§23καὶ οὗτος μὲν ἐδάνεισεν αὐτῷ δισχιλίας δραχμὰς ἀμφοτερόπλουν, ὥστʼ ἀπολαβεῖν Ἀθήνησιν δισχιλίας ἑξακοσίας δραχμάς· Φορμίων δέ φησιν ἀποδοῦναι Λάμπιδι ἐν Βοσπόρῳ ἑκατὸν καὶ εἴκοσι στατῆρας Κυζικηνούς (τούτῳ γὰρ προσέχετε τὸν νοῦν) δανεισάμενος ἐγγείων τόκων.
此人曾借给他两千德拉克马作为往返航海资金,条件是在雅典收回两千六百德拉克马;但福尔米翁却声称自己在博斯普鲁斯向兰皮斯偿还了一百二十基齐库斯斯塔特(请大家对此多加留神),这是他以土地利息借来的。
ἦσαν δὲ ἔφεκτοι οἱ ἔγγειοι τόκοι, ὁ δὲ Κυζικηνὸς ἐδύνατο ἐκεῖ εἴκοσι καὶ ὀκτὼ δραχμὰς Ἀττικάς.
而土地利息是六分之一,基齐库斯斯塔特在当地价值二十八雅典德拉克马。
§24δεῖ δὴ μαθεῖν ὑμᾶς ὅσα φησὶν χρήματα ἀποδεδωκέναι.
你们确实需要了解他声称偿还了多少钱。
τῶν μὲν γὰρ ἑκατὸν εἴκοσι στατήρων γίγνονται τρισχίλιαι τριακόσιαι ἑξήκοντα, ὁ δὲ τόκος ὁ ἔγγειος ὁ ἔφεκτος πεντακόσιαι δραχμαὶ καὶ ἑξήκοντα· τὸ δὲ σύμπαν κεφάλαιον γίγνεται τόσον καὶ τόσον.
因为这一百二十个斯塔特折合三千三百六十德拉克马,而六分之一的土地利息是五百六十德拉克马;其总额则是这般这般之多。
§25ἔστιν οὖν, ὦ ἄνδρες δικασταί, οὗτος ὁ ἄνθρωπος ἢ γενήσεταί ποτε, ὃς ἀντὶ δισχιλίων ἑξακοσίων δραχμῶν τριάκοντα μνᾶς καὶ τριακοσίας καὶ ἑξήκοντα ἀποτίνειν προείλετʼ ἄν, καὶ τόκον πεντακοσίας δραχμὰς καὶ ἑξήκοντα δανεισάμενος, ἅς φησιν ἀποδεδωκέναι Φορμίων Λάμπιδι, τρισχιλίας ἐνακοσίας εἴκοσι;
裁判官们,世上难道有或者今后会出现这样的人吗:他宁愿支付三十明纳和三百六十德拉克马,而不去支付两千六百德拉克马,并且在借了五百六十德拉克马的利息后,支付福尔米翁声称偿还给兰皮斯的总共三千九百二十德拉克马?
ἐξὸν δʼ αὐτῷ ἀμφοτερόπλουν Ἀθήνησιν ἀποδοῦναι τὸ ἀργύριον, ἐν Βοσπόρῳ ἀπέδωκε, τρισὶ καὶ δέκα μναῖς πλέον;
既然他本可以在雅典作为往返航海资金偿还这笔钱,为什么却在博斯普鲁斯偿还,而且多付了十三明纳?
§26καὶ τοῖς μὲν τὰ ἑτερόπλοα δανείσασι μόλις τἀρχαῖον ἀποδέδωκας, οἳ συνέπλευσάν σοι καὶ προσήδρευον· τούτῳ δὲ τῷ μὴ παρόντι οὐ μόνον τἀρχαῖα καὶ τοὺς τόκους ἀπεδίδους, ἀλλὰ καὶ τὰ ἐπιτίμια τὰ ἐκ τῆς συγγραφῆς ἀπέτινες, οὐδεμιᾶς σοι ἀνάγκης οὔσης;
对于那些借给你单程航海资金、与你同船且一直守在你身边的人,你仅仅勉强偿还了本金;但对于这位不在场的人,你不仅偿还了本金和利息,甚至还支付了契约规定的违约金,而你当时根本没有这种必要?
§27κἀκείνους μὲν οὐκ ἐδεδίεις, οἷς αἱ συγγραφαὶ ἐν Βοσπόρῳ τὴν πρᾶξιν ἐδίδοσαν τοῦ δανείου· τούτου δὲ φὴς φροντίζειν, ὃν ἐξ ἀρχῆς εὐθὺς ἠδίκεις οὐκ ἐνθέμενος τὰ χρήματα εἰς τὴν ναῦν κατὰ τὴν συγγραφὴν Ἀθήνηθεν;
你并不害怕那些契约规定在博斯普鲁斯拥有贷款追讨权的人,却声称关心这位你从一开始就没有按照契约从雅典将货物装船、从而使其利益受损的人?
καὶ νῦν μὲν εἰς τὸ ἐμπόριον ἥκων, οὗ τὸ συμβόλαιον ἐγένετο, οὐκ ὀκνεῖς ἀποστερεῖν τὸν δανείσαντα· ἐν Βοσπόρῳ δὲ πλείω τῶν δικαίων φὴς ποιεῖν, οὗ δίκην οὐκ ἔμελλες δώσειν;
如今你来到了订立契约的交易港,却毫不犹豫地欺骗债权人;但在博斯普鲁斯,在你不会受到起诉的地方,你却声称做了超出正义本分的事?
§28καὶ οἱ μὲν ἄλλοι πάντες οἱ τὰ ἀμφοτερόπλοα δανειζόμενοι, ὅταν ἀποστέλλωνται ἐκ τῶν ἐμπορίων, πολλοὺς παρίστανται, ἐπιμαρτυρόμενοι ὅτι τὰ χρήματα ἤδη κινδυνεύεται τῷ δανείσαντι· σὺ δʼ ἑνὶ σκήπτει μάρτυρι αὐτῷ τῷ συναδικοῦντι, καὶ οὔτε τὸν παῖδα τὸν ἡμέτερον παρέλαβες ἐν Βοσπόρῳ ὄντα οὔτε τὸν κοινωνόν, οὐδὲ τὰς ἐπιστολὰς ἀπέδωκας αὐτοῖς, ἃς ἡμεῖς ἐπεθήκαμεν, ἐν αἷς ἐγέγραπτο παρακολουθεῖν σοι οἷς ἂν πράττῃς;
而其他所有借入往返航海资金的人,当他们从交易港启航时,都会请许多人到场,共同证明资金从此由债权人承担风险;你却只推托于一个证人——那个与你共同作恶的同谋,你既没有叫来我们在博斯普鲁斯的奴隶,也没有叫来我们的合伙人,更没有把我们托付给你的信件交割给他们,信中本写明要他们监督你的一举一动?
§29καίτοι, ὦ ἄνδρες δικασταί, τί οὐκ ἂν πράξειεν ὁ τοιοῦτος, ὅστις γράμματα λαβὼν μὴ ἀποδέδωκεν ὀρθῶς καὶ δικαίως;
然而,裁判官们,像这样的人,在收到信件后都没有诚实、公正地予以交割,他还有什么事做不出来呢?
ἢ πῶς οὐ φανερόν ἐστιν ὑμῖν τὸ τούτου κακούργημα ἐξ αὐτῶν ὧν ἔπραττεν;
或者,从他所做的一桩桩事情中,他的罪行对你们来说难道还不够显而易见吗?
καίτοι, ὦ γῆ καὶ θεοί, προσῆκέν γε τοσοῦτο χρυσίον ἀποδιδόντα, καὶ πλέον τοῦ δανείσματος, περιβόητον ποιεῖν ἐν τῷ ἐμπορίῳ, καὶ παρακαλεῖν πάντας ἀνθρώπους, πρῶτον δὲ τὸν παῖδα τὸν τούτου καὶ τὸν κοινωνόν·
然而,凭着大地与诸神,在偿还如此巨额的黄金、且多于借款本金时,他本应在交易港将其宣扬得人尽皆知,并召集所有人来作证,尤其是首先召集此人的奴隶和合伙人。
§30ἴστε γὰρ δήπου πάντες ὅτι δανείζονται μὲν μετʼ ὀλίγων μαρτύρων, ὅταν δʼ ἀποδιδῶσιν, πολλοὺς παρίστανται μάρτυρας, ἵνα ἐπιεικεῖς δοκῶσιν εἶναι περὶ τὰ συμβόλαια.
因为你们无疑都清楚,人们借款时只有少数证人在场,但在还款时却会请许多证人到场,以便在契约上显得诚实守信。
σοὶ δʼ ἀποδιδόντι τό τε δάνειον καὶ τοὺς τόκους ἀμφοτέρους, ἑτερόπλῳ τῷ ἀργυρίῳ κεχρημένῳ, καὶ προστιθέντι ἑτέρας τρεῖς καὶ δέκα μνᾶς, πῶς οὐχὶ πολλοὺς ἦν παραληπτέον μάρτυρας;
但对于你这个偿还了借款和双方利息(尽管你只用了单程的钱),还额外加上了十三明纳的人来说,怎么会不需要请许多证人呢?
καὶ εἰ τοῦτο ἔπραξας, οὐδʼ ἂν εἷς σοῦ μᾶλλον τῶν πλεόντων ἐθαυμάζετο.
如果你真这样做了,在所有的航海者中,没有一个人会比你更受赞赏。