὶ τῆς μακρᾶς στοᾶς τὰ ἄλφιτα, καθʼ ἡμίεκτον μετρούμενοι καὶ καταπατούμενοι.
裁判官の皆さん、彼はアテナイに住み、ここに妻や子供たちがおり、またアテナイに住む者がアッティカ交易港以外の場所へ穀物を輸送した場合、法律が最も重い刑罰を定めているにもかかわらず、これを行ったのです。 しかも、都に住むあなた方のうち、ある者たちはオデイオンで大麦粉を配給され、ペイライエウスに住む他の者たちは造船所で1オボロスにつきパンを、長廊で大麦粉を、半ヘクテウスずつ計られ、踏みつけられながら受け取っていたような、そのような危急の時期にこれを行ったのです。
καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τήν τε μαρτυρίαν καὶ τὸν νόμον.
私が真実を述べていることを示すために、証言と法律を受け取ってください。
ΜΑΡΤΥΡΙΑ. ΝΟΜΟΣ.